joi, 5 august 2021

Evanghelia după Ioan în greacă

 

ΚΑΤΑ ΙΩΑΝΗΝ

 

NT Nestle 1904

1: 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. 2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. 3 πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. 4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. 5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. 6 Ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάνης· 7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι’ αὐτοῦ. 8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. 9 Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. 10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. 11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, 13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. 14 Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 15 Ἰωάνης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων Οὗτος ἦν ὃν εἶπον Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· 17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. 18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.

19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάνου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ; 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. 21 καὶ ἠρώτησαν αὐτόν Τί οὖν; σὺ Ἡλείας εἶ; καὶ λέγει Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ. 22 εἶπαν οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. 24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἡλείας οὐδὲ ὁ προφήτης; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε, 27 ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάνης βαπτίζων. 29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. 32 Καὶ ἐμαρτύρησεν Ἰωάνης λέγων ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν. 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.

35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάνης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ. 37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ Ῥαββεί, (ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε,) ποῦ μένεις; 39 λέγει αὐτοῖς Ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάνου καὶ ἀκολουθησάντων αὐτῷ· 41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον Χριστός). 42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάνου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος). 43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀκολούθει μοι. 44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. 45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος Ἔρχου καὶ ἴδε. 47 εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ Ἴδε ἀληθῶς Ἰσραηλείτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. 48 λέγει αὐτῷ Ναθαναήλ Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ Ῥαββεί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ Βασιλεὺς εἶ τοῦ Ἰσραήλ. 50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ. 51 καὶ λέγει αὐτῷ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.

 

KATA IŌANĒN

 

Transliteration Society of Biblical Literature

1: 1 En archē ēn ho Logos, kai ho Logos ēn pros ton Theon, kai Theos ēn ho Logos. 2 Houtos ēn en archē pros ton Theon. 3 panta di’ autou egeneto, kai chōris autou egeneto oude hen ho gegonen. 4 en autō zōē ēn, kai hē zōē ēn to phōs tōn anthrōpōn. 5 kai to phōs en tē skotia phainei, kai hē skotia auto ou katelaben. 6 Egeneto anthrōpos, apestalmenos para Theou, onoma autō Iōanēs; 7 houtos ēlthen eis martyrian, hina martyrēsē peri tou phōtos, hina pantes pisteusōsin di’ autou. 8 ouk ēn ekeinos to phōs, all’ hina martyrēsē peri tou phōtos. 9 Ēn to phōs to alēthinon, ho phōtizei panta anthrōpon, erchomenon eis ton kosmon. 10 en tō kosmō ēn, kai ho kosmos di’ autou egeneto, kai ho kosmos auton ouk egnō. 11 eis ta idia ēlthen, kai hoi idioi auton ou parelabon. 12 hosoi de elabon auton, edōken autois exousian tekna Theou genesthai, tois pisteuousin eis to onoma autou, 13 hoi ouk ex haimatōn oude ek thelēmatos sarkos oude ek thelēmatos andros all’ ek Theou egennēthēsan. 14 Kai ho Logos sarx egeneto kai eskēnōsen en hēmin, kai etheasametha tēn doxan autou, doxan hōs monogenous para Patros, plērēs charitos kai alētheias. 15 Iōanēs martyrei peri autou kai kekragen legōn Houtos ēn hon eipon HO opisō mou erchomenos emprosthen mou gegonen, hoti prōtos mou ēn. 16 hoti ek tou plērōmatos autou hēmeis pantes elabomen, kai charin anti charitos; 17 hoti ho nomos dia Mōuseōs edothē, hē charis kai hē alētheia dia Iēsou Christou egeneto. 18 Theon oudeis heōraken pōpote; monogenēs Theos ho ōn eis ton kolpon tou Patros, ekeinos exēgēsato.

19 Kai hautē estin hē martyria tou Iōanou hote apesteilan pros auton hoi Ioudaioi ex Hierosolymōn hiereis kai Leueitas hina erōtēsōsin auton Sy tis ei? 20 kai hōmologēsen kai ouk ērnēsato, kai hōmologēsen hoti Egō ouk eimi ho Christos. 21 kai ērōtēsan auton Ti oun? sy Hēleias ei? kai legei Ouk eimi. HO prophētēs ei sy? kai apekrithē Ou. 22 eipan oun autō Tis ei? hina apokrisin dōmen tois pempsasin hēmas; ti legeis peri seautou? 23 ephē Egō phōnē boōntos en tē erēmō Euthynate tēn hodon Kyriou, kathōs eipen Hēsaias ho prophētēs. 24 Kai apestalmenoi ēsan ek tōn Pharisaiōn. 25 kai ērōtēsan auton kai eipan autō Ti oun baptizeis ei sy ouk ei ho Christos oude Hēleias oude ho prophētēs? 26 apekrithē autois ho Iōanēs legōn Egō baptizō en hydati; mesos hymōn stēkei hon hymeis ouk oidate, 27 ho opisō mou erchomenos, hou ouk eimi egō axios hina lysō autou ton himanta tou hypodēmatos. 28 Tauta en Bēthania egeneto peran tou Iordanou, hopou ēn ho Iōanēs baptizōn. 29 Tē epaurion blepei ton Iēsoun erchomenon pros auton, kai legei Ide ho Amnos tou Theou ho airōn tēn hamartian tou kosmou. 30 houtos estin hyper hou egō eipon Opisō mou erchetai anēr hos emprosthen mou gegonen, hoti prōtos mou ēn. 31 kagō ouk ēdein auton, all’ hina phanerōthē tō Israēl, dia touto ēlthon egō en hydati baptizōn. 32 Kai emartyrēsen Iōanēs legōn hoti Tetheamai to Pneuma katabainon hōs peristeran ex ouranou, kai emeinen ep’ auton. 33 kagō ouk ēdein auton, all’ ho pempsas me baptizein en hydati ekeinos moi eipen Eph’ hon an idēs to Pneuma katabainon kai menon ep’ auton, houtos estin ho baptizōn en Pneumati Hagiō. 34 kagō heōraka, kai memartyrēka hoti houtos estin ho Huios tou Theou.

35 Tē epaurion palin heistēkei ho Iōanēs kai ek tōn mathētōn autou dyo, 36 kai emblepsas tō Iēsou peripatounti legei Ide ho Amnos tou Theou. 37 kai ēkousan hoi dyo mathētai autou lalountos kai ēkolouthēsan tō Iēsou. 38 strapheis de ho Iēsous kai theasamenos autous akolouthountas legei autois Ti zēteite? hoi de eipan autō Rhabbei, (ho legetai methermēneuomenon Didaskale,) pou meneis? 39 legei autois Erchesthe kai opsesthe. ēlthan oun kai eidan pou menei, kai par’ autō emeinan tēn hēmeran ekeinēn; hōra ēn hōs dekatē. 40 Ēn Andreas ho adelphos Simōnos Petrou heis ek tōn dyo tōn akousantōn para Iōanou kai akolouthēsantōn autō; 41 heuriskei houtos prōton ton adelphon ton idion Simōna kai legei autō Heurēkamen ton Messian (ho estin methermēneuomenon Christos). 42 ēgagen auton pros ton Iēsoun. emblepsas autō ho Iēsous eipen Sy ei Simōn ho huios Iōanou, sy klēthēsē Kēphas (ho hermēneuetai Petros). 43 Tē epaurion ēthelēsen exelthein eis tēn Galilaian. kai heuriskei Philippon. kai legei autō ho Iēsous Akolouthei moi. 44 ēn de ho Philippos apo Bēthsaida, ek tēs poleōs Andreou kai Petrou. 45 heuriskei Philippos ton Nathanaēl kai legei autō Hon egrapsen Mōusēs en tō nomō kai hoi prophētai heurēkamen, Iēsoun huion tou Iōsēph ton apo Nazaret. 46 kai eipen autō Nathanaēl Ek Nazaret dynatai ti agathon einai? legei autō ho Philippos Erchou kai ide. 47 eiden Iēsous ton Nathanaēl erchomenon pros auton kai legei peri autou Ide alēthōs Israēleitēs, en hō dolos ouk estin. 48 legei autō Nathanaēl Pothen me ginōskeis? apekrithē Iēsous kai eipen autō Pro tou se Philippon phōnēsai onta hypo tēn sykēn eidon se. 49 apekrithē autō Nathanaēl Rhabbei, sy ei ho Huios tou Theou, sy Basileus ei tou Israēl. 50 apekrithē Iēsous kai eipen autō Hoti eipon soi hoti eidon se hypokatō tēs sykēs, pisteueis? meizō toutōn opsē. 51 kai legei autō Amēn amēn legō hymin, opsesthe ton ouranon aneōgota kai tous angelous tou Theou anabainontas kai katabainontas epi ton Huion tou anthrōpou.

 

2: 1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· 2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν Οἶνον οὐκ ἔχουσιν. 4 καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. 5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. 6 ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 λέγει αὐτοῖς ὁ Ἰησοῦς Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 καὶ λέγει αὐτοῖς Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. οἱ δὲ ἤνεγκαν. 9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, 15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέτρεψεν, 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου. 17 ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. 18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 εἶπαν οὖν οἱ Ἰουδαῖοι Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.

23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· 24 αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας, 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.

 

2: 1 Kai tē hēmera tē tritē gamos egeneto en Kana tēs Galilaias, kai ēn hē mētēr tou Iēsou ekei; 2 eklēthē de kai ho Iēsous kai hoi mathētai autou eis ton gamon. 3 kai hysterēsantos oinou legei hē mētēr tou Iēsou pros auton Oinon ouk echousin. 4 kai legei autē ho Iēsous Ti emoi kai soi, gynai? oupō hēkei hē hōra mou. 5 legei hē mētēr autou tois diakonois HO ti an legē hymin, poiēsate. 6 ēsan de ekei lithinai hydriai hex kata ton katharismon tōn Ioudaiōn keimenai, chōrousai ana metrētas dyo ē treis. 7 legei autois ho Iēsous Gemisate tas hydrias hydatos. kai egemisan autas heōs anō. 8 kai legei autois Antlēsate nyn kai pherete tō architriklinō. hoi de ēnenkan. 9 hōs de egeusato ho architriklinos to hydōr oinon gegenēmenon, kai ouk ēdei pothen estin, hoi de diakonoi ēdeisan hoi ēntlēkotes to hydōr, phōnei ton nymphion ho architriklinos 10 kai legei autō Pas anthrōpos prōton ton kalon oinon tithēsin, kai hotan methysthōsin ton elassō; sy tetērēkas ton kalon oinon heōs arti. 11 Tautēn epoiēsen archēn tōn sēmeiōn ho Iēsous en Kana tēs Galilaias kai ephanerōsen tēn doxan autou, kai episteusan eis auton hoi mathētai autou.

12 Meta touto katebē eis Kapharnaoum autos kai hē mētēr autou kai hoi adelphoi kai hoi mathētai autou, kai ekei emeinan ou pollas hēmeras.

13 Kai engys ēn to pascha tōn Ioudaiōn, kai anebē eis Hierosolyma ho Iēsous. 14 kai heuren en tō hierō tous pōlountas boas kai probata kai peristeras kai tous kermatistas kathēmenous, 15 kai poiēsas phragellion ek schoiniōn pantas exebalen ek tou hierou ta te probata kai tous boas, kai tōn kollybistōn execheen ta kermata kai tas trapezas anetrepsen, 16 kai tois tas peristeras pōlousin eipen Arate tauta enteuthen, mē poieite ton oikon tou Patros mou oikon emporiou. 17 emnēsthēsan hoi mathētai autou hoti gegrammenon estin HO zēlos tou oikou sou kataphagetai me. 18 apekrithēsan oun hoi Ioudaioi kai eipan autō Ti sēmeion deiknyeis hēmin, hoti tauta poieis? 19 apekrithē Iēsous kai eipen autois Lysate ton naon touton, kai en trisin hēmerais egerō auton. 20 eipan oun hoi Ioudaioi Tesserakonta kai hex etesin oikodomēthē ho naos houtos, kai sy en trisin hēmerais egereis auton? 21 ekeinos de elegen peri tou naou tou sōmatos autou. 22 hote oun ēgerthē ek nekrōn, emnēsthēsan hoi mathētai autou hoti touto elegen, kai episteusan tē graphē kai tō logō hon eipen ho Iēsous.

23 Hōs de ēn en tois Hierosolymois en tō pascha en tē heortē, polloi episteusan eis to onoma autou, theōrountes autou ta sēmeia ha epoiei; 24 autos de Iēsous ouk episteuen hauton autois dia to auton ginōskein pantas, 25 kai hoti ou chreian eichen hina tis martyrēsē peri tou anthrōpou; autos gar eginōsken ti ēn en tō anthrōpō.

 

3: 1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· 2 οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ Ῥαββεί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ’ αὐτοῦ. 3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. 4 λέγει πρὸς αὐτὸν ὁ Νικόδημος Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 5 ἀπεκρίθη Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν. 7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. 9 ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ Πῶς δύναται ταῦτα γενέσθαι; 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; 11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; 13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου. 14 καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον. 16 Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. 17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. 18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. 19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. 20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.

22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ’ αὐτῶν καὶ ἐβάπτιζεν. 23 ἦν δὲ καὶ Ἰωάνης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· 24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν Ἰωάνης. 25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάνου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. 26 καὶ ἦλθον πρὸς τὸν Ἰωάνην καὶ εἶπαν αὐτῷ Ῥαββεί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 27 ἀπεκρίθη Ἰωάνης καὶ εἶπεν Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ’ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. 29 Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30 ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. 31 Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ. ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν· 32 ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 33 ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. 34 ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ Πνεῦμα. 35 ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36 ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.

 

3: 1 Ēn de anthrōpos ek tōn Pharisaiōn, Nikodēmos onoma autō, archōn tōn Ioudaiōn; 2 houtos ēlthen pros auton nyktos kai eipen autō Rhabbei, oidamen hoti apo Theou elēlythas didaskalos; oudeis gar dynatai tauta ta sēmeia poiein ha sy poieis, ean mē ē ho Theos met’ autou. 3 apekrithē Iēsous kai eipen autō Amēn amēn legō soi, ean mē tis gennēthē anōthen, ou dynatai idein tēn basileian tou Theou. 4 legei pros auton ho Nikodēmos Pōs dynatai anthrōpos gennēthēnai gerōn ōn? mē dynatai eis tēn koilian tēs mētros autou deuteron eiselthein kai gennēthēnai? 5 apekrithē Iēsous Amēn amēn legō soi, ean mē tis gennēthē ex hydatos kai Pneumatos, ou dynatai eiselthein eis tēn basileian tou Theou. 6 to gegennēmenon ek tēs sarkos sarx estin, kai to gegennēmenon ek tou Pneumatos pneuma estin. 7 mē thaumasēs hoti eipon soi Dei hymas gennēthēnai anōthen. 8 to pneuma hopou thelei pnei, kai tēn phōnēn autou akoueis, all’ ouk oidas pothen erchetai kai pou hypagei; houtōs estin pas ho gegennēmenos ek tou Pneumatos. 9 apekrithē Nikodēmos kai eipen autō Pōs dynatai tauta genesthai? 10 apekrithē Iēsous kai eipen autō Sy ei ho didaskalos tou Israēl kai tauta ou ginōskeis? 11 amēn amēn legō soi hoti ho oidamen laloumen kai ho heōrakamen martyroumen, kai tēn martyrian hēmōn ou lambanete. 12 ei ta epigeia eipon hymin kai ou pisteuete, pōs ean eipō hymin ta epourania pisteusete? 13 kai oudeis anabebēken eis ton ouranon ei mē ho ek tou ouranou katabas, ho Huios tou anthrōpou. 14 kai kathōs Mōusēs hypsōsen ton ophin en tē erēmō, houtōs hypsōthēnai dei ton Huion tou anthrōpou, 15 hina pas ho pisteuōn en autō echē zōēn aiōnion. 16 Houtōs gar ēgapēsen ho Theos ton kosmon, hōste ton Huion ton monogenē edōken, hina pas ho pisteuōn eis auton mē apolētai all’ echē zōēn aiōnion. 17 ou gar apesteilen ho Theos ton Huion eis ton kosmon hina krinē ton kosmon, all’ hina sōthē ho kosmos di’ autou. 18 ho pisteuōn eis auton ou krinetai; ho mē pisteuōn ēdē kekritai, hoti mē pepisteuken eis to onoma tou monogenous Huiou tou Theou. 19 hautē de estin hē krisis, hoti to phōs elēlythen eis ton kosmon kai ēgapēsan hoi anthrōpoi mallon to skotos ē to phōs; ēn gar autōn ponēra ta erga. 20 pas gar ho phaula prassōn misei to phōs kai ouk erchetai pros to phōs, hina mē elenchthē ta erga autou; 21 ho de poiōn tēn alētheian erchetai pros to phōs, hina phanerōthē autou ta erga hoti en Theō estin eirgasmena.

22 Meta tauta ēlthen ho Iēsous kai hoi mathētai autou eis tēn Ioudaian gēn, kai ekei dietriben met’ autōn kai ebaptizen. 23 ēn de kai Iōanēs baptizōn en Ainōn engys tou Saleim, hoti hydata polla ēn ekei, kai pareginonto kai ebaptizonto; 24 oupō gar ēn beblēmenos eis tēn phylakēn Iōanēs. 25 Egeneto oun zētēsis ek tōn mathētōn Iōanou meta Ioudaiou peri katharismou. 26 kai ēlthon pros ton Iōanēn kai eipan autō Rhabbei, hos ēn meta sou peran tou Iordanou, hō sy memartyrēkas, ide houtos baptizei kai pantes erchontai pros auton. 27 apekrithē Iōanēs kai eipen Ou dynatai anthrōpos lambanein ouden ean mē ē dedomenon autō ek tou ouranou. 28 autoi hymeis moi martyreite hoti eipon Ouk eimi egō ho Christos, all’ hoti Apestalmenos eimi emprosthen ekeinou. 29 HO echōn tēn nymphēn nymphios estin; ho de philos tou nymphiou ho hestēkōs kai akouōn autou, chara chairei dia tēn phōnēn tou nymphiou. hautē oun hē chara hē emē peplērōtai. 30 ekeinon dei auxanein, eme de elattousthai. 31 HO anōthen erchomenos epanō pantōn estin; ho ōn ek tēs gēs ek tēs gēs estin kai ek tēs gēs lalei. ho ek tou ouranou erchomenos epanō pantōn estin; 32 ho heōraken kai ēkousen, touto martyrei, kai tēn martyrian autou oudeis lambanei. 33 ho labōn autou tēn martyrian esphragisen hoti ho Theos alēthēs estin. 34 hon gar apesteilen ho Theos ta rhēmata tou Theou lalei; ou gar ek metrou didōsin to Pneuma. 35 ho Patēr agapa ton Huion, kai panta dedōken en tē cheiri autou. 36 ho pisteuōn eis ton Huion echei zōēn aiōnion; ho de apeithōn tō Huiō ouk opsetai zōēn, all’ hē orgē tou Theou menei ep’ auton.

