ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β
NT Nestle 1904
1: 1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
3 Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, 4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. 5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. 6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν. 7 καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν, εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως. 8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· 9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.
12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινίᾳ τοῦ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε, 14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ.
15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν ἵνα δευτέραν χάριν σχῆτε, 16 καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν. 17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τό Ναί ναὶ καὶ τὸ Οὔ οὔ; 18 πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστιν Ναί καὶ Οὔ. 19 ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Χριστὸς Ἰησοῦς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναί καὶ Οὔ, ἀλλὰ Ναί ἐν αὐτῷ γέγονεν. 20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ Ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι’ ἡμῶν. 21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. 23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.
PROS KORINTHIOUS B
Transliteration Society of Biblical Literature
1: 1 Paulos apostolos Christou Iēsou dia thelēmatos Theou kai Timotheos ho adelphos tē ekklēsia tou Theou tē ousē en Korinthō syn tois hagiois pasin tois ousin en holē tē Achaia; 2 charis hymin kai eirēnē apo Theou Patros hēmōn kai Kyriou Iēsou Christou.
3 Eulogētos ho Theos kai Patēr tou Kyriou hēmōn Iēsou Christou, ho Patēr tōn oiktirmōn kai Theos pasēs paraklēseōs, 4 ho parakalōn hēmas epi pasē tē thlipsei hēmōn, eis to dynasthai hēmas parakalein tous en pasē thlipsei dia tēs paraklēseōs hēs parakaloumetha autoi hypo tou Theou. 5 hoti kathōs perisseuei ta pathēmata tou Christou eis hēmas, houtōs dia tou Christou perisseuei kai hē paraklēsis hēmōn. 6 eite de thlibometha, hyper tēs hymōn paraklēseōs kai sōtērias; eite parakaloumetha, hyper tēs hymōn paraklēseōs tēs energoumenēs en hypomonē tōn autōn pathēmatōn hōn kai hēmeis paschomen. 7 kai hē elpis hēmōn bebaia hyper hymōn, eidotes hoti hōs koinōnoi este tōn pathēmatōn, houtōs kai tēs paraklēseōs. 8 Ou gar thelomen hymas agnoein, adelphoi, hyper tēs thlipseōs hēmōn tēs genomenēs en tē Asia, hoti kath’ hyperbolēn hyper dynamin ebarēthēmen, hōste exaporēthēnai hēmas kai tou zēn; 9 alla autoi en heautois to apokrima tou thanatou eschēkamen, hina mē pepoithotes ōmen eph’ heautois all’ epi tō Theō tō egeironti tous nekrous; 10 hos ek tēlikoutou thanatou errysato hēmas kai rhysetai, eis hon ēlpikamen hoti kai eti rhysetai, 11 synypourgountōn kai hymōn hyper hēmōn tē deēsei, hina ek pollōn prosōpōn to eis hēmas charisma dia pollōn eucharistēthē hyper hēmōn.
12 HĒ gar kauchēsis hēmōn hautē estin, to martyrion tēs syneidēseōs hēmōn, hoti en hagiotēti kai eilikrinia tou Theou, ouk en sophia sarkikē all’ en chariti Theou, anestraphēmen en tō kosmō, perissoterōs de pros hymas. 13 ou gar alla graphomen hymin all’ ē ha anaginōskete ē kai epiginōskete, elpizō de hoti heōs telous epignōsesthe, 14 kathōs kai epegnōte hēmas apo merous, hoti kauchēma hymōn esmen kathaper kai hymeis hēmōn en tē hēmera tou Kyriou hēmōn Iēsou.
15 Kai tautē tē pepoithēsei eboulomēn proteron pros hymas elthein hina deuteran charin schēte, 16 kai di’ hymōn dielthein eis Makedonian, kai palin apo Makedonias elthein pros hymas kai hyph’ hymōn propemphthēnai eis tēn Ioudaian. 17 touto oun boulomenos mēti ara tē elaphria echrēsamēn? ē ha bouleuomai kata sarka bouleuomai, hina ē par’ emoi to Nai nai kai to Ou ou? 18 pistos de ho Theos hoti ho logos hēmōn ho pros hymas ouk estin Nai kai Ou. 19 ho tou Theou gar Huios Christos Iēsous ho en hymin di’ hēmōn kērychtheis, di’ emou kai Silouanou kai Timotheou, ouk egeneto Nai kai Ou, alla Nai en autō gegonen. 20 hosai gar epangeliai Theou, en autō to Nai; dio kai di’ autou to Amēn tō Theō pros doxan di’ hēmōn. 21 ho de bebaiōn hēmas syn hymin eis Christon kai chrisas hēmas Theos, 22 ho kai sphragisamenos hēmas kai dous ton arrabōna tou Pneumatos en tais kardiais hēmōn. 23 Egō de martyra ton Theon epikaloumai epi tēn emēn psychēn, hoti pheidomenos hymōn ouketi ēlthon eis Korinthon. 24 ouch hoti kyrieuomen hymōn tēs pisteōs, alla synergoi esmen tēs charas hymōn; tē gar pistei hestēkate.
2: 1 ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν. 2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3 καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. 5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς. 6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, 7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. 8 διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην· 9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. 12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν. 14 Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, 16 οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινίας, ἀλλ’ ὡς ἐκ Θεοῦ κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.
