joi, 5 august 2021

Faptele Apostolilor în greacă

 

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

 

NT Nestle 1904

1: 1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, 2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· 4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάνης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν Πνεύματι βαπτισθήσεσθε Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. 6 Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 εἶπεν πρὸς αὐτούς Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, 8 ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρίᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. 9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, 11 οἳ καὶ εἶπαν Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. 12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν. 13 καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάνης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. 14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.

15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἴκοσι 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, 17 ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης. 18 οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ· 19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμάχ, τοῦτ’ ἔστιν Χωρίον αἵματος. 20 γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν

Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος

καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ,

καί Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.

21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάνου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. 23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν. 24 καὶ προσευξάμενοι εἶπαν Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα 25 λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ’ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συνκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

 

PRAXEIS APOSTOLŌN

 

Transliteration Society of Biblical Literature

1: 1 Ton men prōton logon epoiēsamēn peri pantōn, ō Theophile, hōn ērxato ho Iēsous poiein te kai didaskein, 2 achri hēs hēmeras enteilamenos tois apostolois dia Pneumatos Hagiou hous exelexato anelēmphthē; 3 hois kai parestēsen heauton zōnta meta to pathein auton en pollois tekmēriois, di’ hēmerōn tesserakonta optanomenos autois kai legōn ta peri tēs basileias tou Theou; 4 kai synalizomenos parēngeilen autois apo Hierosolymōn mē chōrizesthai, alla perimenein tēn epangelian tou Patros hēn ēkousate mou; 5 hoti Iōanēs men ebaptisen hydati, hymeis de en Pneumati baptisthēsesthe Hagiō ou meta pollas tautas hēmeras. 6 HOi men oun synelthontes ērōtōn auton legontes Kyrie, ei en tō chronō toutō apokathistaneis tēn basileian tō Israēl? 7 eipen pros autous Ouch hymōn estin gnōnai chronous ē kairous hous ho Patēr etheto en tē idia exousia, 8 alla lēmpsesthe dynamin epelthontos tou Hagiou Pneumatos eph’ hymas, kai esesthe mou martyres en te Hierousalēm kai en pasē tē Ioudaia kai Samaria kai heōs eschatou tēs gēs. 9 kai tauta eipōn blepontōn autōn epērthē, kai nephelē hypelaben auton apo tōn ophthalmōn autōn. 10 kai hōs atenizontes ēsan eis ton ouranon poreuomenou autou, kai idou andres dyo pareistēkeisan autois en esthēsesi leukais, 11 hoi kai eipan Andres Galilaioi, ti hestēkate blepontes eis ton ouranon? houtos ho Iēsous ho analēmphtheis aph’ hymōn eis ton ouranon houtōs eleusetai hon tropon etheasasthe auton poreuomenon eis ton ouranon. 12 Tote hypestrepsan eis Hierousalēm apo orous tou kaloumenou Elaiōnos, ho estin engys Hierousalēm sabbatou echon hodon. 13 kai hote eisēlthon, eis to hyperōon anebēsan hou ēsan katamenontes, ho te Petros kai Iōanēs kai Iakōbos kai Andreas, Philippos kai Thōmas, Bartholomaios kai Maththaios, Iakōbos Alphaiou kai Simōn ho Zēlōtēs kai Ioudas Iakōbou. 14 houtoi pantes ēsan proskarterountes homothymadon tē proseuchē syn gynaixin kai Mariam tē mētri tou Iēsou kai syn tois adelphois autou.