 

4: 1 Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάνης, 2 —καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ,— 3 ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν. 4 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρίας. 5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρίας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· 6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη. 7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρίας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς Δός μοι πεῖν. 8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. 9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συνχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 λέγει αὐτῷ Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 14 ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15 λέγει πρὸς αὐτὸν ἡ γυνή Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. 16 λέγει αὐτῇ Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς Καλῶς εἶπες ὅτι Ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19 λέγει αὐτῷ ἡ γυνή Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. 21 λέγει αὐτῇ ὁ Ἰησοῦς Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. 22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν· 23 ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν· 24 Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 25 λέγει αὐτῷ ἡ γυνή Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα. 26 λέγει αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι, ὁ λαλῶν σοι. 27 Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν Τί ζητεῖς ἢ τί λαλεῖς μετ’ αὐτῆς; 28 ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις 29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 30 ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 31 Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες Ῥαββεί, φάγε. 32 ὁ δὲ εἶπεν αὐτοῖς Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. 33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34 λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35 οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἤδη 36 ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. 39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἃ ἐποίησα. 40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42 τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου.

43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν. 44 αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. 45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.

46 Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ· 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλεν γὰρ ἀποθνήσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.

 

4: 1 Hōs oun egnō ho Kyrios hoti ēkousan hoi Pharisaioi hoti Iēsous pleionas mathētas poiei kai baptizei ē Iōanēs, 2 —kaitoige Iēsous autos ouk ebaptizen all’ hoi mathētai autou,— 3 aphēken tēn Ioudaian kai apēlthen palin eis tēn Galilaian. 4 Edei de auton dierchesthai dia tēs Samarias. 5 erchetai oun eis polin tēs Samarias legomenēn Sychar, plēsion tou chōriou ho edōken Iakōb Iōsēph tō huiō autou; 6 ēn de ekei pēgē tou Iakōb. ho oun Iēsous kekopiakōs ek tēs hodoiporias ekathezeto houtōs epi tē pēgē; hōra ēn hōs hektē. 7 erchetai gynē ek tēs Samarias antlēsai hydōr. legei autē ho Iēsous Dos moi pein. 8 hoi gar mathētai autou apelēlytheisan eis tēn polin, hina trophas agorasōsin. 9 legei oun autō hē gynē hē Samareitis Pōs sy Ioudaios ōn par’ emou pein aiteis gynaikos Samareitidos ousēs? ou gar synchrōntai Ioudaioi Samareitais. 10 apekrithē Iēsous kai eipen autē Ei ēdeis tēn dōrean tou Theou, kai tis estin ho legōn soi Dos moi pein, sy an ētēsas auton kai edōken an soi hydōr zōn. 11 legei autō Kyrie, oute antlēma echeis kai to phrear estin bathy; pothen oun echeis to hydōr to zōn? 12 mē sy meizōn ei tou patros hēmōn Iakōb, hos edōken hēmin to phrear, kai autos ex autou epien kai hoi huioi autou kai ta thremmata autou? 13 apekrithē Iēsous kai eipen autē Pas ho pinōn ek tou hydatos toutou dipsēsei palin; 14 hos d’ an piē ek tou hydatos hou egō dōsō autō, ou mē dipsēsei eis ton aiōna, alla to hydōr ho dōsō autō genēsetai en autō pēgē hydatos hallomenou eis zōēn aiōnion. 15 legei pros auton hē gynē Kyrie, dos moi touto to hydōr, hina mē dipsō mēde dierchōmai enthade antlein. 16 legei autē Hypage phōnēson ton andra sou kai elthe enthade. 17 apekrithē hē gynē kai eipen Ouk echō andra. legei autē ho Iēsous Kalōs eipes hoti Andra ouk echō; 18 pente gar andras esches, kai nyn hon echeis ouk estin sou anēr; touto alēthes eirēkas. 19 legei autō hē gynē Kyrie, theōrō hoti prophētēs ei sy. 20 hoi pateres hēmōn en tō orei toutō prosekynēsan; kai hymeis legete hoti en Hierosolymois estin ho topos hopou proskynein dei. 21 legei autē ho Iēsous Pisteue moi, gynai, hoti erchetai hōra hote oute en tō orei toutō oute en Hierosolymois proskynēsete tō Patri. 22 hymeis proskyneite ho ouk oidate, hēmeis proskynoumen ho oidamen, hoti hē sōtēria ek tōn Ioudaiōn estin; 23 alla erchetai hōra kai nyn estin, hote hoi alēthinoi proskynētai proskynēsousin tō Patri en pneumati kai alētheia; kai gar ho Patēr toioutous zētei tous proskynountas auton; 24 Pneuma ho Theos, kai tous proskynountas en pneumati kai alētheia dei proskynein. 25 legei autō hē gynē Oida hoti Messias erchetai, ho legomenos Christos; hotan elthē ekeinos, anangelei hēmin hapanta. 26 legei autē ho Iēsous Egō eimi, ho lalōn soi. 27 Kai epi toutō ēlthan hoi mathētai autou, kai ethaumazon hoti meta gynaikos elalei; oudeis mentoi eipen Ti zēteis ē ti laleis met’ autēs? 28 aphēken oun tēn hydrian autēs hē gynē kai apēlthen eis tēn polin, kai legei tois anthrōpois 29 Deute idete anthrōpon hos eipen moi panta ha epoiēsa; mēti houtos estin ho Christos? 30 exēlthon ek tēs poleōs kai ērchonto pros auton. 31 En tō metaxy ērōtōn auton hoi mathētai legontes Rhabbei, phage. 32 ho de eipen autois Egō brōsin echō phagein hēn hymeis ouk oidate. 33 elegon oun hoi mathētai pros allēlous Mē tis ēnenken autō phagein? 34 legei autois ho Iēsous Emon brōma estin hina poiō to thelēma tou pempsantos me kai teleiōsō autou to ergon. 35 ouch hymeis legete hoti Eti tetramēnos estin kai ho therismos erchetai? idou legō hymin, eparate tous ophthalmous hymōn kai theasasthe tas chōras, hoti leukai eisin pros therismon. ēdē 36 ho therizōn misthon lambanei kai synagei karpon eis zōēn aiōnion, hina ho speirōn homou chairē kai ho therizōn. 37 en gar toutō ho logos estin alēthinos hoti allos estin ho speirōn kai allos ho therizōn. 38 egō apesteila hymas therizein ho ouch hymeis kekopiakate; alloi kekopiakasin, kai hymeis eis ton kopon autōn eiselēlythate. 39 Ek de tēs poleōs ekeinēs polloi episteusan eis auton tōn Samareitōn dia ton logon tēs gynaikos martyrousēs hoti Eipen moi panta ha epoiēsa. 40 hōs oun ēlthon pros auton hoi Samareitai, ērōtōn auton meinai par’ autois; kai emeinen ekei dyo hēmeras. 41 kai pollō pleious episteusan dia ton logon autou, 42 tē te gynaiki elegon hoti Ouketi dia tēn sēn lalian pisteuomen; autoi gar akēkoamen, kai oidamen hoti houtos estin alēthōs ho Sōtēr tou kosmou.

43 Meta de tas dyo hēmeras exēlthen ekeithen eis tēn Galilaian. 44 autos gar Iēsous emartyrēsen hoti prophētēs en tē idia patridi timēn ouk echei. 45 hote oun ēlthen eis tēn Galilaian, edexanto auton hoi Galilaioi, panta heōrakotes hosa epoiēsen en Hierosolymois en tē heortē; kai autoi gar ēlthon eis tēn heortēn.

46 Ēlthen oun palin eis tēn Kana tēs Galilaias, hopou epoiēsen to hydōr oinon. Kai ēn tis basilikos hou ho huios ēsthenei en Kapharnaoum; 47 houtos akousas hoti Iēsous hēkei ek tēs Ioudaias eis tēn Galilaian, apēlthen pros auton kai ērōta hina katabē kai iasētai autou ton huion; ēmellen gar apothnēskein. 48 eipen oun ho Iēsous pros auton Ean mē sēmeia kai terata idēte, ou mē pisteusēte. 49 legei pros auton ho basilikos Kyrie, katabēthi prin apothanein to paidion mou.

 

5: 1 Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθζαθά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν<, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι>. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ· 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ Θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον. 11 ὃς δὲ ἀπεκρίθη αὐτοῖς Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν αὐτόν Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι Ἆρον καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ εἶπεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 ὁ δὲ ἀπεκρίνατο αὐτοῖς Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγεν τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. 19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἂν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. 22 οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ Υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα. ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσουσιν. 26 ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ. 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. 28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάνην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ· 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ. 36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάνου· τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με ἀπέσταλκεν. 37 καὶ ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, 38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. 39 ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. 41 Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, 42 ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. 44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε; 45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;

 

5: 1 Meta tauta ēn heortē tōn Ioudaiōn, kai anebē Iēsous eis Hierosolyma. 2 Estin de en tois Hierosolymois epi tē probatikē kolymbēthra, hē epilegomenē Hebraisti Bēthzatha, pente stoas echousa. 3 en tautais katekeito plēthos tōn asthenountōn, typhlōn, chōlōn, xērōn<, ekdechomenōn tēn tou hydatos kinēsin. 4 angelos gar kata kairon katebainen en tē kolymbēthra kai etarasse to hydōr; ho oun prōtos embas meta tēn tarachēn tou hydatos hygiēs egineto, hō dēpote kateicheto nosēmati>. 5 ēn de tis anthrōpos ekei triakonta kai oktō etē echōn en tē astheneia autou; 6 touton idōn ho Iēsous katakeimenon, kai gnous hoti polyn ēdē chronon echei, legei autō Theleis hygiēs genesthai? 7 apekrithē autō ho asthenōn Kyrie, anthrōpon ouk echō, hina hotan tarachthē to hydōr balē me eis tēn kolymbēthran; en hō de erchomai egō, allos pro emou katabainei. 8 legei autō ho Iēsous Egeire aron ton krabatton sou kai peripatei. 9 kai eutheōs egeneto hygiēs ho anthrōpos, kai ēren ton krabatton autou kai periepatei. Ēn de sabbaton en ekeinē tē hēmera. 10 elegon oun hoi Ioudaioi tō tetherapeumenō Sabbaton estin, kai ouk exestin soi arai ton krabatton. 11 hos de apekrithē autois HO poiēsas me hygiē, ekeinos moi eipen Aron ton krabatton sou kai peripatei. 12 ērōtēsan auton Tis estin ho anthrōpos ho eipōn soi Aron kai peripatei? 13 ho de iatheis ouk ēdei tis estin; ho gar Iēsous exeneusen ochlou ontos en tō topō. 14 Meta tauta heuriskei auton ho Iēsous en tō hierō kai eipen autō Ide hygiēs gegonas; mēketi hamartane, hina mē cheiron soi ti genētai. 15 apēlthen ho anthrōpos kai eipen tois Ioudaiois hoti Iēsous estin ho poiēsas auton hygiē. 16 kai dia touto ediōkon hoi Ioudaioi ton Iēsoun, hoti tauta epoiei en sabbatō. 17 ho de apekrinato autois HO Patēr mou heōs arti ergazetai, kagō ergazomai; 18 dia touto oun mallon ezētoun auton hoi Ioudaioi apokteinai, hoti ou monon elyen to sabbaton, alla kai Patera idion elegen ton Theon, ison heauton poiōn tō Theō. 19 Apekrinato oun ho Iēsous kai elegen autois Amēn amēn legō hymin, ou dynatai ho Huios poiein aph’ heautou ouden, an mē ti blepē ton Patera poiounta; ha gar an ekeinos poiē, tauta kai ho Huios homoiōs poiei. 20 ho gar Patēr philei ton Huion kai panta deiknysin autō ha autos poiei, kai meizona toutōn deixei autō erga, hina hymeis thaumazēte. 21 hōsper gar ho Patēr egeirei tous nekrous kai zōopoiei, houtōs kai ho Huios hous thelei zōopoiei. 22 oude gar ho Patēr krinei oudena, alla tēn krisin pasan dedōken tō Huiō, 23 hina pantes timōsi ton Huion kathōs timōsi ton Patera. ho mē timōn ton Huion ou tima ton Patera ton pempsanta auton. 24 amēn amēn legō hymin hoti ho ton logon mou akouōn kai pisteuōn tō pempsanti me echei zōēn aiōnion, kai eis krisin ouk erchetai alla metabebēken ek tou thanatou eis tēn zōēn. 25 amēn amēn legō hymin hoti erchetai hōra kai nyn estin hote hoi nekroi akousousin tēs phōnēs tou Huiou tou Theou kai hoi akousantes zēsousin. 26 hōsper gar ho Patēr echei zōēn en heautō, houtōs kai tō Huiō edōken zōēn echein en heautō. 27 kai exousian edōken autō krisin poiein, hoti Huios anthrōpou estin. 28 mē thaumazete touto, hoti erchetai hōra en hē pantes hoi en tois mnēmeiois akousousin tēs phōnēs autou 29 kai ekporeusontai hoi ta agatha poiēsantes eis anastasin zōēs, hoi ta phaula praxantes eis anastasin kriseōs. 30 Ou dynamai egō poiein ap’ emautou ouden; kathōs akouō krinō, kai hē krisis hē emē dikaia estin, hoti ou zētō to thelēma to emon alla to thelēma tou pempsantos me. 31 Ean egō martyrō peri emautou, hē martyria mou ouk estin alēthēs; 32 allos estin ho martyrōn peri emou, kai oida hoti alēthēs estin hē martyria hēn martyrei peri emou. 33 hymeis apestalkate pros Iōanēn, kai memartyrēken tē alētheia; 34 egō de ou para anthrōpou tēn martyrian lambanō, alla tauta legō hina hymeis sōthēte. 35 ekeinos ēn ho lychnos ho kaiomenos kai phainōn, hymeis de ēthelēsate agalliathēnai pros hōran en tō phōti autou. 36 egō de echō tēn martyrian meizō tou Iōanou; ta gar erga ha dedōken moi ho Patēr hina teleiōsō auta, auta ta erga ha poiō, martyrei peri emou hoti ho Patēr me apestalken. 37 kai ho pempsas me Patēr, ekeinos memartyrēken peri emou. oute phōnēn autou pōpote akēkoate oute eidos autou heōrakate, 38 kai ton logon autou ouk echete en hymin menonta, hoti hon apesteilen ekeinos, toutō hymeis ou pisteuete. 39 eraunate tas graphas, hoti hymeis dokeite en autais zōēn aiōnion echein; kai ekeinai eisin hai martyrousai peri emou; 40 kai ou thelete elthein pros me hina zōēn echēte. 41 Doxan para anthrōpōn ou lambanō, 42 alla egnōka hymas hoti tēn agapēn tou Theou ouk echete en heautois. 43 egō elēlytha en tō onomati tou Patros mou, kai ou lambanete me; ean allos elthē en tō onomati tō idiō, ekeinon lēmpsesthe. 44 pōs dynasthe hymeis pisteusai, doxan para allēlōn lambanontes, kai tēn doxan tēn para tou monou Theou ou zēteite? 45 mē dokeite hoti egō katēgorēsō hymōn pros ton Patera; estin ho katēgorōn hymōn Mōusēs, eis hon hymeis ēlpikate. 46 ei gar episteuete Mōusei, episteuete an emoi; peri gar emou ekeinos egrapsen. 47 ei de tois ekeinou grammasin ou pisteuete, pōs tois emois rhēmasin pisteusete?

 

6: 1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. 2 ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. 3 ἀνῆλθεν δὲ εἰς τὸ ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. 4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. 5 ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον Πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; 6 τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. 7 ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος βραχύ τι λάβῃ. 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου 9 Ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; 10 εἶπεν ὁ Ἰησοῦς Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. 11 ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. 14 Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἔλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. 15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. 16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντες εἰς πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο. 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20 ὁ δὲ λέγει αὐτοῖς Ἐγώ εἰμι, μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.

22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 ἀλλὰ ἦλθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου. 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν. 25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ Ῥαββεί, πότε ὧδε γέγονας; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός. 28 εἶπον οὖν πρὸς αὐτόν Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; 29 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Τοῦτό ἐστιν τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30 εἶπον οὖν αὐτῷ Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· 33 ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34 εἶπον οὖν πρὸς αὐτόν Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον. 35 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε. 36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 Πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς νῦν λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Μὴ γογγύζετε μετ’ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ· πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμέ. 46 οὐχ ὅτι τὸν Πατέρα ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακεν τὸν Πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. 49 οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσει εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. 52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι’ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα. 59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ. 60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65 καὶ ἔλεγεν Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός. 66 Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Ἅγιος τοῦ Θεοῦ.

70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.

 

6: 1 Meta tauta apēlthen ho Iēsous peran tēs thalassēs tēs Galilaias tēs Tiberiados. 2 ēkolouthei de autō ochlos polys, hoti heōrōn ta sēmeia ha epoiei epi tōn asthenountōn. 3 anēlthen de eis to oros Iēsous, kai ekei ekathēto meta tōn mathētōn autou. 4 ēn de engys to pascha, hē heortē tōn Ioudaiōn. 5 eparas oun tous ophthalmous ho Iēsous kai theasamenos hoti polys ochlos erchetai pros auton, legei pros Philippon Pothen agorasōmen artous hina phagōsin houtoi? 6 touto de elegen peirazōn auton; autos gar ēdei ti emellen poiein. 7 apekrithē autō ho Philippos Diakosiōn dēnariōn artoi ouk arkousin autois, hina hekastos brachy ti labē. 8 legei autō heis ek tōn mathētōn autou, Andreas ho adelphos Simōnos Petrou 9 Estin paidarion hōde hos echei pente artous krithinous kai dyo opsaria; alla tauta ti estin eis tosoutous? 10 eipen ho Iēsous Poiēsate tous anthrōpous anapesein. ēn de chortos polys en tō topō. anepesan oun hoi andres ton arithmon hōs pentakischilioi. 11 elaben oun tous artous ho Iēsous kai eucharistēsas diedōken tois anakeimenois, homoiōs kai ek tōn opsariōn hoson ēthelon. 12 hōs de eneplēsthēsan, legei tois mathētais autou Synagagete ta perisseusanta klasmata, hina mē ti apolētai. 13 synēgagon oun, kai egemisan dōdeka kophinous klasmatōn ek tōn pente artōn tōn krithinōn ha eperisseusan tois bebrōkosin. 14 HOi oun anthrōpoi idontes ho epoiēsen sēmeion elegon hoti Houtos estin alēthōs ho prophētēs ho erchomenos eis ton kosmon. 15 Iēsous oun gnous hoti mellousin erchesthai kai harpazein auton hina poiēsōsin basilea, anechōrēsen palin eis to oros autos monos. 16 Hōs de opsia egeneto, katebēsan hoi mathētai autou epi tēn thalassan, 17 kai embantes eis ploion ērchonto peran tēs thalassēs eis Kapharnaoum. kai skotia ēdē egegonei kai oupō elēlythei pros autous ho Iēsous, 18 hē te thalassa anemou megalou pneontos diegeireto. 19 elēlakotes oun hōs stadious eikosi pente ē triakonta theōrousin ton Iēsoun peripatounta epi tēs thalassēs kai engys tou ploiou ginomenon, kai ephobēthēsan. 20 ho de legei autois Egō eimi, mē phobeisthe. 21 ēthelon oun labein auton eis to ploion, kai eutheōs egeneto to ploion epi tēs gēs eis hēn hypēgon.