2: 1 ekrina de emautō touto, to mē palin en lypē pros hymas elthein. 2 ei gar egō lypō hymas, kai tis ho euphrainōn me ei mē ho lypoumenos ex emou? 3 kai egrapsa touto auto hina mē elthōn lypēn schō aph’ hōn edei me chairein, pepoithōs epi pantas hymas hoti hē emē chara pantōn hymōn estin. 4 ek gar pollēs thlipseōs kai synochēs kardias egrapsa hymin dia pollōn dakryōn, ouch hina lypēthēte, alla tēn agapēn hina gnōte hēn echō perissoterōs eis hymas. 5 Ei de tis lelypēken, ouk eme lelypēken, alla apo merous, hina mē epibarō, pantas hymas. 6 hikanon tō toioutō hē epitimia hautē hē hypo tōn pleionōn, 7 hōste tounantion mallon hymas charisasthai kai parakalesai, mē pōs tē perissotera lypē katapothē ho toioutos. 8 dio parakalō hymas kyrōsai eis auton agapēn; 9 eis touto gar kai egrapsa, hina gnō tēn dokimēn hymōn, ei eis panta hypēkooi este. 10 hō de ti charizesthe, kagō; kai gar egō ho kecharismai, ei ti kecharismai, di’ hymas en prosōpō Christou, 11 hina mē pleonektēthōmen hypo tou Satana; ou gar autou ta noēmata agnooumen. 12 Elthōn de eis tēn Trōada eis to euangelion tou Christou, kai thyras moi aneōgmenēs en Kyriō, 13 ouk eschēka anesin tō pneumati mou tō mē heurein me Titon ton adelphon mou, alla apotaxamenos autois exēlthon eis Makedonian. 14 Tō de Theō charis tō pantote thriambeuonti hēmas en tō Christō kai tēn osmēn tēs gnōseōs autou phanerounti di’ hēmōn en panti topō; 15 hoti Christou euōdia esmen tō Theō en tois sōzomenois kai en tois apollymenois, 16 hois men osmē ek thanatou eis thanaton, hois de osmē ek zōēs eis zōēn. kai pros tauta tis hikanos? 17 ou gar esmen hōs hoi polloi kapēleuontes ton logon tou Theou, all’ hōs ex eilikrinias, all’ hōs ek Theou katenanti Theou en Christō laloumen.
3: 1 Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν; 2 ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐνγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, 3 φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐνγεγραμμένη οὐ μέλανι ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις.
4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν. 5 οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, 6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. 7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9 εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ. 10 καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. 12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 14 ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται· 15 ἀλλ’ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 16 ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17 ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία. 18 ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.
3: 1 Archometha palin heautous synistanein? ē mē chrēzomen hōs tines systatikōn epistolōn pros hymas ē ex hymōn? 2 hē epistolē hēmōn hymeis este, engegrammenē en tais kardiais hēmōn, ginōskomenē kai anaginōskomenē hypo pantōn anthrōpōn, 3 phaneroumenoi hoti este epistolē Christou diakonētheisa hyph’ hēmōn, engegrammenē ou melani alla Pneumati Theou zōntos, ouk en plaxin lithinais all’ en plaxin kardiais sarkinais.
4 Pepoithēsin de toiautēn echomen dia tou Christou pros ton Theon. 5 ouch hoti aph’ heautōn hikanoi esmen logisasthai ti hōs ex heautōn, all’ hē hikanotēs hēmōn ek tou Theou, 6 hos kai hikanōsen hēmas diakonous kainēs diathēkēs, ou grammatos alla pneumatos; to gar gramma apokteinei, to de pneuma zōopoiei. 7 Ei de hē diakonia tou thanatou en grammasin entetypōmenē lithois egenēthē en doxē, hōste mē dynasthai atenisai tous huious Israēl eis to prosōpon Mōuseōs dia tēn doxan tou prosōpou autou tēn katargoumenēn, 8 pōs ouchi mallon hē diakonia tou pneumatos estai en doxē? 9 ei gar hē diakonia tēs katakriseōs doxa, pollō mallon perisseuei hē diakonia tēs dikaiosynēs doxē. 10 kai gar ou dedoxastai to dedoxasmenon en toutō tō merei heineken tēs hyperballousēs doxēs. 11 ei gar to katargoumenon dia doxēs, pollō mallon to menon en doxē. 12 Echontes oun toiautēn elpida pollē parrēsia chrōmetha, 13 kai ou kathaper Mōusēs etithei kalymma epi to prosōpon autou, pros to mē atenisai tous huious Israēl eis to telos tou katargoumenou. 14 alla epōrōthē ta noēmata autōn. achri gar tēs sēmeron hēmeras to auto kalymma epi tē anagnōsei tēs palaias diathēkēs menei, mē anakalyptomenon, hoti en Christō katargeitai; 15 all’ heōs sēmeron hēnika an anaginōskētai Mōusēs kalymma epi tēn kardian autōn keitai; 16 hēnika de ean epistrepsē pros Kyrion, periaireitai to kalymma. 17 ho de Kyrios to Pneuma estin; hou de to Pneuma Kyriou, eleutheria. 18 hēmeis de pantes anakekalymmenō prosōpō tēn doxan Kyriou katoptrizomenoi tēn autēn eikona metamorphoumetha apo doxēs eis doxan, kathaper apo Kyriou Pneumatos.
4: 1 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν, 2 ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ. 3 εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, 4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ. 5 οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. 6 ὅτι ὁ Θεὸς ὁ εἰπών Ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ.
7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· 8 ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ· 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. 16 Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
4: 1 Dia touto, echontes tēn diakonian tautēn, kathōs ēleēthēmen, ouk enkakoumen, 2 alla apeipametha ta krypta tēs aischynēs, mē peripatountes en panourgia mēde dolountes ton logon tou Theou, alla tē phanerōsei tēs alētheias synistanontes heautous pros pasan syneidēsin anthrōpōn enōpion tou Theou. 3 ei de kai estin kekalymmenon to euangelion hēmōn, en tois apollymenois estin kekalymmenon, 4 en hois ho theos tou aiōnos toutou etyphlōsen ta noēmata tōn apistōn eis to mē augasai ton phōtismon tou euangeliou tēs doxēs tou Christou, hos estin eikōn tou Theou. 5 ou gar heautous kēryssomen alla Christon Iēsoun Kyrion, heautous de doulous hymōn dia Iēsoun. 6 hoti ho Theos ho eipōn Ek skotous phōs lampsei, hos elampsen en tais kardiais hēmōn pros phōtismon tēs gnōseōs tēs doxēs tou Theou en prosōpō Christou.