15 Kai en tais hēmerais tautais anastas Petros en mesō tōn adelphōn eipen; ēn te ochlos onomatōn epi to auto hōsei hekaton eikosi 16 Andres adelphoi, edei plērōthēnai tēn graphēn hēn proeipen to Pneuma to Hagion dia stomatos Daueid peri Iouda tou genomenou hodēgou tois syllabousin Iēsoun, 17 hoti katērithmēmenos ēn en hēmin kai elachen ton klēron tēs diakonias tautēs. 18 houtos men oun ektēsato chōrion ek misthou tēs adikias, kai prēnēs genomenos elakēsen mesos, kai exechythē panta ta splanchna autou; 19 kai gnōston egeneto pasi tois katoikousin Hierousalēm, hōste klēthēnai to chōrion ekeino tē idia dialektō autōn Akeldamach, tout’ estin Chōrion haimatos. 20 gegraptai gar en biblō Psalmōn

Genēthētō hē epaulis autou erēmos

kai mē estō ho katoikōn en autē,

kai Tēn episkopēn autou labetō heteros.

21 dei oun tōn synelthontōn hēmin andrōn en panti chronō hō eisēlthen kai exēlthen eph’ hēmas ho Kyrios Iēsous, 22 arxamenos apo tou baptismatos Iōanou heōs tēs hēmeras hēs anelēmphthē aph’ hēmōn, martyra tēs anastaseōs autou syn hēmin genesthai hena toutōn. 23 Kai estēsan dyo, Iōsēph ton kaloumenon Barsabban, hos epeklēthē Ioustos, kai Maththian. 24 kai proseuxamenoi eipan Sy Kyrie kardiognōsta pantōn, anadeixon hon exelexō ek toutōn tōn dyo hena 25 labein ton topon tēs diakonias tautēs kai apostolēs, aph’ hēs parebē Ioudas poreuthēnai eis ton topon ton idion. 26 kai edōkan klērous autois, kai epesen ho klēros epi Maththian, kai synkatepsēphisthē meta tōn hendeka apostolōn.

 

2: 1 Καὶ ἐν τῷ συνπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό· 2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, 3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, 4 καὶ ἐπλήσθησαν πάντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. 5 Ἦσαν δὲ εἰς Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· 6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7 ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχὶ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8 καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, 9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμεῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 11 Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ; 12 ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες Τί θέλει τοῦτο εἶναι; 13 ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. 14 Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς

Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15 οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, 16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ

17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός,

ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,

καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν,

καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται,

καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται·

18 καίγε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου

ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου,

καὶ προφητεύσουσιν.

19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω

καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω,

αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.

20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος

καὶ ἡ σελήνη εἰς αἷμα,

πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.

21 καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

22 Ἄνδρες Ἰσραηλεῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, 23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε, 24 ὃν ὁ Θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. 25 Δαυεὶδ γὰρ λέγει εἰς αὐτόν Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός,

ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.

26 διὰ τοῦτο ηὐφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου,

ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι,

27 ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην

οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.

28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς,

πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.

29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυείδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. 30 προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, 31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐνκατελείφθη εἰς Ἅιδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. 32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες· 33 τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε. 34 οὐ γὰρ Δαυεὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός

Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου,

35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. 37 Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; 38 Πέτρος δὲ πρὸς αὐτούς Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. 39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν. 40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι· 42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. 43 Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος· πολλά δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινά, 45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν. 46 καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό.

 