22 Tē epaurion ho ochlos ho hestēkōs peran tēs thalassēs eidon hoti ploiarion allo ouk ēn ekei ei mē hen, kai hoti ou syneisēlthen tois mathētais autou ho Iēsous eis to ploion alla monoi hoi mathētai autou apēlthon; 23 alla ēlthen ploiaria ek Tiberiados engys tou topou hopou ephagon ton arton eucharistēsantos tou Kyriou. 24 hote oun eiden ho ochlos hoti Iēsous ouk estin ekei oude hoi mathētai autou, enebēsan autoi eis ta ploiaria kai ēlthon eis Kapharnaoum zētountes ton Iēsoun. 25 kai heurontes auton peran tēs thalassēs eipon autō Rhabbei, pote hōde gegonas? 26 apekrithē autois ho Iēsous kai eipen Amēn amēn legō hymin, zēteite me ouch hoti eidete sēmeia, all’ hoti ephagete ek tōn artōn kai echortasthēte. 27 ergazesthe mē tēn brōsin tēn apollymenēn, alla tēn brōsin tēn menousan eis zōēn aiōnion, hēn ho Huios tou anthrōpou hymin dōsei; touton gar ho Patēr esphragisen ho Theos. 28 eipon oun pros auton Ti poiōmen hina ergazōmetha ta erga tou Theou? 29 apekrithē Iēsous kai eipen autois Touto estin to ergon tou Theou, hina pisteuēte eis hon apesteilen ekeinos. 30 eipon oun autō Ti oun poieis sy sēmeion, hina idōmen kai pisteusōmen soi? ti ergazē? 31 hoi pateres hēmōn to manna ephagon en tē erēmō, kathōs estin gegrammenon Arton ek tou ouranou edōken autois phagein. 32 eipen oun autois ho Iēsous Amēn amēn legō hymin, ou Mōusēs dedōken hymin ton arton ek tou ouranou, all’ ho Patēr mou didōsin hymin ton arton ek tou ouranou ton alēthinon; 33 ho gar artos tou Theou estin ho katabainōn ek tou ouranou kai zōēn didous tō kosmō. 34 eipon oun pros auton Kyrie, pantote dos hēmin ton arton touton. 35 eipen autois ho Iēsous Egō eimi ho artos tēs zōēs; ho erchomenos pros eme ou mē peinasē, kai ho pisteuōn eis eme ou mē dipsēsei pōpote. 36 all’ eipon hymin hoti kai heōrakate me kai ou pisteuete. 37 Pan ho didōsin moi ho Patēr pros eme hēxei, kai ton erchomenon pros me ou mē ekbalō exō, 38 hoti katabebēka apo tou ouranou ouch hina poiō to thelēma to emon alla to thelēma tou pempsantos me. 39 touto de estin to thelēma tou pempsantos me, hina pan ho dedōken moi mē apolesō ex autou, alla anastēsō auto en tē eschatē hēmera. 40 touto gar estin to thelēma tou Patros mou, hina pas ho theōrōn ton Huion kai pisteuōn eis auton echē zōēn aiōnion, kai anastēsō auton egō en tē eschatē hēmera. 41 Egongyzon oun hoi Ioudaioi peri autou hoti eipen Egō eimi ho artos ho katabas ek tou ouranou, 42 kai elegon Ouch houtos estin Iēsous ho huios Iōsēph, hou hēmeis oidamen ton patera kai tēn mētera? pōs nyn legei hoti Ek tou ouranou katabebēka? 43 apekrithē Iēsous kai eipen autois Mē gongyzete met’ allēlōn. 44 oudeis dynatai elthein pros me ean mē ho Patēr ho pempsas me helkysē auton, kagō anastēsō auton en tē eschatē hēmera. 45 estin gegrammenon en tois prophētais Kai esontai pantes didaktoi Theou; pas ho akousas para tou Patros kai mathōn erchetai pros eme. 46 ouch hoti ton Patera heōraken tis, ei mē ho ōn para tou Theou, houtos heōraken ton Patera. 47 amēn amēn legō hymin, ho pisteuōn echei zōēn aiōnion. 48 egō eimi ho artos tēs zōēs. 49 hoi pateres hymōn ephagon en tē erēmō to manna kai apethanon; 50 houtos estin ho artos ho ek tou ouranou katabainōn, hina tis ex autou phagē kai mē apothanē. 51 egō eimi ho artos ho zōn ho ek tou ouranou katabas; ean tis phagē ek toutou tou artou, zēsei eis ton aiōna; kai ho artos de hon egō dōsō hē sarx mou estin hyper tēs tou kosmou zōēs. 52 Emachonto oun pros allēlous hoi Ioudaioi legontes Pōs dynatai houtos hēmin dounai tēn sarka phagein? 53 eipen oun autois ho Iēsous Amēn amēn legō hymin, ean mē phagēte tēn sarka tou Huiou tou anthrōpou kai piēte autou to haima, ouk echete zōēn en heautois. 54 ho trōgōn mou tēn sarka kai pinōn mou to haima echei zōēn aiōnion, kagō anastēsō auton tē eschatē hēmera. 55 hē gar sarx mou alēthēs estin brōsis, kai to haima mou alēthēs estin posis. 56 ho trōgōn mou tēn sarka kai pinōn mou to haima en emoi menei kagō en autō. 57 kathōs apesteilen me ho zōn Patēr kagō zō dia ton Patera, kai ho trōgōn me kakeinos zēsei di’ eme. 58 houtos estin ho artos ho ex ouranou katabas, ou kathōs ephagon hoi pateres kai apethanon; ho trōgōn touton ton arton zēsei eis ton aiōna. 59 Tauta eipen en synagōgē didaskōn en Kapharnaoum. 60 Polloi oun akousantes ek tōn mathētōn autou eipan Sklēros estin ho logos houtos; tis dynatai autou akouein? 61 eidōs de ho Iēsous en heautō hoti gongyzousin peri toutou hoi mathētai autou, eipen autois Touto hymas skandalizei? 62 ean oun theōrēte ton Huion tou anthrōpou anabainonta hopou ēn to proteron? 63 to pneuma estin to zōopoioun, hē sarx ouk ōphelei ouden; ta rhēmata ha egō lelalēka hymin pneuma estin kai zōē estin. 64 all’ eisin ex hymōn tines hoi ou pisteuousin. ēdei gar ex archēs ho Iēsous tines eisin hoi mē pisteuontes kai tis estin ho paradōsōn auton. 65 kai elegen Dia touto eirēka hymin hoti oudeis dynatai elthein pros me ean mē ē dedomenon autō ek tou Patros. 66 Ek toutou polloi tōn mathētōn autou apēlthon eis ta opisō kai ouketi met’ autou periepatoun. 67 eipen oun ho Iēsous tois dōdeka Mē kai hymeis thelete hypagein? 68 apekrithē autō Simōn Petros Kyrie, pros tina apeleusometha? rhēmata zōēs aiōniou echeis; 69 kai hēmeis pepisteukamen kai egnōkamen hoti sy ei ho Hagios tou Theou.

70 apekrithē autois ho Iēsous Ouk egō hymas tous dōdeka exelexamēn? kai ex hymōn heis diabolos estin. 71 elegen de ton Ioudan Simōnos Iskariōtou; houtos gar emellen paradidonai auton, heis ek tōn dōdeka.

 

7: 1 Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. 3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν τὰ ἔργα σοῦ ἃ ποιεῖς· 4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται. 9 ταῦτα δὲ εἰπὼν αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. 10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ. 11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον Ποῦ ἐστιν ἐκεῖνος; 12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι δὲ ἔλεγον Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. 14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. 15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; 16 ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ. 18 ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 20 ἀπεκρίθη ὁ ὄχλος Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. 22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, —οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων,— καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. 25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμειτῶν Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μή ποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός; 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον Ὁ Χριστὸς ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν; 32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. 33 εἶπεν οὖν ὁ Ἰησοῦς Ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν Διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυεὶδ, ἔρχεται ὁ Χριστός; 43 σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν· 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας. 45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46 ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος λαλεῖ ὁ ἄνθρωπος. 47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν. 50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν 51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; 51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; 52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται.

53 <Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.

 

7: 1 Kai meta tauta periepatei ho Iēsous en tē Galilaia; ou gar ēthelen en tē Ioudaia peripatein, hoti ezētoun auton hoi Ioudaioi apokteinai. 2 ēn de engys hē heortē tōn Ioudaiōn hē skēnopēgia. 3 eipon oun pros auton hoi adelphoi autou Metabēthi enteuthen kai hypage eis tēn Ioudaian, hina kai hoi mathētai sou theōrēsousin ta erga sou ha poieis; 4 oudeis gar ti en kryptō poiei kai zētei autos en parrēsia einai. ei tauta poieis, phanerōson seauton tō kosmō. 5 oude gar hoi adelphoi autou episteuon eis auton. 6 legei oun autois ho Iēsous HO kairos ho emos oupō parestin, ho de kairos ho hymeteros pantote estin hetoimos. 7 ou dynatai ho kosmos misein hymas, eme de misei, hoti egō martyrō peri autou hoti ta erga autou ponēra estin. 8 hymeis anabēte eis tēn heortēn; egō oupō anabainō eis tēn heortēn tautēn, hoti ho emos kairos oupō peplērōtai. 9 tauta de eipōn autois emeinen en tē Galilaia. 10 Hōs de anebēsan hoi adelphoi autou eis tēn heortēn, tote kai autos anebē, ou phanerōs alla hōs en kryptō. 11 hoi oun Ioudaioi ezētoun auton en tē heortē kai elegon Pou estin ekeinos? 12 kai gongysmos peri autou ēn polys en tois ochlois; hoi men elegon hoti Agathos estin, alloi de elegon Ou, alla plana ton ochlon. 13 oudeis mentoi parrēsia elalei peri autou dia ton phobon tōn Ioudaiōn. 14 Ēdē de tēs heortēs mesousēs anebē Iēsous eis to hieron kai edidasken. 15 ethaumazon oun hoi Ioudaioi legontes Pōs houtos grammata oiden mē memathēkōs? 16 apekrithē oun autois Iēsous kai eipen HĒ emē didachē ouk estin emē alla tou pempsantos me; 17 ean tis thelē to thelēma autou poiein, gnōsetai peri tēs didachēs, poteron ek tou Theou estin ē egō ap’ emautou lalō. 18 ho aph’ heautou lalōn tēn doxan tēn idian zētei; ho de zētōn tēn doxan tou pempsantos auton, houtos alēthēs estin kai adikia en autō ouk estin. 19 ou Mōusēs edōken hymin ton nomon? kai oudeis ex hymōn poiei ton nomon. ti me zēteite apokteinai? 20 apekrithē ho ochlos Daimonion echeis; tis se zētei apokteinai? 21 apekrithē Iēsous kai eipen autois Hen ergon epoiēsa kai pantes thaumazete. 22 dia touto Mōusēs dedōken hymin tēn peritomēn, —ouch hoti ek tou Mōuseōs estin all’ ek tōn paterōn,— kai en sabbatō peritemnete anthrōpon. 23 ei peritomēn lambanei anthrōpos en sabbatō hina mē lythē ho nomos Mōuseōs, emoi cholate hoti holon anthrōpon hygiē epoiēsa en sabbatō? 24 mē krinete kat’ opsin, alla tēn dikaian krisin krinate. 25 Elegon oun tines ek tōn Hierosolymeitōn Ouch houtos estin hon zētousin apokteinai? 26 kai ide parrēsia lalei kai ouden autō legousin. Mē pote alēthōs egnōsan hoi archontes hoti houtos estin ho Christos? 27 alla touton oidamen pothen estin; ho de Christos hotan erchētai, oudeis ginōskei pothen estin. 28 ekraxen oun en tō hierō didaskōn ho Iēsous kai legōn Kame oidate kai oidate pothen eimi; kai ap’ emautou ouk elēlytha, all’ estin alēthinos ho pempsas me, hon hymeis ouk oidate; 29 egō oida auton, hoti par’ autou eimi kakeinos me apesteilen. 30 Ezētoun oun auton piasai, kai oudeis epebalen ep’ auton tēn cheira, hoti oupō elēlythei hē hōra autou. 31 Ek tou ochlou de polloi episteusan eis auton, kai elegon HO Christos hotan elthē, mē pleiona sēmeia poiēsei hōn houtos epoiēsen? 32 Ēkousan hoi Pharisaioi tou ochlou gongyzontos peri autou tauta, kai apesteilan hoi archiereis kai hoi Pharisaioi hypēretas hina piasōsin auton. 33 eipen oun ho Iēsous Eti chronon mikron meth’ hymōn eimi kai hypagō pros ton pempsanta me. 34 zētēsete me kai ouch heurēsete, kai hopou eimi egō hymeis ou dynasthe elthein. 35 eipon oun hoi Ioudaioi pros heautous Pou houtos mellei poreuesthai, hoti hēmeis ouch heurēsomen auton? mē eis tēn Diasporan tōn Hellēnōn mellei poreuesthai kai didaskein tous Hellēnas? 36 tis estin ho logos houtos hon eipen Zētēsete me kai ouch heurēsete, kai hopou eimi egō hymeis ou dynasthe elthein?

37 En de tē eschatē hēmera tē megalē tēs heortēs heistēkei ho Iēsous, kai ekraxen legōn Ean tis dipsa, erchesthō pros me kai pinetō. 38 ho pisteuōn eis eme, kathōs eipen hē graphē, potamoi ek tēs koilias autou rheusousin hydatos zōntos. 39 touto de eipen peri tou Pneumatos hou emellon lambanein hoi pisteusantes eis auton; oupō gar ēn Pneuma, hoti Iēsous oudepō edoxasthē. 40 Ek tou ochlou oun akousantes tōn logōn toutōn elegon Houtos estin alēthōs ho prophētēs; 41 alloi elegon Houtos estin ho Christos; hoi de elegon Mē gar ek tēs Galilaias ho Christos erchetai? 42 ouch hē graphē eipen hoti ek tou spermatos Daueid, kai apo Bēthleem tēs kōmēs hopou ēn Daueid, erchetai ho Christos? 43 schisma oun egeneto en tō ochlō di’ auton; 44 tines de ēthelon ex autōn piasai auton, all’ oudeis epebalen ep’ auton tas cheiras. 45 Ēlthon oun hoi hypēretai pros tous archiereis kai Pharisaious, kai eipon autois ekeinoi Dia ti ouk ēgagete auton? 46 apekrithēsan hoi hypēretai Oudepote elalēsen houtōs anthrōpos, hōs houtos lalei ho anthrōpos. 47 apekrithēsan oun autois hoi Pharisaioi Mē kai hymeis peplanēsthe? 48 mē tis ek tōn archontōn episteusen eis auton ē ek tōn Pharisaiōn? 49 alla ho ochlos houtos ho mē ginōskōn ton nomon eparatoi eisin. 50 legei Nikodēmos pros autous, ho elthōn pros auton proteron, heis ōn ex autōn 51 Mē ho nomos hēmōn krinei ton anthrōpon ean mē akousē prōton par’ autou kai gnō ti poiei? 51 Mē ho nomos hēmōn krinei ton anthrōpon ean mē akousē prōton par’ autou kai gnō ti poiei? 52 apekrithēsan kai eipan autō Mē kai sy ek tēs Galilaias ei? eraunēson kai ide hoti ek tēs Galilaias prophētēs ouk egeiretai.

53 <Kai eporeuthē hekastos eis ton oikon autou.

 

8: 1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν. 2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν. καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4 λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπαυτοφώρῳ μοιχευομένη. 5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν· 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνάκυψας εἶπε πρὸς αὐτοὺς, Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτῇ βαλέτω. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δὲ, ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθεῖς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς, εἶπεν αὐτῇ, Ἡ γυνὴ, ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν, Οὐδείς, κύριε. εἶπε δὲ αὐτῇ ὁ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.>

12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς. 13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. 15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με. 17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. 18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. 19 ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου; ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε. 20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 21 Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι Μήτι ἀποκτενεῖ ἑαυτὸν, ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23 καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν; 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπεν οὖν ὁ Ἰησοῦς Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ, ταῦτα λαλῶ. 29 καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. 31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησαν πρὸς αὐτόν Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε; 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. 35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38 ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε. 39 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν, ἕνα Πατέρα ἔχομεν τὸν Θεόν. 42 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν. 43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47 ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ. 48 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 49 ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 εἶπαν αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς; 54 ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστιν, 55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. 57 εἶπαν οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.