7 Echomen de ton thēsauron touton en ostrakinois skeuesin, hina hē hyperbolē tēs dynameōs ē tou Theou kai mē ex hēmōn; 8 en panti thlibomenoi all’ ou stenochōroumenoi, aporoumenoi all’ ouk exaporoumenoi, 9 diōkomenoi all’ ouk enkataleipomenoi, kataballomenoi all’ ouk apollymenoi, 10 pantote tēn nekrōsin tou Iēsou en tō sōmati peripherontes, hina kai hē zōē tou Iēsou en tō sōmati hēmōn phanerōthē; 11 aei gar hēmeis hoi zōntes eis thanaton paradidometha dia Iēsoun, hina kai hē zōē tou Iēsou phanerōthē en tē thnētē sarki hēmōn. 12 hōste ho thanatos en hēmin energeitai, hē de zōē en hymin. 13 echontes de to auto pneuma tēs pisteōs, kata to gegrammenon Episteusa, dio elalēsa, kai hēmeis pisteuomen, dio kai laloumen, 14 eidotes hoti ho egeiras ton Kyrion Iēsoun kai hēmas syn Iēsou egerei kai parastēsei syn hymin. 15 ta gar panta di’ hymas, hina hē charis pleonasasa dia tōn pleionōn tēn eucharistian perisseusē eis tēn doxan tou Theou. 16 Dio ouk enkakoumen, all’ ei kai ho exō hēmōn anthrōpos diaphtheiretai, all’ ho esō hēmōn anakainoutai hēmera kai hēmera. 17 to gar parautika elaphron tēs thlipseōs kath’ hyperbolēn eis hyperbolēn aiōnion baros doxēs katergazetai hēmin, 18 mē skopountōn hēmōn ta blepomena alla ta mē blepomena; ta gar blepomena proskaira, ta de mē blepomena aiōnia.
5: 1 οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. 2 καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, 3 εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. 4 καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι ἐφ’ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 5 ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος. 6 Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου· 7 διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· 8 θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. 9 διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.
11 Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12 οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ μὴ ἐν καρδίᾳ. 13 εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14 ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέθανεν· ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. 16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. 17 ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν καινά. 18 τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, 19 ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. 20 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. 21 τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.
5: 1 oidamen gar hoti ean hē epigeios hēmōn oikia tou skēnous katalythē, oikodomēn ek Theou echomen, oikian acheiropoiēton aiōnion en tois ouranois. 2 kai gar en toutō stenazomen, to oikētērion hēmōn to ex ouranou ependysasthai epipothountes, 3 ei ge kai endysamenoi ou gymnoi heurethēsometha. 4 kai gar hoi ontes en tō skēnei stenazomen baroumenoi eph’ hō ou thelomen ekdysasthai all’ ependysasthai, hina katapothē to thnēton hypo tēs zōēs. 5 ho de katergasamenos hēmas eis auto touto Theos, ho dous hēmin ton arrabōna tou Pneumatos. 6 Tharrountes oun pantote kai eidotes hoti endēmountes en tō sōmati ekdēmoumen apo tou Kyriou; 7 dia pisteōs gar peripatoumen, ou dia eidous; 8 tharroumen de kai eudokoumen mallon ekdēmēsai ek tou sōmatos kai endēmēsai pros ton Kyrion. 9 dio kai philotimoumetha, eite endēmountes eite ekdēmountes, euarestoi autō einai. 10 tous gar pantas hēmas phanerōthēnai dei emprosthen tou bēmatos tou Christou, hina komisētai hekastos ta dia tou sōmatos pros ha epraxen, eite agathon eite phaulon.
11 Eidotes oun ton phobon tou Kyriou anthrōpous peithomen, Theō de pephanerōmetha; elpizō de kai en tais syneidēsesin hymōn pephanerōsthai. 12 ou palin heautous synistanomen hymin, alla aphormēn didontes hymin kauchēmatos hyper hēmōn, hina echēte pros tous en prosōpō kauchōmenous kai mē en kardia. 13 eite gar exestēmen, Theō; eite sōphronoumen, hymin. 14 hē gar agapē tou Christou synechei hēmas, krinantas touto, hoti heis hyper pantōn apethanen; ara hoi pantes apethanon; 15 kai hyper pantōn apethanen hina hoi zōntes mēketi heautois zōsin alla tō hyper autōn apothanonti kai egerthenti. 16 Hōste hēmeis apo tou nyn oudena oidamen kata sarka; ei kai egnōkamen kata sarka Christon, alla nyn ouketi ginōskomen. 17 hōste ei tis en Christō, kainē ktisis; ta archaia parēlthen, idou gegonen kaina. 18 ta de panta ek tou Theou tou katallaxantos hēmas heautō dia Christou kai dontos hēmin tēn diakonian tēs katallagēs, 19 hōs hoti Theos ēn en Christō kosmon katallassōn heautō, mē logizomenos autois ta paraptōmata autōn, kai themenos en hēmin ton logon tēs katallagēs. 20 Hyper Christou oun presbeuomen hōs tou Theou parakalountos di’ hēmōn; deometha hyper Christou, katallagēte tō Theō. 21 ton mē gnonta hamartian hyper hēmōn hamartian epoiēsen, hina hēmeis genōmetha dikaiosynē Theou en autō.
6: 1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· 2 —λέγει γάρ
Καιρῷ δεκτῷ ἐπήκουσά σου
καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·
ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·— 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4 ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· 12 οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· 13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. 14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; 15 τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ Θεὸς ὅτι
Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐνπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.