2: 1 Kai en tō synplērousthai tēn hēmeran tēs Pentēkostēs ēsan pantes homou epi to auto; 2 kai egeneto aphnō ek tou ouranou ēchos hōsper pheromenēs pnoēs biaias kai eplērōsen holon ton oikon hou ēsan kathēmenoi, 3 kai ōphthēsan autois diamerizomenai glōssai hōsei pyros, kai ekathisen eph’ hena hekaston autōn, 4 kai eplēsthēsan pantes Pneumatos Hagiou, kai ērxanto lalein heterais glōssais kathōs to Pneuma edidou apophthengesthai autois. 5 Ēsan de eis Ierousalēm katoikountes Ioudaioi, andres eulabeis apo pantos ethnous tōn hypo ton ouranon; 6 genomenēs de tēs phōnēs tautēs synēlthen to plēthos kai synechythē, hoti ēkouon heis hekastos tē idia dialektō lalountōn autōn. 7 existanto de kai ethaumazon legontes Ouchi idou pantes houtoi eisin hoi lalountes Galilaioi? 8 kai pōs hēmeis akouomen hekastos tē idia dialektō hēmōn en hē egennēthēmen, 9 Parthoi kai Mēdoi kai Elameitai, kai hoi katoikountes tēn Mesopotamian, Ioudaian te kai Kappadokian, Ponton kai tēn Asian, 10 Phrygian te kai Pamphylian, Aigypton kai ta merē tēs Libyēs tēs kata Kyrēnēn, kai hoi epidēmountes Rhōmaioi, 11 Ioudaioi te kai prosēlytoi, Krētes kai Arabes, akouomen lalountōn autōn tais hēmeterais glōssais ta megaleia tou Theou? 12 existanto de pantes kai diēporounto, allos pros allon legontes Ti thelei touto einai? 13 heteroi de diachleuazontes elegon hoti Gleukous memestōmenoi eisin. 14 Statheis de ho Petros syn tois hendeka epēren tēn phōnēn autou kai apephthenxato autois

Andres Ioudaioi kai hoi katoikountes Hierousalēm pantes, touto hymin gnōston estō, kai enōtisasthe ta rhēmata mou. 15 ou gar hōs hymeis hypolambanete houtoi methyousin, estin gar hōra tritē tēs hēmeras, 16 alla touto estin to eirēmenon dia tou prophētou Iōēl

17 Kai estai en tais eschatais hēmerais, legei ho Theos,

ekcheō apo tou Pneumatos mou epi pasan sarka,

kai prophēteusousin hoi huioi hymōn kai hai thygateres hymōn,

kai hoi neaniskoi hymōn horaseis opsontai,

kai hoi presbyteroi hymōn enypniois enypniasthēsontai;

18 kaige epi tous doulous mou kai epi tas doulas mou

en tais hēmerais ekeinais ekcheō apo tou Pneumatos mou,

kai prophēteusousin.

19 kai dōsō terata en tō ouranō anō

kai sēmeia epi tēs gēs katō,

haima kai pyr kai atmida kapnou.

20 ho hēlios metastraphēsetai eis skotos

kai hē selēnē eis haima,

prin elthein hēmeran Kyriou tēn megalēn kai epiphanē.

21 kai estai pas hos ean epikalesētai to onoma Kyriou sōthēsetai.

22 Andres Israēleitai, akousate tous logous toutous; Iēsoun ton Nazōraion, andra apodedeigmenon apo tou Theou eis hymas dynamesi kai terasi kai sēmeiois, hois epoiēsen di’ autou ho Theos en mesō hymōn, kathōs autoi oidate, 23 touton tē hōrismenē boulē kai prognōsei tou Theou ekdoton dia cheiros anomōn prospēxantes aneilate, 24 hon ho Theos anestēsen lysas tas ōdinas tou thanatou, kathoti ouk ēn dynaton krateisthai auton hyp’ autou. 25 Daueid gar legei eis auton Proorōmēn ton Kyrion enōpion mou dia pantos,

hoti ek dexiōn mou estin, hina mē saleuthō.

26 dia touto ēuphranthē mou hē kardia kai ēgalliasato hē glōssa mou,

eti de kai hē sarx mou kataskēnōsei ep’ elpidi,

27 hoti ouk enkataleipseis tēn psychēn mou eis Haidēn

oude dōseis ton Hosion sou idein diaphthoran.

28 egnōrisas moi hodous zōēs,

plērōseis me euphrosynēs meta tou prosōpou sou.