 

8: 1 Iēsous de eporeuthē eis to oros tōn elaiōn. 2 Orthrou de palin paregeneto eis to hieron, kai pas ho laos ērcheto pros auton. kai kathisas edidasken autous. 3 agousi de hoi grammateis kai hoi Pharisaioi pros auton gynaika en moicheia kateilēmmenēn, kai stēsantes autēn en mesō, 4 legousin autō, Didaskale, hautē hē gynē katelēphthē epautophōrō moicheuomenē. 5 en de tō nomō Mōsēs hēmin eneteilato tas toiautas lithoboleisthai; sy oun ti legeis? 6 touto de elegon peirazontes auton, hina echōsi katēgorein autou. ho de Iēsous katō kypsas, tō daktylō egraphen eis tēn gēn; 7 hōs de epemenon erōtōntes auton, anakypsas eipe pros autous, HO anamartētos hymōn prōtos ton lithon ep’ autē baletō. 8 kai palin katō kypsas egraphen eis tēn gēn. 9 hoi de, akousantes kai hypo tēs syneidēseōs elenchomenoi, exērchonto heis katheis, arxamenoi apo tōn presbyterōn heōs tōn eschatōn; kai kateleiphthē monos ho Iēsous, kai hē gynē en mesō hestōsa. 10 anakypsas de ho Iēsous, kai mēdena theasamenos plēn tēs gynaikos, eipen autē, HĒ gynē, pou eisin ekeinoi hoi katēgoroi sou? oudeis se katekrinen? 11 hē de eipen, Oudeis, kyrie. eipe de autē ho Iēsous, Oude egō se katakrinō; poreuou kai mēketi hamartane.>

12 Palin oun autois elalēsen ho Iēsous legōn Egō eimi to phōs tou kosmou; ho akolouthōn moi ou mē peripatēsē en tē skotia, all’ hexei to phōs tēs zōēs. 13 eipon oun autō hoi Pharisaioi Sy peri seautou martyreis; hē martyria sou ouk estin alēthēs. 14 apekrithē Iēsous kai eipen autois Kan egō martyrō peri emautou, alēthēs estin hē martyria mou, hoti oida pothen ēlthon kai pou hypagō; hymeis de ouk oidate pothen erchomai ē pou hypagō. 15 hymeis kata tēn sarka krinete, egō ou krinō oudena. 16 kai ean krinō de egō, hē krisis hē emē alēthinē estin, hoti monos ouk eimi, all’ egō kai ho pempsas me. 17 kai en tō nomō de tō hymeterō gegraptai hoti dyo anthrōpōn hē martyria alēthēs estin. 18 egō eimi ho martyrōn peri emautou, kai martyrei peri emou ho pempsas me Patēr. 19 elegon oun autō Pou estin ho Patēr sou? apekrithē Iēsous Oute eme oidate oute ton Patera mou; ei eme ēdeite, kai ton Patera mou an ēdeite. 20 Tauta ta rhēmata elalēsen en tō gazophylakiō didaskōn en tō hierō; kai oudeis epiasen auton, hoti oupō elēlythei hē hōra autou. 21 Eipen oun palin autois Egō hypagō kai zētēsete me, kai en tē hamartia hymōn apothaneisthe; hopou egō hypagō hymeis ou dynasthe elthein. 22 elegon oun hoi Ioudaioi Mēti apoktenei heauton, hoti legei Hopou egō hypagō hymeis ou dynasthe elthein? 23 kai elegen autois Hymeis ek tōn katō este, egō ek tōn anō eimi; hymeis ek toutou tou kosmou este, egō ouk eimi ek tou kosmou toutou. 24 eipon oun hymin hoti apothaneisthe en tais hamartiais hymōn; ean gar mē pisteusēte hoti egō eimi, apothaneisthe en tais hamartiais hymōn. 25 elegon oun autō Sy tis ei? eipen autois ho Iēsous Tēn archēn ho ti kai lalō hymin? 26 polla echō peri hymōn lalein kai krinein; all’ ho pempsas me alēthēs estin, kagō ha ēkousa par’ autou, tauta lalō eis ton kosmon. 27 ouk egnōsan hoti ton Patera autois elegen. 28 eipen oun ho Iēsous Hotan hypsōsēte ton Huion tou anthrōpou, tote gnōsesthe hoti egō eimi, kai ap’ emautou poiō ouden, alla kathōs edidaxen me ho Patēr, tauta lalō. 29 kai ho pempsas me met’ emou estin; ouk aphēken me monon, hoti egō ta aresta autō poiō pantote. 30 Tauta autou lalountos polloi episteusan eis auton. 31 Elegen oun ho Iēsous pros tous pepisteukotas autō Ioudaious Ean hymeis meinēte en tō logō tō emō, alēthōs mathētai mou este, 32 kai gnōsesthe tēn alētheian, kai hē alētheia eleutherōsei hymas. 33 apekrithēsan pros auton Sperma Abraam esmen, kai oudeni dedouleukamen pōpote; pōs sy legeis hoti Eleutheroi genēsesthe? 34 apekrithē autois ho Iēsous Amēn amēn legō hymin hoti pas ho poiōn tēn hamartian doulos estin tēs hamartias. 35 ho de doulos ou menei en tē oikia eis ton aiōna; ho huios menei eis ton aiōna. 36 ean oun ho Huios hymas eleutherōsē, ontōs eleutheroi esesthe. 37 oida hoti sperma Abraam este; alla zēteite me apokteinai, hoti ho logos ho emos ou chōrei en hymin. 38 ha egō heōraka para tō Patri lalō; kai hymeis oun ha ēkousate para tou patros poieite. 39 apekrithēsan kai eipan autō HO patēr hēmōn Abraam estin. legei autois ho Iēsous Ei tekna tou Abraam este, ta erga tou Abraam poieite; 40 nyn de zēteite me apokteinai, anthrōpon hos tēn alētheian hymin lelalēka, hēn ēkousa para tou Theou; touto Abraam ouk epoiēsen. 41 hymeis poieite ta erga tou patros hymōn. eipan autō Hēmeis ek porneias ouk egennēthēmen, hena Patera echomen ton Theon. 42 eipen autois ho Iēsous Ei ho Theos Patēr hymōn ēn, ēgapate an eme; egō gar ek tou Theou exēlthon kai hēkō; oude gar ap’ emautou elēlytha, all’ ekeinos me apesteilen. 43 dia ti tēn lalian tēn emēn ou ginōskete? hoti ou dynasthe akouein ton logon ton emon. 44 hymeis ek tou patros tou diabolou este kai tas epithymias tou patros hymōn thelete poiein. ekeinos anthrōpoktonos ēn ap’ archēs, kai en tē alētheia ouk estēken, hoti ouk estin alētheia en autō. hotan lalē to pseudos, ek tōn idiōn lalei, hoti pseustēs estin kai ho patēr autou. 45 egō de hoti tēn alētheian legō, ou pisteuete moi. 46 tis ex hymōn elenchei me peri hamartias? ei alētheian legō, dia ti hymeis ou pisteuete moi? 47 ho ōn ek tou Theou ta rhēmata tou Theou akouei; dia touto hymeis ouk akouete, hoti ek tou Theou ouk este. 48 Apekrithēsan hoi Ioudaioi kai eipan autō Ou kalōs legomen hēmeis hoti Samareitēs ei sy kai daimonion echeis? 49 apekrithē Iēsous Egō daimonion ouk echō, alla timō ton Patera mou, kai hymeis atimazete me. 50 egō de ou zētō tēn doxan mou; estin ho zētōn kai krinōn. 51 amēn amēn legō hymin, ean tis ton emon logon tērēsē, thanaton ou mē theōrēsē eis ton aiōna. 52 eipan autō hoi Ioudaioi Nyn egnōkamen hoti daimonion echeis. Abraam apethanen kai hoi prophētai, kai sy legeis Ean tis ton logon mou tērēsē, ou mē geusētai thanatou eis ton aiōna. 53 mē sy meizōn ei tou patros hēmōn Abraam, hostis apethanen? kai hoi prophētai apethanon; tina seauton poieis? 54 apekrithē Iēsous Ean egō doxasō emauton, hē doxa mou ouden estin; estin ho Patēr mou ho doxazōn me, hon hymeis legete hoti Theos hēmōn estin, 55 kai ouk egnōkate auton, egō de oida auton. kan eipō hoti ouk oida auton, esomai homoios hymin pseustēs; alla oida auton kai ton logon autou tērō. 56 Abraam ho patēr hymōn ēgalliasato hina idē tēn hēmeran tēn emēn, kai eiden kai echarē. 57 eipan oun hoi Ioudaioi pros auton Pentēkonta etē oupō echeis kai Abraam heōrakas? 58 eipen autois Iēsous Amēn amēn legō hymin, prin Abraam genesthai egō eimi. 59 ēran oun lithous hina balōsin ep’ auton; Iēsous de ekrybē kai exēlthen ek tou hierou.

 

9: 1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββεί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. 4 ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέθηκεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς, 7 καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον, ὅτι προσαίτης ἦν, ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ἔλεγον Οὐχί, ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ Πῶς οὖν ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθη ἐκεῖνος Ὁ ἄνθρωπος ὁ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα. 12 καὶ εἶπαν αὐτῷ Ποῦ ἐστιν ἐκεῖνος; λέγει Οὐκ οἶδα. 13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές Οὐκ ἔστιν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 λέγουσιν οὖν τῷ τυφλῷ πάλιν Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι Προφήτης ἐστίν. 18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος 19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι; 20 ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε. 24 Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς, καὶ εἶπαν αὐτῷ Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν ἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπαν οὖν αὐτῷ Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπαν Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31 οἴδαμεν ὅτι ὁ Θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. 35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν Καὶ τίς ἐστιν, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 εἶπεν αὐτῷ ὁ Ἰησοῦς Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39 καὶ εἶπεν ὁ Ἰησοῦς Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40 ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ’ αὐτοῦ ὄντες, καὶ εἶπαν αὐτῷ Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ἡ ἁμαρτία ὑμῶν μένει.

 

9: 1 Kai paragōn eiden anthrōpon typhlon ek genetēs. 2 kai ērōtēsan auton hoi mathētai autou legontes Rhabbei, tis hēmarten, houtos ē hoi goneis autou, hina typhlos gennēthē? 3 apekrithē Iēsous Oute houtos hēmarten oute hoi goneis autou, all’ hina phanerōthē ta erga tou Theou en autō. 4 hēmas dei ergazesthai ta erga tou pempsantos me heōs hēmera estin; erchetai nyx hote oudeis dynatai ergazesthai. 5 hotan en tō kosmō ō, phōs eimi tou kosmou. 6 tauta eipōn eptysen chamai kai epoiēsen pēlon ek tou ptysmatos, kai epethēken autou ton pēlon epi tous ophthalmous, 7 kai eipen autō Hypage nipsai eis tēn kolymbēthran tou Silōam (ho hermēneuetai Apestalmenos). apēlthen oun kai enipsato, kai ēlthen blepōn. 8 HOi oun geitones kai hoi theōrountes auton to proteron, hoti prosaitēs ēn, elegon Ouch houtos estin ho kathēmenos kai prosaitōn? 9 alloi elegon hoti Houtos estin; alloi elegon Ouchi, alla homoios autō estin. ekeinos elegen hoti Egō eimi. 10 elegon oun autō Pōs oun ēneōchthēsan sou hoi ophthalmoi? 11 apekrithē ekeinos HO anthrōpos ho legomenos Iēsous pēlon epoiēsen kai epechrisen mou tous ophthalmous kai eipen moi hoti Hypage eis ton Silōam kai nipsai; apelthōn oun kai nipsamenos aneblepsa. 12 kai eipan autō Pou estin ekeinos? legei Ouk oida. 13 Agousin auton pros tous Pharisaious, ton pote typhlon. 14 ēn de sabbaton en hē hēmera ton pēlon epoiēsen ho Iēsous kai aneōxen autou tous ophthalmous. 15 palin oun ērōtōn auton kai hoi Pharisaioi pōs aneblepsen. ho de eipen autois Pēlon epethēken mou epi tous ophthalmous, kai enipsamēn, kai blepō. 16 elegon oun ek tōn Pharisaiōn tines Ouk estin houtos para Theou ho anthrōpos, hoti to sabbaton ou tērei. alloi elegon Pōs dynatai anthrōpos hamartōlos toiauta sēmeia poiein? kai schisma ēn en autois. 17 legousin oun tō typhlō palin Ti sy legeis peri autou, hoti ēneōxen sou tous ophthalmous? ho de eipen hoti Prophētēs estin. 18 ouk episteusan oun hoi Ioudaioi peri autou hoti ēn typhlos kai aneblepsen, heōs hotou ephōnēsan tous goneis autou tou anablepsantos 19 kai ērōtēsan autous legontes Houtos estin ho huios hymōn, hon hymeis legete hoti typhlos egennēthē? pōs oun blepei arti? 20 apekrithēsan oun hoi goneis autou kai eipan Oidamen hoti houtos estin ho huios hēmōn kai hoti typhlos egennēthē; 21 pōs de nyn blepei ouk oidamen, ē tis ēnoixen autou tous ophthalmous hēmeis ouk oidamen; auton erōtēsate, hēlikian echei, autos peri heautou lalēsei. 22 tauta eipan hoi goneis autou hoti ephobounto tous Ioudaious; ēdē gar synetetheinto hoi Ioudaioi hina ean tis auton homologēsē Christon, aposynagōgos genētai. 23 dia touto hoi goneis autou eipan hoti Hēlikian echei, auton eperōtēsate. 24 Ephōnēsan oun ton anthrōpon ek deuterou hos ēn typhlos, kai eipan autō Dos doxan tō Theō; hēmeis oidamen hoti houtos ho anthrōpos hamartōlos estin. 25 apekrithē oun ekeinos Ei hamartōlos estin ouk oida; hen oida, hoti typhlos ōn arti blepō. 26 eipan oun autō Ti epoiēsen soi? pōs ēnoixen sou tous ophthalmous? 27 apekrithē autois Eipon hymin ēdē kai ouk ēkousate; ti palin thelete akouein? mē kai hymeis thelete autou mathētai genesthai? 28 kai eloidorēsan auton kai eipan Sy mathētēs ei ekeinou, hēmeis de tou Mōuseōs esmen mathētai; 29 hēmeis oidamen hoti Mōusei lelalēken ho Theos, touton de ouk oidamen pothen estin. 30 apekrithē ho anthrōpos kai eipen autois En toutō gar to thaumaston estin, hoti hymeis ouk oidate pothen estin, kai ēnoixen mou tous ophthalmous. 31 oidamen hoti ho Theos hamartōlōn ouk akouei, all’ ean tis theosebēs ē kai to thelēma autou poiē, toutou akouei. 32 ek tou aiōnos ouk ēkousthē hoti ēneōxen tis ophthalmous typhlou gegennēmenou; 33 ei mē ēn houtos para Theou, ouk ēdynato poiein ouden. 34 apekrithēsan kai eipan autō En hamartiais sy egennēthēs holos, kai sy didaskeis hēmas? kai exebalon auton exō. 35 Ēkousen Iēsous hoti exebalon auton exō, kai heurōn auton eipen Sy pisteueis eis ton Huion tou anthrōpou? 36 apekrithē ekeinos kai eipen Kai tis estin, Kyrie, hina pisteusō eis auton? 37 eipen autō ho Iēsous Kai heōrakas auton kai ho lalōn meta sou ekeinos estin. 38 ho de ephē Pisteuō, Kyrie; kai prosekynēsen autō. 39 kai eipen ho Iēsous Eis krima egō eis ton kosmon touton ēlthon, hina hoi mē blepontes blepōsin kai hoi blepontes typhloi genōntai. 40 ēkousan ek tōn Pharisaiōn tauta hoi met’ autou ontes, kai eipan autō Mē kai hēmeis typhloi esmen? 41 eipen autois ho Iēsous Ei typhloi ēte, ouk an eichete hamartian; nyn de legete hoti Blepomen; hē hamartia hymōn menei.

 

10: 1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· 2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. 3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. 4 ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· 5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. 6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. 7 Εἶπεν οὖν πάλιν ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. 11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει,— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει·— 13 ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, 15 καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. 17 διὰ τοῦτό με ὁ Πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 οὐδεὶς ἦρεν αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου. 19 Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 ἄλλοι ἔλεγον Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι;

22 Ἐγένετο τότε τὰ ἐνκαίνια ἐν τοῖς Ἱεροσολύμοις· χειμὼν ἦν· 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν. 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ Πατήρ μου ὃ δέδωκέν μοι πάντων μεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός. 30 ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. 31 Ἐβάστασαν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Πολλὰ ἔργα ἔδειξα ὑμῖν καλὰ ἐκ τοῦ Πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε; 33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα Θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον Υἱὸς τοῦ Θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ κἀγὼ ἐν τῷ Πατρί. 39 Ἐζήτουν οὖν αὐτὸν πάλιν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.

40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάνης τὸ πρῶτον βαπτίζων, καὶ ἔμενεν ἐκεῖ. 41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάνης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάνης περὶ τούτου ἀληθῆ ἦν. 42 καὶ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.

 

10: 1 Amēn amēn legō hymin, ho mē eiserchomenos dia tēs thyras eis tēn aulēn tōn probatōn alla anabainōn allachothen, ekeinos kleptēs estin kai lēstēs; 2 ho de eiserchomenos dia tēs thyras poimēn estin tōn probatōn. 3 toutō ho thyrōros anoigei, kai ta probata tēs phōnēs autou akouei, kai ta idia probata phōnei kat’ onoma kai exagei auta. 4 hotan ta idia panta ekbalē, emprosthen autōn poreuetai, kai ta probata autō akolouthei, hoti oidasin tēn phōnēn autou; 5 allotriō de ou mē akolouthēsousin, alla pheuxontai ap’ autou, hoti ouk oidasin tōn allotriōn tēn phōnēn. 6 Tautēn tēn paroimian eipen autois ho Iēsous; ekeinoi de ouk egnōsan tina ēn ha elalei autois. 7 Eipen oun palin ho Iēsous Amēn amēn legō hymin hoti egō eimi hē thyra tōn probatōn. 8 pantes hosoi ēlthon pro emou kleptai eisin kai lēstai; all’ ouk ēkousan autōn ta probata. 9 egō eimi hē thyra; di’ emou ean tis eiselthē, sōthēsetai, kai eiseleusetai kai exeleusetai kai nomēn heurēsei. 10 ho kleptēs ouk erchetai ei mē hina klepsē kai thysē kai apolesē; egō ēlthon hina zōēn echōsin kai perisson echōsin. 11 egō eimi ho poimēn ho kalos. ho poimēn ho kalos tēn psychēn autou tithēsin hyper tōn probatōn; 12 ho misthōtos kai ouk ōn poimēn, hou ouk estin ta probata idia, theōrei ton lykon erchomenon kai aphiēsin ta probata kai pheugei,— kai ho lykos harpazei auta kai skorpizei;— 13 hoti misthōtos estin kai ou melei autō peri tōn probatōn. 14 egō eimi ho poimēn ho kalos, kai ginōskō ta ema kai ginōskousi me ta ema, 15 kathōs ginōskei me ho Patēr kagō ginōskō ton Patera, kai tēn psychēn mou tithēmi hyper tōn probatōn. 16 kai alla probata echō ha ouk estin ek tēs aulēs tautēs; kakeina dei me agagein, kai tēs phōnēs mou akousousin, kai genēsetai mia poimnē, heis poimēn. 17 dia touto me ho Patēr agapa hoti egō tithēmi tēn psychēn mou, hina palin labō autēn. 18 oudeis ēren autēn ap’ emou, all’ egō tithēmi autēn ap’ emautou. exousian echō theinai autēn, kai exousian echō palin labein autēn; tautēn tēn entolēn elabon para tou Patros mou. 19 Schisma palin egeneto en tois Ioudaiois dia tous logous toutous. 20 elegon de polloi ex autōn Daimonion echei kai mainetai; ti autou akouete? 21 alloi elegon Tauta ta rhēmata ouk estin daimonizomenou; mē daimonion dynatai typhlōn ophthalmous anoixai?