17 διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν,
καὶ ἀφορίσθητε, λέγει Κύριος,
καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς,
18 καὶ ἔσομαι ὑμῖν εἰς Πατέρα,
καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος Παντοκράτωρ.
6: 1 Synergountes de kai parakaloumen mē eis kenon tēn charin tou Theou dexasthai hymas; 2 —legei gar
Kairō dektō epēkousa sou
kai en hēmera sōtērias eboēthēsa soi;
idou nyn kairos euprosdektos, idou nyn hēmera sōtērias;— 3 mēdemian en mēdeni didontes proskopēn, hina mē mōmēthē hē diakonia, 4 all’ en panti synistanontes heautous hōs Theou diakonoi, en hypomonē pollē, en thlipsesin, en anankais, en stenochōriais, 5 en plēgais, en phylakais, en akatastasiais, en kopois, en agrypniais, en nēsteiais, 6 en hagnotēti, en gnōsei, en makrothymia, en chrēstotēti, en Pneumati Hagiō, en agapē anypokritō, 7 en logō alētheias, en dynamei Theou; dia tōn hoplōn tēs dikaiosynēs tōn dexiōn kai aristerōn, 8 dia doxēs kai atimias, dia dysphēmias kai euphēmias; hōs planoi kai alētheis, 9 hōs agnooumenoi kai epiginōskomenoi, hōs apothnēskontes kai idou zōmen, hōs paideuomenoi kai mē thanatoumenoi, 10 hōs lypoumenoi aei de chairontes, hōs ptōchoi pollous de ploutizontes, hōs mēden echontes kai panta katechontes.
11 To stoma hēmōn aneōgen pros hymas, Korinthioi, hē kardia hēmōn peplatyntai; 12 ou stenochōreisthe en hēmin, stenochōreisthe de en tois splanchnois hymōn; 13 tēn de autēn antimisthian, hōs teknois legō, platynthēte kai hymeis. 14 Mē ginesthe heterozygountes apistois; tis gar metochē dikaiosynē kai anomia, ē tis koinōnia phōti pros skotos? 15 tis de symphōnēsis Christou pros Beliar, ē tis meris pistō meta apistou? 16 tis de synkatathesis naō Theou meta eidōlōn? hēmeis gar naos Theou esmen zōntos; kathōs eipen ho Theos hoti
Enoikēsō en autois kai enperipatēsō, kai esomai autōn Theos, kai autoi esontai mou laos.
17 dio exelthate ek mesou autōn,
kai aphoristhēte, legei Kyrios,
kai akathartou mē haptesthe; kagō eisdexomai hymas,
18 kai esomai hymin eis Patera,
kai hymeis esesthe moi eis huious kai thygateras, legei Kyrios Pantokratōr.
7: 1 ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
2 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. 3 πρὸς κατάκρισιν οὐ λέγω· προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συνζῆν. 4 πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. 5 Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ’ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. 6 ἀλλ’ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου· 7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ’ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. 8 ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην, βλέπω ὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς, 9 νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10 ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. 11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι. 12 ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλ’ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ. 13 διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν· 14 ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλ’ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 15 καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16 χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
7: 1 tautas oun echontes tas epangelias, agapētoi, katharisōmen heautous apo pantos molysmou sarkos kai pneumatos, epitelountes hagiōsynēn en phobō Theou.
2 Chōrēsate hēmas; oudena ēdikēsamen, oudena ephtheiramen, oudena epleonektēsamen. 3 pros katakrisin ou legō; proeirēka gar hoti en tais kardiais hēmōn este eis to synapothanein kai synzēn. 4 pollē moi parrēsia pros hymas, pollē moi kauchēsis hyper hymōn; peplērōmai tē paraklēsei, hyperperisseuomai tē chara epi pasē tē thlipsei hēmōn. 5 Kai gar elthontōn hēmōn eis Makedonian oudemian eschēken anesin hē sarx hēmōn, all’ en panti thlibomenoi; exōthen machai, esōthen phoboi. 6 all’ ho parakalōn tous tapeinous parekalesen hēmas ho Theos en tē parousia Titou; 7 ou monon de en tē parousia autou, alla kai en tē paraklēsei hē pareklēthē eph’ hymin, anangellōn hēmin tēn hymōn epipothēsin, ton hymōn odyrmon, ton hymōn zēlon hyper emou, hōste me mallon charēnai. 8 hoti ei kai elypēsa hymas en tē epistolē, ou metamelomai; ei kai metemelomēn, blepō hoti hē epistolē ekeinē ei kai pros hōran elypēsen hymas, 9 nyn chairō, ouch hoti elypēthēte, all’ hoti elypēthēte eis metanoian; elypēthēte gar kata Theon, hina en mēdeni zēmiōthēte ex hēmōn. 10 hē gar kata Theon lypē metanoian eis sōtērian ametamelēton ergazetai; hē de tou kosmou lypē thanaton katergazetai. 11 idou gar auto touto to kata Theon lypēthēnai posēn kateirgasato hymin spoudēn, alla apologian, alla aganaktēsin, alla phobon, alla epipothēsin, alla zēlon, alla ekdikēsin. en panti synestēsate heautous hagnous einai tō pragmati. 12 ara ei kai egrapsa hymin, ouch heneken tou adikēsantos oude heneken tou adikēthentos, all’ heneken tou phanerōthēnai tēn spoudēn hymōn tēn hyper hēmōn pros hymas enōpion tou Theou. 13 dia touto parakeklēmetha. Epi de tē paraklēsei hēmōn perissoterōs mallon echarēmen epi tē chara Titou, hoti anapepautai to pneuma autou apo pantōn hymōn; 14 hoti ei ti autō hyper hymōn kekauchēmai, ou katēschynthēn, all’ hōs panta en alētheia elalēsamen hymin, houtōs kai hē kauchēsis hēmōn epi Titou alētheia egenēthē. 15 kai ta splanchna autou perissoterōs eis hymas estin anamimnēskomenou tēn pantōn hymōn hypakoēn, hōs meta phobou kai tromou edexasthe auton. 16 chairō hoti en panti tharrō en hymin.