29 Andres adelphoi, exon eipein meta parrēsias pros hymas peri tou patriarchou Daueid, hoti kai eteleutēsen kai etaphē, kai to mnēma autou estin en hēmin achri tēs hēmeras tautēs. 30 prophētēs oun hyparchōn kai eidōs hoti horkō ōmosen autō ho Theos ek karpou tēs osphyos autou kathisai epi ton thronon autou, 31 proidōn elalēsen peri tēs anastaseōs tou Christou, hoti oute enkateleiphthē eis Haidēn oute hē sarx autou eiden diaphthoran. 32 touton ton Iēsoun anestēsen ho Theos, hou pantes hēmeis esmen martyres; 33 tē dexia oun tou Theou hypsōtheis tēn te epangelian tou Pneumatos tou Hagiou labōn para tou Patros execheen touto ho hymeis kai blepete kai akouete. 34 ou gar Daueid anebē eis tous ouranous, legei de autos

Eipen Kyrios tō Kyriō mou Kathou ek dexiōn mou,

35 heōs an thō tous echthrous sou hypopodion tōn podōn sou.

36 asphalōs oun ginōsketō pas oikos Israēl hoti kai Kyrion auton kai Christon epoiēsen ho Theos, touton ton Iēsoun hon hymeis estaurōsate. 37 Akousantes de katenygēsan tēn kardian, eipon te pros ton Petron kai tous loipous apostolous Ti poiēsōmen, andres adelphoi? 38 Petros de pros autous Metanoēsate, kai baptisthētō hekastos hymōn epi tō onomati Iēsou Christou eis aphesin tōn hamartiōn hymōn, kai lēmpsesthe tēn dōrean tou Hagiou Pneumatos. 39 hymin gar estin hē epangelia kai tois teknois hymōn kai pasin tois eis makran, hosous an proskalesētai Kyrios ho Theos hēmōn. 40 heterois te logois pleiosin diemartyrato, kai parekalei autous legōn Sōthēte apo tēs geneas tēs skolias tautēs. 41 hoi men oun apodexamenoi ton logon autou ebaptisthēsan, kai prosetethēsan en tē hēmera ekeinē psychai hōsei trischiliai; 42 ēsan de proskarterountes tē didachē tōn apostolōn kai tē koinōnia, tē klasei tou artou kai tais proseuchais. 43 Egineto de pasē psychē phobos; polla de terata kai sēmeia dia tōn apostolōn egineto. 44 pantes de hoi pisteusantes epi to auto eichon hapanta koina, 45 kai ta ktēmata kai tas hyparxeis epipraskon kai diemerizon auta pasin, kathoti an tis chreian eichen. 46 kath’ hēmeran te proskarterountes homothymadon en tō hierō, klōntes te kat’ oikon arton, metelambanon trophēs en agalliasei kai aphelotēti kardias, 47 ainountes ton Theon kai echontes charin pros holon ton laon. ho de Kyrios prosetithei tous sōzomenous kath’ hēmeran epi to auto.

 

3: 1 Πέτρος δὲ καὶ Ἰωάνης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. 2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· 3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάνην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην λαβεῖν. 4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάνῃ εἶπεν Βλέψον εἰς ἡμᾶς. 5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ’ αὐτῶν λαβεῖν. 6 εἶπεν δὲ Πέτρος Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου περιπάτει. 7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά, 8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν. 9 καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν· 10 ἐπεγίνωσκον δὲ αὐτὸν, ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ. 11 Κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάνην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. 12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν Ἄνδρες Ἰσραηλεῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; 13 ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν Παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πειλάτου, κρίναντος ἐκείνου ἀπολύειν· 14 ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15 τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. 17 καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· 18 ὁ δὲ Θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν, παθεῖν τὸν Χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως. 19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε πρὸς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, 20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστὸν Ἰησοῦν, 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν. 22 Μωϋσῆς μὲν εἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. 25 ὑμεῖς ἐστε οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς ὁ Θεὸς διέθετο πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26 ὑμῖν πρῶτον ἀναστήσας ὁ Θεὸς τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

 