22 Egeneto tote ta enkainia en tois Hierosolymois; cheimōn ēn; 23 kai periepatei ho Iēsous en tō hierō en tē stoa tou Solomōnos. 24 ekyklōsan oun auton hoi Ioudaioi kai elegon autō Heōs pote tēn psychēn hēmōn aireis? ei sy ei ho Christos, eipon hēmin parrēsia. 25 apekrithē autois ho Iēsous Eipon hymin, kai ou pisteuete; ta erga ha egō poiō en tō onomati tou Patros mou, tauta martyrei peri emou; 26 alla hymeis ou pisteuete, hoti ouk este ek tōn probatōn tōn emōn. 27 ta probata ta ema tēs phōnēs mou akouousin, kagō ginōskō auta, kai akolouthousin moi, 28 kagō didōmi autois zōēn aiōnion, kai ou mē apolōntai eis ton aiōna, kai ouch harpasei tis auta ek tēs cheiros mou. 29 ho Patēr mou ho dedōken moi pantōn meizon estin, kai oudeis dynatai harpazein ek tēs cheiros tou Patros. 30 egō kai ho Patēr hen esmen. 31 Ebastasan palin lithous hoi Ioudaioi hina lithasōsin auton. 32 apekrithē autois ho Iēsous Polla erga edeixa hymin kala ek tou Patros; dia poion autōn ergon eme lithazete? 33 apekrithēsan autō hoi Ioudaioi Peri kalou ergou ou lithazomen se alla peri blasphēmias, kai hoti sy anthrōpos ōn poieis seauton Theon. 34 apekrithē autois ho Iēsous Ouk estin gegrammenon en tō nomō hymōn hoti Egō eipa Theoi este? 35 ei ekeinous eipen theous pros hous ho logos tou Theou egeneto, kai ou dynatai lythēnai hē graphē, 36 hon ho Patēr hēgiasen kai apesteilen eis ton kosmon hymeis legete hoti Blasphēmeis, hoti eipon Huios tou Theou eimi? 37 ei ou poiō ta erga tou Patros mou, mē pisteuete moi; 38 ei de poiō, kan emoi mē pisteuēte, tois ergois pisteuete, hina gnōte kai ginōskēte hoti en emoi ho Patēr kagō en tō Patri. 39 Ezētoun oun auton palin piasai; kai exēlthen ek tēs cheiros autōn.

40 Kai apēlthen palin peran tou Iordanou eis ton topon hopou ēn Iōanēs to prōton baptizōn, kai emenen ekei. 41 kai polloi ēlthon pros auton kai elegon hoti Iōanēs men sēmeion epoiēsen ouden, panta de hosa eipen Iōanēs peri toutou alēthē ēn. 42 kai polloi episteusan eis auton ekei.

 

11: 1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. 2 ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. 3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. 4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς. 5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. 6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· 7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. 8 λέγουσιν αὐτῷ οἱ μαθηταί Ῥαββεί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; 9 ἀπεκρίθη Ἰησοῦς Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ Κύριε, εἰ κεκοίμηται, σωθήσεται. 13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ Λάζαρος ἀπέθανεν, 15 καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συνμαθηταῖς Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ. 17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 19 πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ. 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖν ἡ Μάρθα πρὸς Ἰησοῦν Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. 22 καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι ὁ Θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστήσεται ὁ ἀδελφός σου. 24 λέγει αὐτῷ ἡ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ Ναί, Κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος. 28 καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα Ὁ Διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. 29 ἐκείνη δὲ ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν· 30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ’ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 32 ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ Κύριε, εἰ ἦς ὧδε, οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπεν Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ Κύριε, ἔρχου καὶ ἴδε. 35 ἐδάκρυσεν ὁ Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι Ἴδε πῶς ἐφίλει αὐτόν. 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; 38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ. 39 λέγει ὁ Ἰησοῦς Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. 40 λέγει αὐτῇ ὁ Ἰησοῦς Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ; 41 ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν Λάζαρε, δεῦρο ἔξω. 44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν. 45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ὃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς. 47 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα; 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53 ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

54 Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν. 55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

 

11: 1 Ēn de tis asthenōn, Lazaros apo Bēthanias, ek tēs kōmēs Marias kai Marthas tēs adelphēs autēs. 2 ēn de Mariam hē aleipsasa ton Kyrion myrō kai ekmaxasa tous podas autou tais thrixin autēs, hēs ho adelphos Lazaros ēsthenei. 3 apesteilan oun hai adelphai pros auton legousai Kyrie, ide hon phileis asthenei. 4 akousas de ho Iēsous eipen Hautē hē astheneia ouk estin pros thanaton all’ hyper tēs doxēs tou Theou, hina doxasthē ho Huios tou Theou di’ autēs. 5 ēgapa de ho Iēsous tēn Marthan kai tēn adelphēn autēs kai ton Lazaron. 6 hōs oun ēkousen hoti asthenei, tote men emeinen en hō ēn topō dyo hēmeras; 7 epeita meta touto legei tois mathētais Agōmen eis tēn Ioudaian palin. 8 legousin autō hoi mathētai Rhabbei, nyn ezētoun se lithasai hoi Ioudaioi, kai palin hypageis ekei? 9 apekrithē Iēsous Ouchi dōdeka hōrai eisin tēs hēmeras? ean tis peripatē en tē hēmera, ou proskoptei, hoti to phōs tou kosmou toutou blepei; 10 ean de tis peripatē en tē nykti, proskoptei, hoti to phōs ouk estin en autō. 11 tauta eipen, kai meta touto legei autois Lazaros ho philos hēmōn kekoimētai; alla poreuomai hina exypnisō auton. 12 eipan oun hoi mathētai autō Kyrie, ei kekoimētai, sōthēsetai. 13 eirēkei de ho Iēsous peri tou thanatou autou; ekeinoi de edoxan hoti peri tēs koimēseōs tou hypnou legei. 14 tote oun eipen autois ho Iēsous parrēsia Lazaros apethanen, 15 kai chairō di’ hymas, hina pisteusēte, hoti ouk ēmēn ekei; alla agōmen pros auton. 16 eipen oun Thōmas ho legomenos Didymos tois synmathētais Agōmen kai hēmeis hina apothanōmen met’ autou. 17 Elthōn oun ho Iēsous heuren auton tessaras ēdē hēmeras echonta en tō mnēmeiō. 18 ēn de Bēthania engys tōn Hierosolymōn hōs apo stadiōn dekapente. 19 polloi de ek tōn Ioudaiōn elēlytheisan pros tēn Marthan kai Mariam, hina paramythēsōntai autas peri tou adelphou. 20 hē oun Martha hōs ēkousen hoti Iēsous erchetai, hypēntēsen autō; Mariam de en tō oikō ekathezeto. 21 eipen oun hē Martha pros Iēsoun Kyrie, ei ēs hōde, ouk an apethanen ho adelphos mou. 22 kai nyn oida hoti hosa an aitēsē ton Theon dōsei soi ho Theos. 23 legei autē ho Iēsous Anastēsetai ho adelphos sou. 24 legei autō hē Martha Oida hoti anastēsetai en tē anastasei en tē eschatē hēmera. 25 eipen autē ho Iēsous Egō eimi hē anastasis kai hē zōē; ho pisteuōn eis eme kan apothanē zēsetai, 26 kai pas ho zōn kai pisteuōn eis eme ou mē apothanē eis ton aiōna; pisteueis touto? 27 legei autō Nai, Kyrie; egō pepisteuka hoti sy ei ho Christos ho Huios tou Theou ho eis ton kosmon erchomenos. 28 kai touto eipousa apēlthen kai ephōnēsen Mariam tēn adelphēn autēs lathra eipousa HO Didaskalos parestin kai phōnei se. 29 ekeinē de hōs ēkousen, egeiretai tachy kai ērcheto pros auton; 30 oupō de elēlythei ho Iēsous eis tēn kōmēn, all’ ēn eti en tō topō hopou hypēntēsen autō hē Martha. 31 hoi oun Ioudaioi hoi ontes met’ autēs en tē oikia kai paramythoumenoi autēn, idontes tēn Mariam hoti tacheōs anestē kai exēlthen, ēkolouthēsan autē, doxantes hoti hypagei eis to mnēmeion hina klausē ekei. 32 hē oun Mariam hōs ēlthen hopou ēn Iēsous, idousa auton epesen autou pros tous podas, legousa autō Kyrie, ei ēs hōde, ouk an mou apethanen ho adelphos. 33 Iēsous oun hōs eiden autēn klaiousan kai tous synelthontas autē Ioudaious klaiontas, enebrimēsato tō pneumati kai etaraxen heauton, 34 kai eipen Pou tetheikate auton? legousin autō Kyrie, erchou kai ide. 35 edakrysen ho Iēsous. 36 elegon oun hoi Ioudaioi Ide pōs ephilei auton. 37 tines de ex autōn eipan Ouk edynato houtos ho anoixas tous ophthalmous tou typhlou poiēsai hina kai houtos mē apothanē? 38 Iēsous oun palin embrimōmenos en heautō erchetai eis to mnēmeion; ēn de spēlaion, kai lithos epekeito ep’ autō. 39 legei ho Iēsous Arate ton lithon. legei autō hē adelphē tou teteleutēkotos Martha Kyrie, ēdē ozei; tetartaios gar estin. 40 legei autē ho Iēsous Ouk eipon soi hoti ean pisteusēs opsē tēn doxan tou Theou? 41 ēran oun ton lithon. ho de Iēsous ēren tous ophthalmous anō kai eipen Pater, eucharistō soi hoti ēkousas mou. 42 egō de ēdein hoti pantote mou akoueis; alla dia ton ochlon ton periestōta eipon, hina pisteusōsin hoti sy me apesteilas. 43 kai tauta eipōn phōnē megalē ekraugasen Lazare, deuro exō. 44 exēlthen ho tethnēkōs dedemenos tous podas kai tas cheiras keiriais, kai hē opsis autou soudariō periededeto. legei autois ho Iēsous Lysate auton kai aphete auton hypagein. 45 Polloi oun ek tōn Ioudaiōn, hoi elthontes pros tēn Mariam kai theasamenoi ho epoiēsen, episteusan eis auton; 46 tines de ex autōn apēlthon pros tous Pharisaious kai eipan autois ha epoiēsen Iēsous. 47 Synēgagon oun hoi archiereis kai hoi Pharisaioi synedrion, kai elegon Ti poioumen, hoti houtos ho anthrōpos polla poiei sēmeia? 48 ean aphōmen auton houtōs, pantes pisteusousin eis auton, kai eleusontai hoi Rhōmaioi kai arousin hēmōn kai ton topon kai to ethnos. 49 heis de tis ex autōn Kaiaphas, archiereus ōn tou eniautou ekeinou, eipen autois Hymeis ouk oidate ouden, 50 oude logizesthe hoti sympherei hymin hina heis anthrōpos apothanē hyper tou laou kai mē holon to ethnos apolētai. 51 touto de aph’ heautou ouk eipen, alla archiereus ōn tou eniautou ekeinou eprophēteusen hoti emellen Iēsous apothnēskein hyper tou ethnous, 52 kai ouch hyper tou ethnous monon, all’ hina kai ta tekna tou Theou ta dieskorpismena synagagē eis hen. 53 ap’ ekeinēs oun tēs hēmeras ebouleusanto hina apokteinōsin auton.

54 HO oun Iēsous ouketi parrēsia periepatei en tois Ioudaiois, alla apēlthen ekeithen eis tēn chōran engys tēs erēmou, eis Ephraim legomenēn polin, kakei emeinen meta tōn mathētōn. 55 Ēn de engys to pascha tōn Ioudaiōn, kai anebēsan polloi eis Hierosolyma ek tēs chōras pro tou pascha, hina hagnisōsin heautous. 56 ezētoun oun ton Iēsoun kai elegon met’ allēlōn en tō hierō hestēkotes Ti dokei hymin? hoti ou mē elthē eis tēn heortēn? 57 dedōkeisan de hoi archiereis kai hoi Pharisaioi entolas hina ean tis gnō pou estin mēnysē, hopōs piasōsin auton.

 

12: 1 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν Ἰησοῦς. 2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· 3 ἡ οὖν Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι 5 Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 6 εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. 7 εἶπεν οὖν ὁ Ἰησοῦς Ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τηρήσῃ αὐτό· 8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 9 Ἔγνω οὖν ὁ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.

12 Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον Ὡσαννά,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,

καὶ ὁ Βασιλεὺς τοῦ Ἰσραήλ.

14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον

15 Μὴ φοβοῦ, θυγάτηρ Σιών·

ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεται,

καθήμενος ἐπὶ πῶλον ὄνου.

16 Ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.

20 Ἦσαν δὲ Ἕλληνές τινες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· 21 οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. 22 ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ. 23 ὁ δὲ Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ. 27 νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 Πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν Οὐ δι’ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. 34 ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; 35 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. 36 ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ’ αὐτῶν. 37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας 40 Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς. 41 ταῦτα εἶπεν Ἡσαΐας ὅτι εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. 44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. 48 ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· 49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ’ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω. 50 καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ Πατήρ, οὕτως λαλῶ.

 

12: 1 HO oun Iēsous pro hex hēmerōn tou pascha ēlthen eis Bēthanian, hopou ēn Lazaros, hon ēgeiren ek nekrōn Iēsous. 2 epoiēsan oun autō deipnon ekei, kai hē Martha diēkonei, ho de Lazaros heis ēn ek tōn anakeimenōn syn autō; 3 hē oun Mariam labousa litran myrou nardou pistikēs polytimou ēleipsen tous podas tou Iēsou kai exemaxen tais thrixin autēs tous podas autou; hē de oikia eplērōthē ek tēs osmēs tou myrou. 4 legei de Ioudas ho Iskariōtēs heis tōn mathētōn autou, ho mellōn auton paradidonai 5 Dia ti touto to myron ouk eprathē triakosiōn dēnariōn kai edothē ptōchois? 6 eipen de touto ouch hoti peri tōn ptōchōn emelen autō, all’ hoti kleptēs ēn kai to glōssokomon echōn ta ballomena ebastazen. 7 eipen oun ho Iēsous Aphes autēn, hina eis tēn hēmeran tou entaphiasmou mou tērēsē auto; 8 tous ptōchous gar pantote echete meth’ heautōn, eme de ou pantote echete. 9 Egnō oun ho ochlos polys ek tōn Ioudaiōn hoti ekei estin, kai ēlthon ou dia ton Iēsoun monon, all’ hina kai ton Lazaron idōsin hon ēgeiren ek nekrōn. 10 ebouleusanto de hoi archiereis hina kai ton Lazaron apokteinōsin, 11 hoti polloi di’ auton hypēgon tōn Ioudaiōn kai episteuon eis ton Iēsoun.

12 Tē epaurion ho ochlos polys ho elthōn eis tēn heortēn, akousantes hoti erchetai Iēsous eis Hierosolyma, 13 elabon ta baia tōn phoinikōn kai exēlthon eis hypantēsin autō, kai ekraugazon Hōsanna,

eulogēmenos ho erchomenos en onomati Kyriou,

kai ho Basileus tou Israēl.

14 heurōn de ho Iēsous onarion ekathisen ep’ auto, kathōs estin gegrammenon

15 Mē phobou, thygatēr Siōn;

idou ho Basileus sou erchetai,

kathēmenos epi pōlon onou.

16 Tauta ouk egnōsan autou hoi mathētai to prōton, all’ hote edoxasthē Iēsous tote emnēsthēsan hoti tauta ēn ep’ autō gegrammena kai tauta epoiēsan autō. 17 Emartyrei oun ho ochlos ho ōn met’ autou hote ton Lazaron ephōnēsen ek tou mnēmeiou kai ēgeiren auton ek nekrōn. 18 dia touto kai hypēntēsen autō ho ochlos, hoti ēkousan touto auton pepoiēkenai to sēmeion. 19 hoi oun Pharisaioi eipan pros heautous Theōreite hoti ouk ōpheleite ouden; ide ho kosmos opisō autou apēlthen.

20 Ēsan de Hellēnes tines ek tōn anabainontōn hina proskynēsōsin en tē heortē; 21 houtoi oun prosēlthon Philippō tō apo Bēthsaida tēs Galilaias, kai ērōtōn auton legontes Kyrie, thelomen ton Iēsoun idein. 22 erchetai ho Philippos kai legei tō Andrea; erchetai Andreas kai Philippos kai legousin tō Iēsou. 23 ho de Iēsous apokrinetai autois legōn Elēlythen hē hōra hina doxasthē ho Huios tou anthrōpou. 24 amēn amēn legō hymin, ean mē ho kokkos tou sitou pesōn eis tēn gēn apothanē, autos monos menei; ean de apothanē, polyn karpon pherei. 25 ho philōn tēn psychēn autou apollyei autēn, kai ho misōn tēn psychēn autou en tō kosmō toutō eis zōēn aiōnion phylaxei autēn. 26 ean emoi tis diakonē, emoi akoloutheitō, kai hopou eimi egō, ekei kai ho diakonos ho emos estai; ean tis emoi diakonē, timēsei auton ho Patēr. 27 nyn hē psychē mou tetaraktai, kai ti eipō? Pater, sōson me ek tēs hōras tautēs. alla dia touto ēlthon eis tēn hōran tautēn. 28 Pater, doxason sou to onoma. ēlthen oun phōnē ek tou ouranou Kai edoxasa kai palin doxasō. 29 ho oun ochlos ho hestōs kai akousas elegen brontēn gegonenai; alloi elegon Angelos autō lelalēken. 30 apekrithē Iēsous kai eipen Ou di’ eme hē phōnē hautē gegonen alla di’ hymas. 31 nyn krisis estin tou kosmou toutou; nyn ho archōn tou kosmou toutou ekblēthēsetai exō; 32 kagō ean hypsōthō ek tēs gēs, pantas helkysō pros emauton. 33 touto de elegen sēmainōn poiō thanatō ēmellen apothnēskein. 34 apekrithē oun autō ho ochlos Hēmeis ēkousamen ek tou nomou hoti ho Christos menei eis ton aiōna, kai pōs legeis sy hoti dei hypsōthēnai ton Huion tou anthrōpou? tis estin houtos ho Huios tou anthrōpou? 35 eipen oun autois ho Iēsous Eti mikron chronon to phōs en hymin estin. peripateite hōs to phōs echete, hina mē skotia hymas katalabē; kai ho peripatōn en tē skotia ouk oiden pou hypagei. 36 hōs to phōs echete, pisteuete eis to phōs, hina huioi phōtos genēsthe. Tauta elalēsen Iēsous, kai apelthōn ekrybē ap’ autōn. 37 Tosauta de autou sēmeia pepoiēkotos emprosthen autōn ouk episteuon eis auton, 38 hina ho logos Hēsaiou tou prophētou plērōthē hon eipen Kyrie, tis episteusen tē akoē hēmōn? kai ho brachiōn Kyriou tini apekalyphthē? 39 dia touto ouk ēdynanto pisteuein, hoti palin eipen Hēsaias 40 Tetyphlōken autōn tous ophthalmous kai epōrōsen autōn tēn kardian, hina mē idōsin tois ophthalmois kai noēsōsin tē kardia kai straphōsin, kai iasomai autous. 41 tauta eipen Hēsaias hoti eiden tēn doxan autou, kai elalēsen peri autou. 42 homōs mentoi kai ek tōn archontōn polloi episteusan eis auton, alla dia tous Pharisaious ouch hōmologoun, hina mē aposynagōgoi genōntai; 43 ēgapēsan gar tēn doxan tōn anthrōpōn mallon ēper tēn doxan tou Theou. 44 Iēsous de ekraxen kai eipen HO pisteuōn eis eme ou pisteuei eis eme alla eis ton pempsanta me, 45 kai ho theōrōn eme theōrei ton pempsanta me. 46 egō phōs eis ton kosmon elēlytha, hina pas ho pisteuōn eis eme en tē skotia mē meinē. 47 kai ean tis mou akousē tōn rhēmatōn kai mē phylaxē, egō ou krinō auton; ou gar ēlthon hina krinō ton kosmon, all’ hina sōsō ton kosmon. 48 ho athetōn eme kai mē lambanōn ta rhēmata mou echei ton krinonta auton; ho logos hon elalēsa, ekeinos krinei auton en tē eschatē hēmera; 49 hoti egō ex emautou ouk elalēsa, all’ ho pempsas me Patēr autos moi entolēn dedōken ti eipō kai ti lalēsō. 50 kai oida hoti hē entolē autou zōē aiōnios estin. ha oun egō lalō, kathōs eirēken moi ho Patēr, houtōs lalō.