8: 1 Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, 2 ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν· 3 ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ παρὰ δύναμιν, αὐθαίρετοι 4 μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, 5 καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλὰ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ καὶ ἡμῖν διὰ θελήματος Θεοῦ, 6 εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην. 7 ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. 8 Οὐ κατ’ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων· 9 γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε. 10 καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι· 11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν, οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. 12 εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. 13 οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν θλῖψις· ἀλλ’ ἐξ ἰσότητος 14 ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης, 15 καθὼς γέγραπται Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν. 16 Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου, 17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. 18 συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν, 19 οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν αὐτοῦ τοῦ Κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν, 20 στελλόμενοι τοῦτο, μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν· 21 προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον Κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22 συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. 23 εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. 24 τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
8: 1 Gnōrizomen de hymin, adelphoi, tēn charin tou Theou tēn dedomenēn en tais ekklēsiais tēs Makedonias, 2 hoti en pollē dokimē thlipseōs hē perisseia tēs charas autōn kai hē kata bathous ptōcheia autōn eperisseusen eis to ploutos tēs haplotētos autōn; 3 hoti kata dynamin, martyrō, kai para dynamin, authairetoi 4 meta pollēs paraklēseōs deomenoi hēmōn, tēn charin kai tēn koinōnian tēs diakonias tēs eis tous hagious, 5 kai ou kathōs ēlpisamen, alla heautous edōkan prōton tō Kyriō kai hēmin dia thelēmatos Theou, 6 eis to parakalesai hēmas Titon, hina kathōs proenērxato houtōs kai epitelesē eis hymas kai tēn charin tautēn. 7 all’ hōsper en panti perisseuete, pistei kai logō kai gnōsei kai pasē spoudē kai tē ex hēmōn en hymin agapē, hina kai en tautē tē chariti perisseuēte. 8 Ou kat’ epitagēn legō alla dia tēs heterōn spoudēs kai to tēs hymeteras agapēs gnēsion dokimazōn; 9 ginōskete gar tēn charin tou Kyriou hēmōn Iēsou Christou, hoti di’ hymas eptōcheusen plousios ōn, hina hymeis tē ekeinou ptōcheia ploutēsēte. 10 kai gnōmēn en toutō didōmi; touto gar hymin sympherei, hoitines ou monon to poiēsai alla kai to thelein proenērxasthe apo perysi; 11 nyni de kai to poiēsai epitelesate, hopōs kathaper hē prothymia tou thelein, houtōs kai to epitelesai ek tou echein. 12 ei gar hē prothymia prokeitai, katho ean echē euprosdektos, ou katho ouk echei. 13 ou gar hina allois anesis, hymin thlipsis; all’ ex isotētos 14 en tō nyn kairō to hymōn perisseuma eis to ekeinōn hysterēma, hina kai to ekeinōn perisseuma genētai eis to hymōn hysterēma, hopōs genētai isotēs, 15 kathōs gegraptai HO to poly ouk epleonasen, kai ho to oligon ouk ēlattonēsen. 16 Charis de tō Theō tō didonti tēn autēn spoudēn hyper hymōn en tē kardia Titou, 17 hoti tēn men paraklēsin edexato, spoudaioteros de hyparchōn authairetos exēlthen pros hymas. 18 synepempsamen de met’ autou ton adelphon hou ho epainos en tō euangeliō dia pasōn tōn ekklēsiōn, 19 ou monon de alla kai cheirotonētheis hypo tōn ekklēsiōn synekdēmos hēmōn en tē chariti tautē tē diakonoumenē hyph’ hēmōn pros tēn autou tou Kyriou doxan kai prothymian hēmōn, 20 stellomenoi touto, mē tis hēmas mōmēsētai en tē hadrotēti tautē tē diakonoumenē hyph’ hēmōn; 21 pronooumen gar kala ou monon enōpion Kyriou alla kai enōpion anthrōpōn. 22 synepempsamen de autois ton adelphon hēmōn, hon edokimasamen en pollois pollakis spoudaion onta, nyni de poly spoudaioteron pepoithēsei pollē tē eis hymas. 23 eite hyper Titou, koinōnos emos kai eis hymas synergos; eite adelphoi hēmōn, apostoloi ekklēsiōn, doxa Christou. 24 tēn oun endeixin tēs agapēs hymōn kai hēmōn kauchēseōs hyper hymōn eis autous endeiknymenoi eis prosōpon tōn ekklēsiōn.
9: 1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν· 2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ τὸ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας. 3 ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε, 4 μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ. 5 ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν. 6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8 δυνατεῖ δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, 9 καθὼς γέγραπται
Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
10 ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. 12 ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ· 13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ’ ὑμῖν. 15 Χάρις τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
9: 1 Peri men gar tēs diakonias tēs eis tous hagious perisson moi estin to graphein hymin; 2 oida gar tēn prothymian hymōn hēn hyper hymōn kauchōmai Makedosin hoti Achaia pareskeuastai apo perysi, kai to hymōn zēlos ērethisen tous pleionas. 3 epempsa de tous adelphous, hina mē to kauchēma hēmōn to hyper hymōn kenōthē en tō merei toutō, hina kathōs elegon pareskeuasmenoi ēte, 4 mē pōs ean elthōsin syn emoi Makedones kai heurōsin hymas aparaskeuastous kataischynthōmen hēmeis, hina mē legōmen hymeis, en tē hypostasei tautē. 5 anankaion oun hēgēsamēn parakalesai tous adelphous hina proelthōsin eis hymas kai prokatartisōsin tēn proepēngelmenēn eulogian hymōn, tautēn hetoimēn einai houtōs hōs eulogian kai mē hōs pleonexian. 6 Touto de, ho speirōn pheidomenōs pheidomenōs kai therisei, kai ho speirōn ep’ eulogiais ep’ eulogiais kai therisei. 7 hekastos kathōs proērētai tē kardia, mē ek lypēs ē ex anankēs; hilaron gar dotēn agapa ho Theos. 8 dynatei de ho Theos pasan charin perisseusai eis hymas, hina en panti pantote pasan autarkeian echontes perisseuēte eis pan ergon agathon, 9 kathōs gegraptai
Eskorpisen, edōken tois penēsin, hē dikaiosynē autou menei eis ton aiōna.