3: 1 Petros de kai Iōanēs anebainon eis to hieron epi tēn hōran tēs proseuchēs tēn enatēn. 2 kai tis anēr chōlos ek koilias mētros autou hyparchōn ebastazeto, hon etithoun kath’ hēmeran pros tēn thyran tou hierou tēn legomenēn Hōraian tou aitein eleēmosynēn para tōn eisporeuomenōn eis to hieron; 3 hos idōn Petron kai Iōanēn mellontas eisienai eis to hieron ērōta eleēmosynēn labein. 4 atenisas de Petros eis auton syn tō Iōanē eipen Blepson eis hēmas. 5 ho de epeichen autois prosdokōn ti par’ autōn labein. 6 eipen de Petros Argyrion kai chrysion ouch hyparchei moi; ho de echō, touto soi didōmi; en tō onomati Iēsou Christou tou Nazōraiou peripatei. 7 kai piasas auton tēs dexias cheiros ēgeiren auton; parachrēma de estereōthēsan hai baseis autou kai ta sphydra, 8 kai exallomenos estē kai periepatei, kai eisēlthen syn autois eis to hieron peripatōn kai hallomenos kai ainōn ton Theon. 9 kai eiden pas ho laos auton peripatounta kai ainounta ton Theon; 10 epeginōskon de auton, hoti houtos ēn ho pros tēn eleēmosynēn kathēmenos epi tē Hōraia Pylē tou hierou, kai eplēsthēsan thambous kai ekstaseōs epi tō symbebēkoti autō. 11 Kratountos de autou ton Petron kai ton Iōanēn synedramen pas ho laos pros autous epi tē stoa tē kaloumenē Solomōntos ekthamboi. 12 idōn de ho Petros apekrinato pros ton laon Andres Israēleitai, ti thaumazete epi toutō, ē hēmin ti atenizete hōs idia dynamei ē eusebeia pepoiēkosin tou peripatein auton? 13 ho Theos Abraam kai Isaak kai Iakōb, ho Theos tōn paterōn hēmōn, edoxasen ton Paida autou Iēsoun, hon hymeis men paredōkate kai ērnēsasthe kata prosōpon Peilatou, krinantos ekeinou apolyein; 14 hymeis de ton Hagion kai Dikaion ērnēsasthe, kai ētēsasthe andra phonea charisthēnai hymin, 15 ton de Archēgon tēs zōēs apekteinate, hon ho Theos ēgeiren ek nekrōn, hou hēmeis martyres esmen. 16 kai epi tē pistei tou onomatos autou touton, hon theōreite kai oidate, estereōsen to onoma autou, kai hē pistis hē di’ autou edōken autō tēn holoklērian tautēn apenanti pantōn hymōn. 17 kai nyn, adelphoi, oida hoti kata agnoian epraxate, hōsper kai hoi archontes hymōn; 18 ho de Theos ha prokatēngeilen dia stomatos pantōn tōn prophētōn, pathein ton Christon autou eplērōsen houtōs. 19 metanoēsate oun kai epistrepsate pros to exaleiphthēnai hymōn tas hamartias, 20 hopōs an elthōsin kairoi anapsyxeōs apo prosōpou tou Kyriou kai aposteilē ton prokecheirismenon hymin Christon Iēsoun, 21 hon dei ouranon men dexasthai achri chronōn apokatastaseōs pantōn hōn elalēsen ho Theos dia stomatos tōn hagiōn ap’ aiōnos autou prophētōn. 22 Mōusēs men eipen hoti Prophētēn hymin anastēsei Kyrios ho Theos ek tōn adelphōn hymōn hōs eme; autou akousesthe kata panta hosa an lalēsē pros hymas. 23 estai de pasa psychē hētis ean mē akousē tou prophētou ekeinou exolethreuthēsetai ek tou laou. 24 kai pantes de hoi prophētai apo Samouēl kai tōn kathexēs hosoi elalēsan kai katēngeilan tas hēmeras tautas. 25 hymeis este hoi huioi tōn prophētōn kai tēs diathēkēs hēs ho Theos dietheto pros tous pateras hymōn, legōn pros Abraam Kai en tō spermati sou eneulogēthēsontai pasai hai patriai tēs gēs. 26 hymin prōton anastēsas ho Theos ton Paida autou apesteilen auton eulogounta hymas en tō apostrephein hekaston apo tōn ponēriōn hymōn.