 

13: 1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. 2 καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης, 3 εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· λέγει αὐτῷ Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ Ἰησοῦς Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι Οὐχὶ πάντες καθαροί ἐστε. 12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με Ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με. 21 Ταῦτα εἰπὼν Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. 23 ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει. 25 ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε, τίς ἐστιν; 26 ἀποκρίνεται οὖν ὁ Ἰησοῦς Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ Ἰησοῦς Ὃ ποιεῖς ποίησον τάχιον. 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ Ἰησοῦς Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς· ἦν δὲ νύξ.

31 Ὅτε οὖν ἐξῆλθεν, λέγει Ἰησοῦς Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ· 32 εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. 33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. 36 Λέγει αὐτῷ Σίμων Πέτρος Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη Ἰησοῦς Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον. 37 λέγει αὐτῷ Πέτρος Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 ἀποκρίνεται Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς.

 

13: 1 Pro de tēs heortēs tou pascha eidōs ho Iēsous hoti ēlthen autou hē hōra hina metabē ek tou kosmou toutou pros ton Patera, agapēsas tous idious tous en tō kosmō, eis telos ēgapēsen autous. 2 kai deipnou ginomenou, tou diabolou ēdē beblēkotos eis tēn kardian hina paradoi auton Ioudas Simōnos Iskariōtēs, 3 eidōs hoti panta edōken autō ho Patēr eis tas cheiras, kai hoti apo Theou exēlthen kai pros ton Theon hypagei, 4 egeiretai ek tou deipnou kai tithēsin ta himatia, kai labōn lention diezōsen heauton; 5 eita ballei hydōr eis ton niptēra, kai ērxato niptein tous podas tōn mathētōn kai ekmassein tō lentiō hō ēn diezōsmenos. 6 erchetai oun pros Simōna Petron; legei autō Kyrie, sy mou nipteis tous podas? 7 apekrithē Iēsous kai eipen autō HO egō poiō sy ouk oidas arti, gnōsē de meta tauta. 8 legei autō Petros Ou mē nipsēs mou tous podas eis ton aiōna. apekrithē Iēsous autō Ean mē nipsō se, ouk echeis meros met’ emou. 9 legei autō Simōn Petros Kyrie, mē tous podas mou monon alla kai tas cheiras kai tēn kephalēn. 10 legei autō Iēsous HO leloumenos ouk echei chreian ei mē tous podas nipsasthai, all’ estin katharos holos; kai hymeis katharoi este, all’ ouchi pantes. 11 ēdei gar ton paradidonta auton; dia touto eipen hoti Ouchi pantes katharoi este. 12 Hote oun enipsen tous podas autōn kai elaben ta himatia autou kai anepesen palin, eipen autois Ginōskete ti pepoiēka hymin? 13 hymeis phōneite me HO Didaskalos kai ho Kyrios, kai kalōs legete; eimi gar. 14 ei oun egō enipsa hymōn tous podas ho Kyrios kai ho Didaskalos, kai hymeis opheilete allēlōn niptein tous podas; 15 hypodeigma gar edōka hymin hina kathōs egō epoiēsa hymin kai hymeis poiēte. 16 amēn amēn legō hymin, ouk estin doulos meizōn tou kyriou autou, oude apostolos meizōn tou pempsantos auton. 17 ei tauta oidate, makarioi este ean poiēte auta. 18 ou peri pantōn hymōn legō; egō oida tinas exelexamēn; all’ hina hē graphē plērōthē HO trōgōn mou ton arton epēren ep’ eme tēn pternan autou. 19 ap’ arti legō hymin pro tou genesthai, hina pisteuēte hotan genētai hoti egō eimi. 20 amēn amēn legō hymin, ho lambanōn an tina pempsō eme lambanei, ho de eme lambanōn lambanei ton pempsanta me. 21 Tauta eipōn Iēsous etarachthē tō pneumati kai emartyrēsen kai eipen Amēn amēn legō hymin hoti heis ex hymōn paradōsei me. 22 eblepon eis allēlous hoi mathētai aporoumenoi peri tinos legei. 23 ēn anakeimenos heis ek tōn mathētōn autou en tō kolpō tou Iēsou, hon ēgapa ho Iēsous; 24 neuei oun toutō Simōn Petros kai legei autō Eipe tis estin peri hou legei. 25 anapesōn ekeinos houtōs epi to stēthos tou Iēsou legei autō Kyrie, tis estin? 26 apokrinetai oun ho Iēsous Ekeinos estin hō egō bapsō to psōmion kai dōsō autō. bapsas oun to psōmion lambanei kai didōsin Iouda Simōnos Iskariōtou. 27 kai meta to psōmion tote eisēlthen eis ekeinon ho Satanas. legei oun autō Iēsous HO poieis poiēson tachion. 28 touto de oudeis egnō tōn anakeimenōn pros ti eipen autō; 29 tines gar edokoun, epei to glōssokomon eichen Ioudas, hoti legei autō Iēsous Agorason hōn chreian echomen eis tēn heortēn, ē tois ptōchois hina ti dō. 30 labōn oun to psōmion ekeinos exēlthen euthys; ēn de nyx.

31 Hote oun exēlthen, legei Iēsous Nyn edoxasthē ho Huios tou anthrōpou, kai ho Theos edoxasthē en autō; 32 ei ho Theos edoxasthē en autō, kai ho Theos doxasei auton en hautō, kai euthys doxasei auton. 33 teknia, eti mikron meth’ hymōn eimi; zētēsete me, kai kathōs eipon tois Ioudaiois hoti Hopou egō hypagō hymeis ou dynasthe elthein, kai hymin legō arti. 34 entolēn kainēn didōmi hymin, hina agapate allēlous, kathōs ēgapēsa hymas hina kai hymeis agapate allēlous. 35 en toutō gnōsontai pantes hoti emoi mathētai este, ean agapēn echēte en allēlois. 36 Legei autō Simōn Petros Kyrie, pou hypageis? apekrithē Iēsous Hopou hypagō ou dynasai moi nyn akolouthēsai, akolouthēseis de hysteron. 37 legei autō Petros Kyrie, dia ti ou dynamai soi akolouthēsai arti? tēn psychēn mou hyper sou thēsō. 38 apokrinetai Iēsous Tēn psychēn sou hyper emou thēseis? amēn amēn legō soi, ou mē alektōr phōnēsē heōs hou arnēsē me tris.

 

14: 1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2 ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν· ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· 3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. 4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν. 5 Λέγει αὐτῷ Θωμᾶς Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς οἴδαμεν τὴν ὁδὸν; 6 λέγει αὐτῷ Ἰησοῦς Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. 7 εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε· ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε. 8 Λέγει αὐτῷ Φίλιππος Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. 9 λέγει αὐτῷ ὁ Ἰησοῦς Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα· πῶς σὺ λέγεις Δεῖξον ἡμῖν τὸν Πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ. 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε. 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι· 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. 14 ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω. 15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε. 16 κἀγὼ ἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν ἵνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, 17 τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει· ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. 18 οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε. 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; 23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ Ἐάν τις ἀγαπᾷ, με τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα. 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με Πατρός. 25 Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· 26 ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν ἐγώ. 27 Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἄν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν. 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, 31 ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα, καὶ καθὼς ἐνετείλατο μοι ὁ Πατὴρ, οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.

 

14: 1 Mē tarassesthō hymōn hē kardia; pisteuete eis ton Theon, kai eis eme pisteuete. 2 en tē oikia tou Patros mou monai pollai eisin; ei de mē, eipon an hymin; hoti poreuomai hetoimasai topon hymin; 3 kai ean poreuthō kai hetoimasō topon hymin, palin erchomai kai paralēmpsomai hymas pros emauton, hina hopou eimi egō kai hymeis ēte. 4 kai hopou egō hypagō oidate tēn hodon. 5 Legei autō Thōmas Kyrie, ouk oidamen pou hypageis; pōs oidamen tēn hodon? 6 legei autō Iēsous Egō eimi hē hodos kai hē alētheia kai hē zōē; oudeis erchetai pros ton Patera ei mē di’ emou. 7 ei egnōkeite me, kai ton Patera mou an ēdeite; ap’ arti ginōskete auton kai heōrakate. 8 Legei autō Philippos Kyrie, deixon hēmin ton Patera, kai arkei hēmin. 9 legei autō ho Iēsous Tosouton chronon meth’ hymōn eimi kai ouk egnōkas me, Philippe? ho heōrakōs eme heōraken ton Patera; pōs sy legeis Deixon hēmin ton Patera? 10 ou pisteueis hoti egō en tō Patri kai ho Patēr en emoi estin? ta rhēmata ha egō legō hymin ap’ emautou ou lalō; ho de Patēr en emoi menōn poiei ta erga autou. 11 pisteuete moi hoti egō en tō Patri kai ho Patēr en emoi; ei de mē, dia ta erga auta pisteuete. 12 amēn amēn legō hymin, ho pisteuōn eis eme ta erga ha egō poiō kakeinos poiēsei, kai meizona toutōn poiēsei, hoti egō pros ton Patera poreuomai; 13 kai ho ti an aitēsēte en tō onomati mou, touto poiēsō, hina doxasthē ho Patēr en tō Huiō. 14 ean ti aitēsēte me en tō onomati mou, egō poiēsō. 15 Ean agapate me, tas entolas tas emas tērēsete. 16 kagō erōtēsō ton Patera kai allon Paraklēton dōsei hymin hina ē meth’ hymōn eis ton aiōna, 17 to Pneuma tēs alētheias, ho ho kosmos ou dynatai labein, hoti ou theōrei auto oude ginōskei; hymeis ginōskete auto, hoti par’ hymin menei kai en hymin estai. 18 ouk aphēsō hymas orphanous, erchomai pros hymas. 19 eti mikron kai ho kosmos me ouketi theōrei, hymeis de theōreite me, hoti egō zō kai hymeis zēsete. 20 en ekeinē tē hēmera gnōsesthe hymeis hoti egō en tō Patri mou kai hymeis en emoi kagō en hymin. 21 ho echōn tas entolas mou kai tērōn autas, ekeinos estin ho agapōn me; ho de agapōn me agapēthēsetai hypo tou Patros mou, kagō agapēsō auton kai emphanisō autō emauton. 22 Legei autō Ioudas, ouch ho Iskariōtēs Kyrie, kai ti gegonen hoti hēmin melleis emphanizein seauton kai ouchi tō kosmō? 23 apekrithē Iēsous kai eipen autō Ean tis agapa, me ton logon mou tērēsei, kai ho Patēr mou agapēsei auton, kai pros auton eleusometha kai monēn par’ autō poiēsometha. 24 ho mē agapōn me tous logous mou ou tērei; kai ho logos hon akouete ouk estin emos alla tou pempsantos me Patros. 25 Tauta lelalēka hymin par’ hymin menōn; 26 ho de Paraklētos, to Pneuma to Hagion ho pempsei ho Patēr en tō onomati mou, ekeinos hymas didaxei panta kai hypomnēsei hymas panta ha eipon hymin egō. 27 Eirēnēn aphiēmi hymin, eirēnēn tēn emēn didōmi hymin; ou kathōs ho kosmos didōsin egō didōmi hymin. mē tarassesthō hymōn hē kardia mēde deiliatō. 28 ēkousate hoti egō eipon hymin Hypagō kai erchomai pros hymas. ei ēgapate me, echarēte an hoti poreuomai pros ton Patera, hoti ho Patēr meizōn mou estin. 29 kai nyn eirēka hymin prin genesthai, hina hotan genētai pisteusēte. 30 ouketi polla lalēsō meth’ hymōn, erchetai gar ho tou kosmou archōn; kai en emoi ouk echei ouden, 31 all’ hina gnō ho kosmos hoti agapō ton Patera, kai kathōs eneteilato moi ho Patēr, houtōs poiō. Egeiresthe, agōmen enteuthen.

 

15: 1 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. 2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ. 3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· 4 μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε. 5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. 6 ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν, καὶ καίεται. 7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν. 8 ἐν τούτῳ ἐδοξάσθη ὁ Πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γενήσεσθε ἐμοὶ μαθηταί. 9 καθὼς ἠγάπησέν με ὁ Πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. 10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τοῦ Πατρός μου τὰς ἐντολὰς τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. 11 Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. 12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. 13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14 ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν. 15 οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου ἐγνώρισα ὑμῖν. 16 οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν. 17 ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. 18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. 25 ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι Ἐμίσησάν με δωρεάν. 26 Ὅταν ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε.

 

15: 1 Egō eimi hē ampelos hē alēthinē, kai ho Patēr mou ho geōrgos estin. 2 pan klēma en emoi mē pheron karpon, airei auto, kai pan to karpon pheron, kathairei auto hina karpon pleiona pherē. 3 ēdē hymeis katharoi este dia ton logon hon lelalēka hymin; 4 meinate en emoi, kagō en hymin. kathōs to klēma ou dynatai karpon pherein aph’ heautou ean mē menē en tē ampelō, houtōs oude hymeis ean mē en emoi menēte. 5 egō eimi hē ampelos, hymeis ta klēmata. ho menōn en emoi kagō en autō, houtos pherei karpon polyn, hoti chōris emou ou dynasthe poiein ouden. 6 ean mē tis menē en emoi, eblēthē exō hōs to klēma kai exēranthē, kai synagousin auta kai eis to pyr ballousin, kai kaietai. 7 ean meinēte en emoi kai ta rhēmata mou en hymin meinē, ho ean thelēte aitēsasthe kai genēsetai hymin. 8 en toutō edoxasthē ho Patēr mou, hina karpon polyn pherēte kai genēsesthe emoi mathētai. 9 kathōs ēgapēsen me ho Patēr, kagō hymas ēgapēsa; meinate en tē agapē tē emē. 10 ean tas entolas mou tērēsēte, meneite en tē agapē mou, kathōs egō tou Patros mou tas entolas tetērēka kai menō autou en tē agapē. 11 Tauta lelalēka hymin hina hē chara hē emē en hymin ē kai hē chara hymōn plērōthē. 12 hautē estin hē entolē hē emē, hina agapate allēlous kathōs ēgapēsa hymas. 13 meizona tautēs agapēn oudeis echei, hina tis tēn psychēn autou thē hyper tōn philōn autou. 14 hymeis philoi mou este, ean poiēte ho egō entellomai hymin. 15 ouketi legō hymas doulous, hoti ho doulos ouk oiden ti poiei autou ho kyrios; hymas de eirēka philous, hoti panta ha ēkousa para tou Patros mou egnōrisa hymin. 16 ouch hymeis me exelexasthe, all’ egō exelexamēn hymas, kai ethēka hymas hina hymeis hypagēte kai karpon pherēte kai ho karpos hymōn menē, hina ho ti an aitēsēte ton Patera en tō onomati mou dō hymin. 17 tauta entellomai hymin, hina agapate allēlous. 18 Ei ho kosmos hymas misei, ginōskete hoti eme prōton hymōn memisēken. 19 ei ek tou kosmou ēte, ho kosmos an to idion ephilei; hoti de ek tou kosmou ouk este, all’ egō exelexamēn hymas ek tou kosmou, dia touto misei hymas ho kosmos. 20 mnēmoneuete tou logou hou egō eipon hymin Ouk estin doulos meizōn tou kyriou autou; ei eme ediōxan, kai hymas diōxousin; ei ton logon mou etērēsan, kai ton hymeteron tērēsousin. 21 alla tauta panta poiēsousin eis hymas dia to onoma mou, hoti ouk oidasin ton pempsanta me. 22 ei mē ēlthon kai elalēsa autois, hamartian ouk eichosan; nyn de prophasin ouk echousin peri tēs hamartias autōn. 23 ho eme misōn kai ton Patera mou misei. 24 ei ta erga mē epoiēsa en autois ha oudeis allos epoiēsen, hamartian ouk eichosan; nyn de kai heōrakasin kai memisēkasin kai eme kai ton Patera mou. 25 all’ hina plērōthē ho logos ho en tō nomō autōn gegrammenos hoti Emisēsan me dōrean. 26 Hotan elthē ho Paraklētos hon egō pempsō hymin para tou Patros, to Pneuma tēs alētheias ho para tou Patros ekporeuetai, ekeinos martyrēsei peri emou; 27 kai hymeis de martyreite, hoti ap’ archēs met’ emou este.