10 ho de epichorēgōn sperma tō speironti kai arton eis brōsin chorēgēsei kai plēthynei ton sporon hymōn kai auxēsei ta genēmata tēs dikaiosynēs hymōn; 11 en panti ploutizomenoi eis pasan haplotēta, hētis katergazetai di’ hēmōn eucharistian tō Theō. 12 hoti hē diakonia tēs leitourgias tautēs ou monon estin prosanaplērousa ta hysterēmata tōn hagiōn, alla kai perisseuousa dia pollōn eucharistiōn tō Theō; 13 dia tēs dokimēs tēs diakonias tautēs doxazontes ton Theon epi tē hypotagē tēs homologias hymōn eis to euangelion tou Christou kai haplotēti tēs koinōnias eis autous kai eis pantas, 14 kai autōn deēsei hyper hymōn epipothountōn hymas dia tēn hyperballousan charin tou Theou eph’ hymin. 15 Charis tō Theō epi tē anekdiēgētō autou dōrea.
10:1 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· 2 δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. 3 Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα, 4 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες 5 καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, 6 καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. 7 Τὰ κατὰ πρόσωπον βλέπετε. εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφ’ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτως καὶ ἡμεῖς. 8 ἐάν τε γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ Κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι, 9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν. 10 ὅτι Αἱ ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος. 11 τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι’ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. 12 Οὐ γὰρ τολμῶμεν ἐνκρῖναι ἢ συνκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συνκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν. 13 ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. 14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· 15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, 16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. 17 Ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω· 18 οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλὰ ὃν ὁ Κύριος συνίστησιν.
10:1 Autos de egō Paulos parakalō hymas dia tēs prautētos kai epieikeias tou Christou, hos kata prosōpon men tapeinos en hymin, apōn de tharrō eis hymas; 2 deomai de to mē parōn tharrēsai tē pepoithēsei hē logizomai tolmēsai epi tinas tous logizomenous hēmas hōs kata sarka peripatountas. 3 En sarki gar peripatountes ou kata sarka strateuometha, 4 ta gar hopla tēs strateias hēmōn ou sarkika alla dynata tō Theō pros kathairesin ochyrōmatōn, logismous kathairountes 5 kai pan hypsōma epairomenon kata tēs gnōseōs tou Theou, kai aichmalōtizontes pan noēma eis tēn hypakoēn tou Christou, 6 kai en hetoimō echontes ekdikēsai pasan parakoēn, hotan plērōthē hymōn hē hypakoē. 7 Ta kata prosōpon blepete. ei tis pepoithen heautō Christou einai, touto logizesthō palin eph’ heautou, hoti kathōs autos Christou, houtōs kai hēmeis. 8 ean te gar perissoteron ti kauchēsōmai peri tēs exousias hēmōn, hēs edōken ho Kyrios eis oikodomēn kai ouk eis kathairesin hymōn, ouk aischynthēsomai, 9 hina mē doxō hōs an ekphobein hymas dia tōn epistolōn. 10 hoti HAi epistolai men, phēsin, bareiai kai ischyrai, hē de parousia tou sōmatos asthenēs kai ho logos exouthenēmenos. 11 touto logizesthō ho toioutos, hoti hoioi esmen tō logō di’ epistolōn apontes, toioutoi kai parontes tō ergō. 12 Ou gar tolmōmen enkrinai ē synkrinai heautous tisin tōn heautous synistanontōn; alla autoi en heautois heautous metrountes kai synkrinontes heautous heautois ou syniasin. 13 hēmeis de ouk eis ta ametra kauchēsometha, alla kata to metron tou kanonos hou emerisen hēmin ho Theos metrou, ephikesthai achri kai hymōn. 14 ou gar hōs mē ephiknoumenoi eis hymas hyperekteinomen heautous, achri gar kai hymōn ephthasamen en tō euangeliō tou Christou; 15 ouk eis ta ametra kauchōmenoi en allotriois kopois, elpida de echontes auxanomenēs tēs pisteōs hymōn en hymin megalynthēnai kata ton kanona hēmōn eis perisseian, 16 eis ta hyperekeina hymōn euangelisasthai, ouk en allotriō kanoni eis ta hetoima kauchēsasthai. 17 HO de kauchōmenos en Kyriō kauchasthō; 18 ou gar ho heauton synistanōn, ekeinos estin dokimos, alla hon ho Kyrios synistēsin.