 

16: 1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ. 4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην. 5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις; 6 ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν Πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. 12 Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· 13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς τὴν ἀλήθειαν πᾶσαν· οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15 πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. 16 Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με. 17 Εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί Ὅτι ὑπάγω πρὸς τὸν Πατέρα; 18 ἔλεγον οὖν Τοῦτο τί ἐστιν ὃ λέγει τὸ μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19 ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν. 23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν Πατέρα δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. 24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. 25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν. 26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον. 28 ἐξῆλθον ἐκ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα. 29 Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες. 31 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς Ἄρτι πιστεύετε; 32 ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ’ ἐμοῦ ἐστιν. 33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

 

16: 1 Tauta lelalēka hymin hina mē skandalisthēte. 2 aposynagōgous poiēsousin hymas; all’ erchetai hōra hina pas ho apokteinas hymas doxē latreian prospherein tō Theō. 3 kai tauta poiēsousin hoti ouk egnōsan ton Patera oude eme. 4 alla tauta lelalēka hymin hina hotan elthē hē hōra autōn mnēmoneuēte autōn, hoti egō eipon hymin. tauta de hymin ex archēs ouk eipon, hoti meth’ hymōn ēmēn. 5 nyn de hypagō pros ton pempsanta me, kai oudeis ex hymōn erōta me Pou hypageis? 6 all’ hoti tauta lelalēka hymin, hē lypē peplērōken hymōn tēn kardian. 7 all’ egō tēn alētheian legō hymin, sympherei hymin hina egō apelthō. ean gar mē apelthō, ho Paraklētos ou mē elthē pros hymas; ean de poreuthō, pempsō auton pros hymas. 8 kai elthōn ekeinos elenxei ton kosmon peri hamartias kai peri dikaiosynēs kai peri kriseōs; 9 peri hamartias men, hoti ou pisteuousin eis eme; 10 peri dikaiosynēs de, hoti pros ton Patera hypagō kai ouketi theōreite me; 11 peri de kriseōs, hoti ho archōn tou kosmou toutou kekritai. 12 Eti polla echō hymin legein, all’ ou dynasthe bastazein arti; 13 hotan de elthē ekeinos, to Pneuma tēs alētheias, hodēgēsei hymas eis tēn alētheian pasan; ou gar lalēsei aph’ heautou, all’ hosa akouei lalēsei, kai ta erchomena anangelei hymin. 14 ekeinos eme doxasei, hoti ek tou emou lēmpsetai kai anangelei hymin. 15 panta hosa echei ho Patēr ema estin; dia touto eipon hoti ek tou emou lambanei kai anangelei hymin. 16 Mikron kai ouketi theōreite me, kai palin mikron kai opsesthe me. 17 Eipan oun ek tōn mathētōn autou pros allēlous Ti estin touto ho legei hēmin Mikron kai ou theōreite me, kai palin mikron kai opsesthe me? kai Hoti hypagō pros ton Patera? 18 elegon oun Touto ti estin ho legei to mikron? ouk oidamen ti lalei. 19 egnō Iēsous hoti ēthelon auton erōtan, kai eipen autois Peri toutou zēteite met’ allēlōn hoti eipon Mikron kai ou theōreite me, kai palin mikron kai opsesthe me? 20 amēn amēn legō hymin hoti klausete kai thrēnēsete hymeis, ho de kosmos charēsetai; hymeis lypēthēsesthe, all’ hē lypē hymōn eis charan genēsetai. 21 hē gynē hotan tiktē lypēn echei, hoti ēlthen hē hōra autēs; hotan de gennēsē to paidion, ouketi mnēmoneuei tēs thlipseōs dia tēn charan hoti egennēthē anthrōpos eis ton kosmon. 22 kai hymeis oun nyn men lypēn echete; palin de opsomai hymas, kai charēsetai hymōn hē kardia, kai tēn charan hymōn oudeis airei aph’ hymōn. 23 kai en ekeinē tē hēmera eme ouk erōtēsete ouden. amēn amēn legō hymin, an ti aitēsēte ton Patera dōsei hymin en tō onomati mou. 24 heōs arti ouk ētēsate ouden en tō onomati mou; aiteite, kai lēmpsesthe, hina hē chara hymōn ē peplērōmenē. 25 Tauta en paroimiais lelalēka hymin; erchetai hōra hote ouketi en paroimiais lalēsō hymin, alla parrēsia peri tou Patros apangelō hymin. 26 en ekeinē tē hēmera en tō onomati mou aitēsesthe, kai ou legō hymin hoti egō erōtēsō ton Patera peri hymōn; 27 autos gar ho Patēr philei hymas, hoti hymeis eme pephilēkate kai pepisteukate hoti egō para tou Theou exēlthon. 28 exēlthon ek tou Patros kai elēlytha eis ton kosmon; palin aphiēmi ton kosmon kai poreuomai pros ton Patera. 29 Legousin hoi mathētai autou Ide nyn en parrēsia laleis, kai paroimian oudemian legeis. 30 nyn oidamen hoti oidas panta kai ou chreian echeis hina tis se erōta; en toutō pisteuomen hoti apo Theou exēlthes. 31 apekrithē autois Iēsous Arti pisteuete? 32 idou erchetai hōra kai elēlythen hina skorpisthēte hekastos eis ta idia kame monon aphēte; kai ouk eimi monos, hoti ho Patēr met’ emou estin. 33 tauta lelalēka hymin hina en emoi eirēnēn echēte. en tō kosmō thlipsin echete; alla tharseite, egō nenikēka ton kosmon.

 

17: 1 Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν, ἵνα ὁ Υἱὸς δοξάσῃ σέ, 2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. 3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· 5 καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. 6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον σου τετήρηκαν. 7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν· 8 ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9 Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. 12 ὅτε ἤμην μετ’ αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς. 14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17 ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· 19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. 20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, Πατήρ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας. 22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· 23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 24 Πατήρ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν, ἣν δέδωκάς μοι ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. 25 Πατὴρ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας· 26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.

 

17: 1 Tauta elalēsen Iēsous, kai eparas tous ophthalmous autou eis ton ouranon eipen Pater, elēlythen hē hōra; doxason sou ton Huion, hina ho Huios doxasē se, 2 kathōs edōkas autō exousian pasēs sarkos, hina pan ho dedōkas autō dōsē autois zōēn aiōnion. 3 hautē de estin hē aiōnios zōē, hina ginōskōsin se ton monon alēthinon Theon kai hon apesteilas Iēsoun Christon. 4 egō se edoxasa epi tēs gēs, to ergon teleiōsas ho dedōkas moi hina poiēsō; 5 kai nyn doxason me sy, Pater, para seautō tē doxē hē eichon pro tou ton kosmon einai para soi. 6 Ephanerōsa sou to onoma tois anthrōpois hous edōkas moi ek tou kosmou. soi ēsan kamoi autous edōkas, kai ton logon sou tetērēkan. 7 nyn egnōkan hoti panta hosa dedōkas moi para sou eisin; 8 hoti ta rhēmata ha edōkas moi dedōka autois, kai autoi elabon, kai egnōsan alēthōs hoti para sou exēlthon, kai episteusan hoti sy me apesteilas. 9 Egō peri autōn erōtō; ou peri tou kosmou erōtō, alla peri hōn dedōkas moi, hoti soi eisin, 10 kai ta ema panta sa estin kai ta sa ema, kai dedoxasmai en autois. 11 kai ouketi eimi en tō kosmō, kai autoi en tō kosmō eisin, kagō pros se erchomai. Pater hagie, tērēson autous en tō onomati sou hō dedōkas moi, hina ōsin hen kathōs hēmeis. 12 hote ēmēn met’ autōn, egō etēroun autous en tō onomati sou hō dedōkas moi, kai ephylaxa, kai oudeis ex autōn apōleto ei mē ho huios tēs apōleias, hina hē graphē plērōthē. 13 nyn de pros se erchomai, kai tauta lalō en tō kosmō hina echōsin tēn charan tēn emēn peplērōmenēn en heautois. 14 egō dedōka autois ton logon sou, kai ho kosmos emisēsen autous, hoti ouk eisin ek tou kosmou kathōs egō ouk eimi ek tou kosmou. 15 ouk erōtō hina arēs autous ek tou kosmou, all’ hina tērēsēs autous ek tou ponērou. 16 ek tou kosmou ouk eisin kathōs egō ouk eimi ek tou kosmou. 17 hagiason autous en tē alētheia; ho logos ho sos alētheia estin. 18 kathōs eme apesteilas eis ton kosmon, kagō apesteila autous eis ton kosmon; 19 kai hyper autōn egō hagiazō emauton, hina ōsin kai autoi hēgiasmenoi en alētheia. 20 Ou peri toutōn de erōtō monon, alla kai peri tōn pisteuontōn dia tou logou autōn eis eme, 21 hina pantes hen ōsin, kathōs sy, Patēr, en emoi kagō en soi, hina kai autoi en hēmin ōsin, hina ho kosmos pisteuē hoti sy me apesteilas. 22 kagō tēn doxan hēn dedōkas moi dedōka autois, hina ōsin hen kathōs hēmeis hen; 23 egō en autois kai sy en emoi, hina ōsin teteleiōmenoi eis hen, hina ginōskē ho kosmos hoti sy me apesteilas kai ēgapēsas autous kathōs eme ēgapēsas. 24 Patēr, ho dedōkas moi, thelō hina hopou eimi egō kakeinoi ōsin met’ emou, hina theōrōsin tēn doxan tēn emēn, hēn dedōkas moi hoti ēgapēsas me pro katabolēs kosmou. 25 Patēr dikaie, kai ho kosmos se ouk egnō, egō de se egnōn, kai houtoi egnōsan hoti sy me apesteilas; 26 kai egnōrisa autois to onoma sou kai gnōrisō, hina hē agapē hēn ēgapēsas me en autois ē kagō en autois.

 

18: 1 Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. 4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς Τίνα ζητεῖτε; 5 ἀπεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. 6 ὡς οὖν εἶπεν αὐτοῖς Ἐγώ εἰμι, ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. 7 πάλιν οὖν ἐπηρώτησεν αὐτούς Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν Ἰησοῦν τὸν Ναζωραῖον. 8 ἀπεκρίθη Ἰησοῦς Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· 9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατήρ, οὐ μὴ πίω αὐτό;

12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν, 13 καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· 14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ. 15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, 16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος Οὐκ εἰμί. 18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετ’ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος. 19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 ἀπεκρίθη αὐτῷ Ἰησοῦς Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. 21 τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. 22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 ἀπεκρίθη αὐτῷ Ἰησοῦς Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; 24 ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. 25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν Οὐκ εἰμί. 26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ; 27 πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα. 29 ἐξῆλθεν οὖν ὁ Πειλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν Τίνα κατηγορίαν φέρετε τοῦ ἀνθρώπου τούτου; 30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 εἶπεν οὖν αὐτοῖς ὁ Πειλᾶτος Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῷ οἱ Ἰουδαῖοι Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. 33 Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πειλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων; 34 ἀπεκρίθη Ἰησοῦς Ἀφ’ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ; 35 ἀπεκρίθη ὁ Πειλᾶτος Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 εἶπεν οὖν αὐτῷ ὁ Πειλᾶτος Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰησοῦς Σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 λέγει αὐτῷ ὁ Πειλᾶτος Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων; 40 ἐκραύγασαν οὖν πάλιν λέγοντες Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

 

18: 1 Tauta eipōn Iēsous exēlthen syn tois mathētais autou peran tou cheimarrou tōn Kedrōn, hopou ēn kēpos, eis hon eisēlthen autos kai hoi mathētai autou. 2 ēdei de kai Ioudas ho paradidous auton ton topon, hoti pollakis synēchthē Iēsous ekei meta tōn mathētōn autou. 3 ho oun Ioudas labōn tēn speiran kai ek tōn archiereōn kai ek tōn Pharisaiōn hypēretas erchetai ekei meta phanōn kai lampadōn kai hoplōn. 4 Iēsous oun eidōs panta ta erchomena ep’ auton exēlthen kai legei autois Tina zēteite? 5 apekrithēsan autō Iēsoun ton Nazōraion. legei autois Egō eimi. heistēkei de kai Ioudas ho paradidous auton met’ autōn. 6 hōs oun eipen autois Egō eimi, apēlthan eis ta opisō kai epesan chamai. 7 palin oun epērōtēsen autous Tina zēteite? hoi de eipan Iēsoun ton Nazōraion. 8 apekrithē Iēsous Eipon hymin hoti egō eimi; ei oun eme zēteite, aphete toutous hypagein; 9 hina plērōthē ho logos hon eipen, hoti Hous dedōkas moi, ouk apōlesa ex autōn oudena. 10 Simōn oun Petros echōn machairan heilkysen autēn kai epaisen ton tou archiereōs doulon kai apekopsen autou to ōtarion to dexion. ēn de onoma tō doulō Malchos. 11 eipen oun ho Iēsous tō Petrō Bale tēn machairan eis tēn thēkēn; to potērion ho dedōken moi ho Patēr, ou mē piō auto?

12 HĒ oun speira kai ho chiliarchos kai hoi hypēretai tōn Ioudaiōn synelabon ton Iēsoun kai edēsan auton, 13 kai ēgagon pros Hannan prōton; ēn gar pentheros tou Kaiapha, hos ēn archiereus tou eniautou ekeinou; 14 ēn de Kaiaphas ho symbouleusas tois Ioudaiois hoti sympherei hena anthrōpon apothanein hyper tou laou. 15 Ēkolouthei de tō Iēsou Simōn Petros kai allos mathētēs. ho de mathētēs ekeinos ēn gnōstos tō archierei, kai syneisēlthen tō Iēsou eis tēn aulēn tou archiereōs, 16 ho de Petros heistēkei pros tē thyra exō. exēlthen oun ho mathētēs ho allos ho gnōstos tou archiereōs kai eipen tē thyrōrō, kai eisēgagen ton Petron. 17 legei oun tō Petrō hē paidiskē hē thyrōros Mē kai sy ek tōn mathētōn ei tou anthrōpou toutou? legei ekeinos Ouk eimi. 18 heistēkeisan de hoi douloi kai hoi hypēretai anthrakian pepoiēkotes, hoti psychos ēn, kai ethermainonto; ēn de kai ho Petros met’ autōn hestōs kai thermainomenos. 19 HO oun archiereus ērōtēsen ton Iēsoun peri tōn mathētōn autou kai peri tēs didachēs autou. 20 apekrithē autō Iēsous Egō parrēsia lelalēka tō kosmō; egō pantote edidaxa en synagōgē kai en tō hierō, hopou pantes hoi Ioudaioi synerchontai, kai en kryptō elalēsa ouden. 21 ti me erōtas? erōtēson tous akēkootas ti elalēsa autois; ide houtoi oidasin ha eipon egō. 22 tauta de autou eipontos heis parestēkōs tōn hypēretōn edōken rhapisma tō Iēsou eipōn Houtōs apokrinē tō archierei? 23 apekrithē autō Iēsous Ei kakōs elalēsa, martyrēson peri tou kakou; ei de kalōs, ti me dereis? 24 apesteilen oun auton ho Annas dedemenon pros Kaiaphan ton archierea. 25 Ēn de Simōn Petros hestōs kai thermainomenos. eipon oun autō Mē kai sy ek tōn mathētōn autou ei? ērnēsato ekeinos kai eipen Ouk eimi. 26 legei heis ek tōn doulōn tou archiereōs, syngenēs ōn hou apekopsen Petros to ōtion Ouk egō se eidon en tō kēpō met’ autou? 27 palin oun ērnēsato Petros, kai eutheōs alektōr ephōnēsen.

28 Agousin oun ton Iēsoun apo tou Kaiapha eis to praitōrion; ēn de prōi; kai autoi ouk eisēlthon eis to praitōrion, hina mē mianthōsin alla phagōsin to pascha. 29 exēlthen oun ho Peilatos exō pros autous kai phēsin Tina katēgorian pherete tou anthrōpou toutou? 30 apekrithēsan kai eipan autō Ei mē ēn houtos kakon poiōn, ouk an soi paredōkamen auton. 31 eipen oun autois ho Peilatos Labete auton hymeis, kai kata ton nomon hymōn krinate auton. eipon autō hoi Ioudaioi Hēmin ouk exestin apokteinai oudena; 32 hina ho logos tou Iēsou plērōthē hon eipen sēmainōn poiō thanatō ēmellen apothnēskein. 33 Eisēlthen oun palin eis to praitōrion ho Peilatos kai ephōnēsen ton Iēsoun kai eipen autō Sy ei ho Basileus tōn Ioudaiōn? 34 apekrithē Iēsous Aph’ heautou sy touto legeis, ē alloi eipon soi peri emou? 35 apekrithē ho Peilatos Mēti egō Ioudaios eimi? to ethnos to son kai hoi archiereis paredōkan se emoi; ti epoiēsas? 36 apekrithē Iēsous; HĒ basileia hē emē ouk estin ek tou kosmou toutou; ei ek tou kosmou toutou ēn hē basileia hē emē, hoi hypēretai an hoi emoi ēgōnizonto, hina mē paradothō tois Ioudaiois; nyn de hē basileia hē emē ouk estin enteuthen. 37 eipen oun autō ho Peilatos Oukoun basileus ei sy? apekrithē ho Iēsous Sy legeis hoti basileus eimi. egō eis touto gegennēmai kai eis touto elēlytha eis ton kosmon, hina martyrēsō tē alētheia; pas ho ōn ek tēs alētheias akouei mou tēs phōnēs. 38 legei autō ho Peilatos Ti estin alētheia? Kai touto eipōn palin exēlthen pros tous Ioudaious, kai legei autois Egō oudemian heuriskō en autō aitian. 39 estin de synētheia hymin hina hena apolysō hymin en tō pascha; boulesthe oun apolysō hymin ton Basilea tōn Ioudaiōn? 40 ekraugasan oun palin legontes Mē touton, alla ton Barabban. ēn de ho Barabbas lēstēs.

 

19: 1 Τότε οὖν ἔλαβεν ὁ Πειλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. 2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, 3 καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον Χαῖρε ὁ Βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. 4 Καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πειλᾶτος καὶ λέγει αὐτοῖς Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. 5 ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς Ἰδοὺ ὁ ἄνθρωπος. 6 ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες Σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ Πειλᾶτος Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν. 8 Ὅτε οὖν ἤκουσεν ὁ Πειλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, 9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 λέγει οὖν αὐτῷ ὁ Πειλᾶτος Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε; 11 ἀπεκρίθη Ἰησοῦς Οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12 ἐκ τούτου ὁ Πειλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι. 13 Ὁ οὖν Πειλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. 14 ἦν δὲ Παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις Ἴδε ὁ Βασιλεὺς ὑμῶν. 15 ἐκραύγασαν οὖν ἐκεῖνοι Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πειλᾶτος Τὸν Βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

Παρέλαβον οὖν τὸν Ἰησοῦν· 17 καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου τόπον, ὃ λέγεται Ἑβραϊστὶ Γολγοθᾶ, 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πειλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον ΙΗΣΟΥΣ Ο ΝΑΖΩΡΑΙΟΣ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί. 21 ἔλεγον οὖν τῷ Πειλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων Μὴ γράφε Ὁ Βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεύς εἰμι τῶν Ἰουδαίων. 22 ἀπεκρίθη ὁ Πειλᾶτος Ὃ γέγραφα, γέγραφα.

23 Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσερα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου. 24 εἶπαν οὖν πρὸς ἀλλήλους Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. 25 εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί Γύναι, ἴδε ὁ υἱός σου. 27 εἶτα λέγει τῷ μαθητῇ Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. 28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφὴ, λέγει Διψῶ. 29 σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα. 31 Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ Παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πειλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. 32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συνσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34 ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε. 36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. 37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει Ὄψονται εἰς ὃν ἐξεκέντησαν.

38 Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πειλᾶτον Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πειλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ. 39 ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος· 42 ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

 

19: 1 Tote oun elaben ho Peilatos ton Iēsoun kai emastigōsen. 2 kai hoi stratiōtai plexantes stephanon ex akanthōn epethēkan autou tē kephalē, kai himation porphyroun periebalon auton, 3 kai ērchonto pros auton kai elegon Chaire ho Basileus tōn Ioudaiōn; kai edidosan autō rhapismata. 4 Kai exēlthen palin exō ho Peilatos kai legei autois Ide agō hymin auton exō, hina gnōte hoti oudemian aitian heuriskō en autō. 5 exēlthen oun ho Iēsous exō, phorōn ton akanthinon stephanon kai to porphyroun himation. kai legei autois Idou ho anthrōpos. 6 hote oun eidon auton hoi archiereis kai hoi hypēretai, ekraugasan legontes Staurōson staurōson. legei autois ho Peilatos Labete auton hymeis kai staurōsate; egō gar ouch heuriskō en autō aitian. 7 apekrithēsan autō hoi Ioudaioi Hēmeis nomon echomen, kai kata ton nomon opheilei apothanein, hoti Huion Theou heauton epoiēsen. 8 Hote oun ēkousen ho Peilatos touton ton logon, mallon ephobēthē, 9 kai eisēlthen eis to praitōrion palin kai legei tō Iēsou Pothen ei sy? ho de Iēsous apokrisin ouk edōken autō. 10 legei oun autō ho Peilatos Emoi ou laleis? ouk oidas hoti exousian echō apolysai se kai exousian echō staurōsai se? 11 apekrithē Iēsous Ouk eiches exousian kat’ emou oudemian ei mē ēn dedomenon soi anōthen; dia touto ho paradous me soi meizona hamartian echei. 12 ek toutou ho Peilatos ezētei apolysai auton; hoi de Ioudaioi ekraugasan legontes Ean touton apolysēs, ouk ei philos tou Kaisaros; pas ho basilea heauton poiōn antilegei tō Kaisari. 13 HO oun Peilatos akousas tōn logōn toutōn ēgagen exō ton Iēsoun, kai ekathisen epi bēmatos eis topon legomenon Lithostrōton, Hebraisti de Gabbatha. 14 ēn de Paraskeuē tou pascha, hōra ēn hōs hektē; kai legei tois Ioudaiois Ide ho Basileus hymōn. 15 ekraugasan oun ekeinoi Aron aron, staurōson auton. legei autois ho Peilatos Ton Basilea hymōn staurōsō? apekrithēsan hoi archiereis Ouk echomen basilea ei mē Kaisara. 16 tote oun paredōken auton autois hina staurōthē.

Parelabon oun ton Iēsoun; 17 kai bastazōn heautō ton stauron exēlthen eis ton legomenon Kraniou topon, ho legetai Hebraisti Golgotha, 18 hopou auton estaurōsan, kai met’ autou allous dyo enteuthen kai enteuthen, meson de ton Iēsoun. 19 egrapsen de kai titlon ho Peilatos kai ethēken epi tou staurou; ēn de gegrammenon IĒSOUS O NAZŌRAIOS O BASILEUS TŌN IOUDAIŌN. 20 touton oun ton titlon polloi anegnōsan tōn Ioudaiōn, hoti engys ēn ho topos tēs poleōs hopou estaurōthē ho Iēsous; kai ēn gegrammenon Hebraisti, Rhōmaisti, Hellēnisti. 21 elegon oun tō Peilatō hoi archiereis tōn Ioudaiōn Mē graphe HO Basileus tōn Ioudaiōn, all’ hoti ekeinos eipen Basileus eimi tōn Ioudaiōn. 22 apekrithē ho Peilatos HO gegrapha, gegrapha.

23 HOi oun stratiōtai, hote estaurōsan ton Iēsoun, elabon ta himatia autou kai epoiēsan tessera merē, hekastō stratiōtē meros, kai ton chitōna. ēn de ho chitōn araphos, ek tōn anōthen hyphantos di’ holou. 24 eipan oun pros allēlous Mē schisōmen auton, alla lachōmen peri autou tinos estai; hina hē graphē plērōthē Diemerisanto ta himatia mou heautois kai epi ton himatismon mou ebalon klēron. HOi men oun stratiōtai tauta epoiēsan. 25 heistēkeisan de para tō staurō tou Iēsou hē mētēr autou kai hē adelphē tēs mētros autou, Maria hē tou Klōpa kai Maria hē Magdalēnē. 26 Iēsous oun idōn tēn mētera kai ton mathētēn parestōta hon ēgapa, legei tē mētri Gynai, ide ho huios sou. 27 eita legei tō mathētē Ide hē mētēr sou. kai ap’ ekeinēs tēs hōras elaben ho mathētēs autēn eis ta idia. 28 Meta touto eidōs ho Iēsous hoti ēdē panta tetelestai, hina teleiōthē hē graphē, legei Dipsō. 29 skeuos ekeito oxous meston; spongon oun meston tou oxous hyssōpō perithentes prosēnenkan autou tō stomati. 30 hote oun elaben to oxos ho Iēsous eipen Tetelestai, kai klinas tēn kephalēn paredōken to pneuma. 31 HOi oun Ioudaioi, epei Paraskeuē ēn, hina mē meinē epi tou staurou ta sōmata en tō sabbatō, ēn gar megalē hē hēmera ekeinou tou sabbatou, ērōtēsan ton Peilaton hina kateagōsin autōn ta skelē kai arthōsin. 32 ēlthon oun hoi stratiōtai, kai tou men prōtou kateaxan ta skelē kai tou allou tou synstaurōthentos autō; 33 epi de ton Iēsoun elthontes, hōs eidon ēdē auton tethnēkota, ou kateaxan autou ta skelē, 34 all’ heis tōn stratiōtōn lonchē autou tēn pleuran enyxen, kai exēlthen euthys haima kai hydōr. 35 kai ho heōrakōs memartyrēken, kai alēthinē autou estin hē martyria, kai ekeinos oiden hoti alēthē legei, hina kai hymeis pisteuēte. 36 egeneto gar tauta hina hē graphē plērōthē Ostoun ou syntribēsetai autou. 37 kai palin hetera graphē legei Opsontai eis hon exekentēsan.

38 Meta de tauta ērōtēsen ton Peilaton Iōsēph apo Harimathaias, ōn mathētēs tou Iēsou kekrymmenos de dia ton phobon tōn Ioudaiōn, hina arē to sōma tou Iēsou; kai epetrepsen ho Peilatos. ēlthen oun kai ēren to sōma autou. 39 ēlthen de kai Nikodēmos, ho elthōn pros auton nyktos to prōton, pherōn migma smyrnēs kai aloēs hōs litras hekaton. 40 elabon oun to sōma tou Iēsou kai edēsan auto othoniois meta tōn arōmatōn, kathōs ethos estin tois Ioudaiois entaphiazein. 41 ēn de en tō topō hopou estaurōthē kēpos, kai en tō kēpō mnēmeion kainon, en hō oudepō oudeis ēn tetheimenos; 42 ekei oun dia tēn Paraskeuēn tōn Ioudaiōn, hoti engys ēn to mnēmeion, ethēkan ton Iēsoun.

 

20: 1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. 2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. 3 Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. 4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, 5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. 6 ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, 7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. 8 τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· 9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί. 11 Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον, 12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν. 15 λέγει αὐτῇ Ἰησοῦς Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν, λέγει αὐτῷ Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει αὐτῇ Ἰησοῦς Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί· Ῥαββουνεί (ὃ λέγεται Διδάσκαλε). 17 λέγει αὐτῇ Ἰησοῦς Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. 18 ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι Ἑώρακα τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν καὶ τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα Ἅγιον. 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.

24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τόπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. 28 ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ Ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅτι ἑώρακάς με, πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.

30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

 

20: 1 Tē de mia tōn sabbatōn Maria hē Magdalēnē erchetai prōi skotias eti ousēs eis to mnēmeion, kai blepei ton lithon ērmenon ek tou mnēmeiou. 2 trechei oun kai erchetai pros Simōna Petron kai pros ton allon mathētēn hon ephilei ho Iēsous, kai legei autois Ēran ton Kyrion ek tou mnēmeiou, kai ouk oidamen pou ethēkan auton. 3 Exēlthen oun ho Petros kai ho allos mathētēs, kai ērchonto eis to mnēmeion. 4 etrechon de hoi dyo homou; kai ho allos mathētēs proedramen tachion tou Petrou kai ēlthen prōtos eis to mnēmeion, 5 kai parakypsas blepei keimena ta othonia, ou mentoi eisēlthen. 6 erchetai oun kai Simōn Petros akolouthōn autō, kai eisēlthen eis to mnēmeion; kai theōrei ta othonia keimena, 7 kai to soudarion, ho ēn epi tēs kephalēs autou, ou meta tōn othoniōn keimenon alla chōris entetyligmenon eis hena topon. 8 tote oun eisēlthen kai ho allos mathētēs ho elthōn prōtos eis to mnēmeion, kai eiden kai episteusen; 9 oudepō gar ēdeisan tēn graphēn, hoti dei auton ek nekrōn anastēnai. 10 apēlthon oun palin pros hautous hoi mathētai. 11 Maria de heistēkei pros tō mnēmeiō exō klaiousa. hōs oun eklaien, parekypsen eis to mnēmeion, 12 kai theōrei dyo angelous en leukois kathezomenous, hena pros tē kephalē kai hena pros tois posin, hopou ekeito to sōma tou Iēsou. 13 kai legousin autē ekeinoi Gynai, ti klaieis? legei autois hoti Ēran ton Kyrion mou, kai ouk oida pou ethēkan auton. 14 tauta eipousa estraphē eis ta opisō, kai theōrei ton Iēsoun hestōta, kai ouk ēdei hoti Iēsous estin. 15 legei autē Iēsous Gynai, ti klaieis? tina zēteis? ekeinē dokousa hoti ho kēpouros estin, legei autō Kyrie, ei sy ebastasas auton, eipe moi pou ethēkas auton, kagō auton arō. 16 legei autē Iēsous Mariam. strapheisa ekeinē legei autō Hebraisti; Rhabbounei (ho legetai Didaskale). 17 legei autē Iēsous Mē mou haptou, oupō gar anabebēka pros ton Patera; poreuou de pros tous adelphous mou kai eipe autois Anabainō pros ton Patera mou kai Patera hymōn kai Theon mou kai Theon hymōn. 18 erchetai Mariam hē Magdalēnē angellousa tois mathētais hoti Heōraka ton Kyrion, kai tauta eipen autē.

19 Ousēs oun opsias tē hēmera ekeinē tē mia sabbatōn, kai tōn thyrōn kekleismenōn hopou ēsan hoi mathētai dia ton phobon tōn Ioudaiōn, ēlthen ho Iēsous kai estē eis to meson, kai legei autois Eirēnē hymin. 20 kai touto eipōn edeixen kai tas cheiras kai tēn pleuran autois. echarēsan oun hoi mathētai idontes ton Kyrion. 21 eipen oun autois ho Iēsous palin Eirēnē hymin; kathōs apestalken me ho Patēr, kagō pempō hymas. 22 kai touto eipōn enephysēsen kai legei autois Labete Pneuma Hagion. 23 an tinōn aphēte tas hamartias, apheōntai autois; an tinōn kratēte, kekratēntai.

24 Thōmas de heis ek tōn dōdeka, ho legomenos Didymos, ouk ēn met’ autōn hote ēlthen Iēsous. 25 elegon oun autō hoi alloi mathētai Heōrakamen ton Kyrion. ho de eipen autois Ean mē idō en tais chersin autou ton typon tōn hēlōn kai balō ton daktylon mou eis ton topon tōn hēlōn kai balō mou tēn cheira eis tēn pleuran autou, ou mē pisteusō. 26 Kai meth’ hēmeras oktō palin ēsan esō hoi mathētai autou, kai Thōmas met’ autōn. erchetai ho Iēsous tōn thyrōn kekleismenōn, kai estē eis to meson kai eipen Eirēnē hymin. 27 eita legei tō Thōma Phere ton daktylon sou hōde kai ide tas cheiras mou, kai phere tēn cheira sou kai bale eis tēn pleuran mou, kai mē ginou apistos alla pistos. 28 apekrithē Thōmas kai eipen autō HO Kyrios mou kai ho Theos mou. 29 legei autō ho Iēsous Hoti heōrakas me, pepisteukas? makarioi hoi mē idontes kai pisteusantes.

30 Polla men oun kai alla sēmeia epoiēsen ho Iēsous enōpion tōn mathētōn, ha ouk estin gegrammena en tō bibliō toutō; 31 tauta de gegraptai hina pisteuēte hoti Iēsous estin ho Christos ho Huios tou Theou, kai hina pisteuontes zōēn echēte en tō onomati autou.

 

21: 1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. 2 ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 πρωΐας δὲ ἤδη γινομένης ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. 5 λέγει οὖν αὐτοῖς Ἰησοῦς Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ Οὔ. 6 ὁ δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ Ὁ Κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ Κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· 8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς Δεῦτε ἀριστήσατε. οὐδεὶς ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 ἔρχεται Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 τοῦτο ἤδη τρίτον ἐφανερώθη Ἰησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.

15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς Σίμων Ἰωάνου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον Σίμων Ἰωάνου, ἀγαπᾷς με; λέγει αὐτῷ Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ Ποίμαινε τὰ προβάτιά μου. 17 λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωάνου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με; καὶ εἶπεν αὐτῷ Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ Ἰησοῦς Βόσκε τὰ προβάτιά μου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ζώσει σε καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ Ἀκολούθει μοι. 20 ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει. 23 ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν. 25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.

 

21: 1 Meta tauta ephanerōsen heauton palin Iēsous tois mathētais epi tēs thalassēs tēs Tiberiados; ephanerōsen de houtōs. 2 ēsan homou Simōn Petros kai Thōmas ho legomenos Didymos kai Nathanaēl ho apo Kana tēs Galilaias kai hoi tou Zebedaiou kai alloi ek tōn mathētōn autou dyo. 3 legei autois Simōn Petros Hypagō halieuein. legousin autō Erchometha kai hēmeis syn soi. exēlthon kai enebēsan eis to ploion, kai en ekeinē tē nykti epiasan ouden. 4 prōias de ēdē ginomenēs estē Iēsous eis ton aigialon; ou mentoi ēdeisan hoi mathētai hoti Iēsous estin. 5 legei oun autois Iēsous Paidia, mē ti prosphagion echete? apekrithēsan autō Ou. 6 ho de eipen autois Balete eis ta dexia merē tou ploiou to diktyon, kai heurēsete. ebalon oun, kai ouketi auto helkysai ischyon apo tou plēthous tōn ichthyōn. 7 legei oun ho mathētēs ekeinos hon ēgapa ho Iēsous tō Petrō HO Kyrios estin. Simōn oun Petros, akousas hoti ho Kyrios estin, ton ependytēn diezōsato, ēn gar gymnos, kai ebalen heauton eis tēn thalassan; 8 hoi de alloi mathētai tō ploiariō ēlthon, ou gar ēsan makran apo tēs gēs alla hōs apo pēchōn diakosiōn, syrontes to diktyon tōn ichthyōn. 9 hōs oun apebēsan eis tēn gēn, blepousin anthrakian keimenēn kai opsarion epikeimenon kai arton. 10 legei autois ho Iēsous Enenkate apo tōn opsariōn hōn epiasate nyn. 11 anebē Simōn Petros kai heilkysen to diktyon eis tēn gēn meston ichthyōn megalōn hekaton pentēkonta triōn; kai tosoutōn ontōn ouk eschisthē to diktyon. 12 legei autois ho Iēsous Deute aristēsate. oudeis etolma tōn mathētōn exetasai auton Sy tis ei? eidotes hoti ho Kyrios estin. 13 erchetai Iēsous kai lambanei ton arton kai didōsin autois, kai to opsarion homoiōs. 14 touto ēdē triton ephanerōthē Iēsous tois mathētais egertheis ek nekrōn.

15 Hote oun ēristēsan, legei tō Simōni Petrō ho Iēsous Simōn Iōanou, agapas me pleon toutōn? legei autō Nai, Kyrie, sy oidas hoti philō se. legei autō Boske ta arnia mou. 16 legei autō palin deuteron Simōn Iōanou, agapas me? legei autō Nai, Kyrie, sy oidas hoti philō se. legei autō Poimaine ta probatia mou. 17 legei autō to triton Simōn Iōanou, phileis me? elypēthē ho Petros hoti eipen autō to triton Phileis me? kai eipen autō Kyrie, panta sy oidas, sy ginōskeis hoti philō se. legei autō Iēsous Boske ta probatia mou. 18 amēn amēn legō soi, hote ēs neōteros, ezōnnyes seauton kai periepateis hopou ētheles; hotan de gērasēs, ekteneis tas cheiras sou, kai allos zōsei se kai oisei hopou ou theleis. 19 touto de eipen sēmainōn poiō thanatō doxasei ton Theon. kai touto eipōn legei autō Akolouthei moi. 20 epistrapheis ho Petros blepei ton mathētēn hon ēgapa ho Iēsous akolouthounta, hos kai anepesen en tō deipnō epi to stēthos autou kai eipen Kyrie, tis estin ho paradidous se? 21 touton oun idōn ho Petros legei tō Iēsou Kyrie, houtos de ti? 22 legei autō ho Iēsous Ean auton thelō menein heōs erchomai, ti pros se? sy moi akolouthei. 23 exēlthen oun houtos ho logos eis tous adelphous hoti ho mathētēs ekeinos ouk apothnēskei; ouk eipen de autō ho Iēsous hoti ouk apothnēskei, all’ Ean auton thelō menein heōs erchomai, ti pros se?

24 Houtos estin ho mathētēs ho martyrōn peri toutōn kai ho grapsas tauta, kai oidamen hoti alēthēs autou hē martyria estin. 25 Estin de kai alla polla ha epoiēsen ho Iēsous, hatina ean graphētai kath’ hen, oud’ auton oimai ton kosmon chōrēsein ta graphomena biblia.

 

Sursa Noul Testament, Eberhard Nestle, 1904

(comparat cu ediţia din 1913 – textul dintre paranteze)

https://sites.google.com/site/nestle1904/john

Transliterarea s-a făcut pe siteul

https://transliterate.com/

Varianta transliterării

Society of Biblical Literature

 

2021, Floreşti-Cluj

 

Niciun comentariu:

Trimiteți un comentariu