11: 1 Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου. 2 ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· 3 φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ τῆς ἁγνότητος τῆς εἰς Χριστόν. 4 εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε. 5 λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων. 6 εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει, ἀλλ’ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς. 7 Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; 8 ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, 9 καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω. 10 ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας. 11 διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ Θεὸς οἶδεν. 12 Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς. 13 οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. 14 καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. 15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι. 17 ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. 18 ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι. 19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες· 20 ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει. 21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν. ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλεῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ. 23 διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον, 25 τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, 27 κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· 28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς μοι ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29 τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; 30 εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31 ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
11: 1 Ophelon aneichesthe mou mikron ti aphrosynēs; alla kai anechesthe mou. 2 zēlō gar hymas Theou zēlō, hērmosamēn gar hymas heni andri parthenon hagnēn parastēsai tō Christō; 3 phoboumai de mē pōs, hōs ho ophis exēpatēsen Heuan en tē panourgia autou, phtharē ta noēmata hymōn apo tēs haplotētos kai tēs hagnotētos tēs eis Christon. 4 ei men gar ho erchomenos allon Iēsoun kēryssei hon ouk ekēryxamen, ē pneuma heteron lambanete ho ouk elabete, ē euangelion heteron ho ouk edexasthe, kalōs anechesthe. 5 logizomai gar mēden hysterēkenai tōn hyperlian apostolōn. 6 ei de kai idiōtēs tō logō, all’ ou tē gnōsei, all’ en panti phanerōsantes en pasin eis hymas. 7 Ē hamartian epoiēsa emauton tapeinōn hina hymeis hypsōthēte, hoti dōrean to tou Theou euangelion euēngelisamēn hymin? 8 allas ekklēsias esylēsa labōn opsōnion pros tēn hymōn diakonian, 9 kai parōn pros hymas kai hysterētheis ou katenarkēsa outhenos; to gar hysterēma mou prosaneplērōsan hoi adelphoi elthontes apo Makedonias; kai en panti abarē emauton hymin etērēsa kai tērēsō. 10 estin alētheia Christou en emoi, hoti hē kauchēsis hautē ou phragēsetai eis eme en tois klimasin tēs Achaias. 11 dia ti? hoti ouk agapō hymas? ho Theos oiden. 12 HO de poiō, kai poiēsō, hina ekkopsō tēn aphormēn tōn thelontōn aphormēn, hina en hō kauchōntai heurethōsin kathōs kai hēmeis. 13 hoi gar toioutoi pseudapostoloi, ergatai dolioi, metaschēmatizomenoi eis apostolous Christou. 14 kai ou thauma; autos gar ho Satanas metaschēmatizetai eis angelon phōtos. 15 ou mega oun ei kai hoi diakonoi autou metaschēmatizontai hōs diakonoi dikaiosynēs; hōn to telos estai kata ta erga autōn.
16 Palin legō, mē tis me doxē aphrona einai; ei de mēge, kan hōs aphrona dexasthe me, hina kagō mikron ti kauchēsōmai. 17 ho lalō, ou kata Kyrion lalō, all’ hōs en aphrosynē, en tautē tē hypostasei tēs kauchēseōs. 18 epei polloi kauchōntai kata tēn sarka, kagō kauchēsomai. 19 hēdeōs gar anechesthe tōn aphronōn phronimoi ontes; 20 anechesthe gar ei tis hymas katadouloi, ei tis katesthiei, ei tis lambanei, ei tis epairetai, ei tis eis prosōpon hymas derei. 21 kata atimian legō, hōs hoti hēmeis ēsthenēkamen. en hō d’ an tis tolma, en aphrosynē legō, tolmō kagō. 22 Hebraioi eisin? kagō. Israēleitai eisin? kagō. sperma Abraam eisin? kagō. 23 diakonoi Christou eisin? paraphronōn lalō, hyper egō; en kopois perissoterōs, en phylakais perissoterōs, en plēgais hyperballontōs, en thanatois pollakis. 24 hypo Ioudaiōn pentakis tesserakonta para mian elabon, 25 tris erabdisthēn, hapax elithasthēn, tris enauagēsa, nychthēmeron en tō bythō pepoiēka; 26 hodoiporiais pollakis, kindynois potamōn, kindynois lēstōn, kindynois ek genous, kindynois ex ethnōn, kindynois en polei, kindynois en erēmia, kindynois en thalassē, kindynois en pseudadelphois, 27 kopō kai mochthō, en agrypniais pollakis, en limō kai dipsei, en nēsteiais pollakis, en psychei kai gymnotēti; 28 chōris tōn parektos hē epistasis moi hē kath’ hēmeran, hē merimna pasōn tōn ekklēsiōn. 29 tis asthenei, kai ouk asthenō? tis skandalizetai kai ouk egō pyroumai? 30 ei kauchasthai dei, ta tēs astheneias mou kauchēsomai. 31 ho Theos kai Patēr tou Kyriou Iēsou oiden, ho ōn eulogētos eis tous aiōnas, hoti ou pseudomai. 32 en Damaskō ho ethnarchēs Areta tou basileōs ephrourei tēn polin Damaskēnōn piasai me, 33 kai dia thyridos en sarganē echalasthēn dia tou teichous kai exephygon tas cheiras autou.
12: 1 Καυχᾶσθαι δεῖ· οὐ συμφέρον μέν, ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, —εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, —ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον —εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν,— 4 ὅτι ἡρπάγη εἰς τὸν Παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ἐξ ἐμοῦ 7 καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατανᾶ, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ. 9 καὶ εἴρηκέν μοι Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. 10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11 Γέγονα ἄφρων· ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν. 13 τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. 14 Ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶ, ἧσσον ἀγαπῶμαι; 16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. 17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ Πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν; 19 Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα. κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς. 20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν ἐλθόντος μου ταπεινώσῃ με ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
12: 1 Kauchasthai dei; ou sympheron men, eleusomai de eis optasias kai apokalypseis Kyriou. 2 oida anthrōpon en Christō pro etōn dekatessarōn, —eite en sōmati ouk oida, eite ektos tou sōmatos ouk oida, ho Theos oiden, —harpagenta ton toiouton heōs tritou ouranou. 3 kai oida ton toiouton anthrōpon —eite en sōmati eite chōris tou sōmatos ouk oida, ho Theos oiden,— 4 hoti hērpagē eis ton Paradeison kai ēkousen arrēta rhēmata ha ouk exon anthrōpō lalēsai. 5 hyper tou toioutou kauchēsomai, hyper de emautou ou kauchēsomai ei mē en tais astheneiais. 6 ean gar thelēsō kauchēsasthai, ouk esomai aphrōn, alētheian gar erō; pheidomai de, mē tis eis eme logisētai hyper ho blepei me ē akouei ex emou 7 kai tē hyperbolē tōn apokalypseōn. dio hina mē hyperairōmai, edothē moi skolops tē sarki, angelos Satana, hina me kolaphizē, hina mē hyperairōmai. 8 hyper toutou tris ton Kyrion parekalesa, hina apostē ap’ emou. 9 kai eirēken moi Arkei soi hē charis mou; hē gar dynamis en astheneia teleitai. Hēdista oun mallon kauchēsomai en tais astheneiais, hina episkēnōsē ep’ eme hē dynamis tou Christou. 10 dio eudokō en astheneiais, en hybresin, en anankais, en diōgmois kai stenochōriais, hyper Christou; hotan gar asthenō, tote dynatos eimi.
11 Gegona aphrōn; hymeis me ēnankasate. egō gar ōpheilon hyph’ hymōn synistasthai. ouden gar hysterēsa tōn hyperlian apostolōn, ei kai ouden eimi. 12 ta men sēmeia tou apostolou kateirgasthē en hymin en pasē hypomonē, sēmeiois te kai terasin kai dynamesin. 13 ti gar estin ho hēssōthēte hyper tas loipas ekklēsias, ei mē hoti autos egō ou katenarkēsa hymōn? charisasthe moi tēn adikian tautēn. 14 Idou triton touto hetoimōs echō elthein pros hymas, kai ou katanarkēsō; ou gar zētō ta hymōn alla hymas. ou gar opheilei ta tekna tois goneusin thēsaurizein, alla hoi goneis tois teknois. 15 egō de hēdista dapanēsō kai ekdapanēthēsomai hyper tōn psychōn hymōn. ei perissoterōs hymas agapō, hēsson agapōmai? 16 Estō de, egō ou katebarēsa hymas; alla hyparchōn panourgos dolō hymas elabon. 17 mē tina hōn apestalka pros hymas, di’ autou epleonektēsa hymas? 18 parekalesa Titon kai synapesteila ton adelphon; mēti epleonektēsen hymas Titos? ou tō autō Pneumati periepatēsamen? ou tois autois ichnesin? 19 Palai dokeite hoti hymin apologoumetha. katenanti Theou en Christō laloumen; ta de panta, agapētoi, hyper tēs hymōn oikodomēs. 20 phoboumai gar mē pōs elthōn ouch hoious thelō heurō hymas, kagō heurethō hymin hoion ou thelete, mē pōs eris, zēlos, thymoi, eritheiai, katalaliai, psithyrismoi, physiōseis, akatastasiai; 21 mē palin elthontos mou tapeinōsē me ho Theos mou pros hymas, kai penthēsō pollous tōn proēmartēkotōn kai mē metanoēsantōn epi tē akatharsia kai porneia kai aselgeia hē epraxan.
13: 1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. 2 προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν, τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι, 3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. 4 καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς. 5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε. 6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7 εὐχόμεθα δὲ πρὸς τὸν Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. 8 οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. 9 χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ Κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν. 12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. 13 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν.
13: 1 Triton touto erchomai pros hymas; epi stomatos dyo martyrōn kai triōn stathēsetai pan rhēma. 2 proeirēka kai prolegō, hōs parōn to deuteron kai apōn nyn, tois proēmartēkosin kai tois loipois pasin, hoti ean elthō eis to palin ou pheisomai, 3 epei dokimēn zēteite tou en emoi lalountos Christou, hos eis hymas ouk asthenei alla dynatei en hymin. 4 kai gar estaurōthē ex astheneias, alla zē ek dynameōs Theou. kai gar hēmeis asthenoumen en autō, alla zēsomen syn autō ek dynameōs Theou eis hymas. 5 Heautous peirazete ei este en tē pistei, heautous dokimazete; ē ouk epiginōskete heautous hoti Iēsous Christos en hymin? ei mēti adokimoi este. 6 elpizō de hoti gnōsesthe hoti hēmeis ouk esmen adokimoi. 7 euchometha de pros ton Theon mē poiēsai hymas kakon mēden, ouch hina hēmeis dokimoi phanōmen, all’ hina hymeis to kalon poiēte, hēmeis de hōs adokimoi ōmen. 8 ou gar dynametha ti kata tēs alētheias, alla hyper tēs alētheias. 9 chairomen gar hotan hēmeis asthenōmen, hymeis de dynatoi ēte; touto kai euchometha, tēn hymōn katartisin. 10 Dia touto tauta apōn graphō, hina parōn mē apotomōs chrēsōmai kata tēn exousian hēn ho Kyrios edōken moi eis oikodomēn kai ouk eis kathairesin.
11 Loipon, adelphoi, chairete, katartizesthe, parakaleisthe, to auto phroneite, eirēneuete, kai ho Theos tēs agapēs kai eirēnēs estai meth’ hymōn. 12 Aspasasthe allēlous en hagiō philēmati. Aspazontai hymas hoi hagioi pantes. 13 HĒ charis tou Kyriou Iēsou Christou kai hē agapē tou Theou kai hē koinōnia tou Hagiou Pneumatos meta pantōn hymōn.
Sursa Noul Testament, Eberhard Nestle, 1904
(comparat cu ediţia din 1913 – textul dintre paranteze)
https://sites.google.com/site/nestle1904/2-corinthians
Transliterarea s-a făcut pe siteul
Varianta transliterării
Society of Biblical Literature
2021, Floreşti-Cluj
Niciun comentariu:
Trimiteți un comentariu