 

4: 1 Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2 διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν, 3 καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. 4 πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν ὡς χιλιάδες πέντε.

5 Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς ἐν Ἰερουσαλήμ, 6 καὶ Ἄννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάνης καὶ Ἀλέξανδρος καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ, 7 καὶ στήσαντες αὐτοὺς ἐν τῷ μέσῳ ἐπυνθάνοντο Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8 τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπεν πρὸς αὐτούς Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, 9 εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11 οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ’ ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. 12 καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. 13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάνου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν, 14 τόν τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15 κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους 16 λέγοντες Τί ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι’ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ἀρνεῖσθαι· 17 ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. 18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19 ὁ δὲ Πέτρος καὶ Ἰωάνης ἀποκριθέντες εἶπον πρὸς αὐτούς Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· 20 οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. 21 οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι· 22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ’ ὃν γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. 23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν. 24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπαν Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 25 ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος Ἁγίου στόματος Δαυεὶδ παιδός σου εἰπών

Ἵνα τί ἐφρύαξαν ἔθνη

καὶ λαοὶ ἐμελέτησαν κενά;

26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς

καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ

κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

27 συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πειλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλὴ προώρισεν γενέσθαι. 29 καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30 ἐν τῷ τὴν χεῖρά ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ. 31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ Ἁγίου Πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.

32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς πάντα κοινά. 33 καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τοῦ Κυρίου Ἰησοῦ τῆς ἀναστάσεως, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34 οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων 35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36 Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον Υἱὸς παρακλήσεως, Λευείτης, Κύπριος τῷ γένει, 37 ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν πρὸς τοὺς πόδας τῶν ἀποστόλων.

 

4: 1 Lalountōn de autōn pros ton laon, epestēsan autois hoi hiereis kai ho stratēgos tou hierou kai hoi Saddoukaioi, 2 diaponoumenoi dia to didaskein autous ton laon kai katangellein en tō Iēsou tēn anastasin tēn ek nekrōn, 3 kai epebalon autois tas cheiras kai ethento eis tērēsin eis tēn aurion; ēn gar hespera ēdē. 4 polloi de tōn akousantōn ton logon episteusan, kai egenēthē arithmos tōn andrōn hōs chiliades pente.

5 Egeneto de epi tēn aurion synachthēnai autōn tous archontas kai tous presbyterous kai tous grammateis en Ierousalēm, 6 kai Annas ho archiereus kai Kaiaphas kai Iōanēs kai Alexandros kai hosoi ēsan ek genous archieratikou, 7 kai stēsantes autous en tō mesō epynthanonto En poia dynamei ē en poiō onomati epoiēsate touto hymeis? 8 tote Petros plēstheis Pneumatos Hagiou eipen pros autous Archontes tou laou kai presbyteroi, 9 ei hēmeis sēmeron anakrinometha epi euergesia anthrōpou asthenous, en tini houtos sesōstai, 10 gnōston estō pasin hymin kai panti tō laō Israēl, hoti en tō onomati Iēsou Christou tou Nazōraiou, hon hymeis estaurōsate, hon ho Theos ēgeiren ek nekrōn, en toutō houtos parestēken enōpion hymōn hygiēs. 11 houtos estin ho lithos ho exouthenētheis hyph’ hymōn tōn oikodomōn, ho genomenos eis kephalēn gōnias. 12 kai ouk estin en allō oudeni hē sōtēria; oude gar onoma estin heteron hypo ton ouranon to dedomenon en anthrōpois en hō dei sōthēnai hēmas. 13 Theōrountes de tēn tou Petrou parrēsian kai Iōanou, kai katalabomenoi hoti anthrōpoi agrammatoi eisin kai idiōtai, ethaumazon, epeginōskon te autous hoti syn tō Iēsou ēsan, 14 ton te anthrōpon blepontes syn autois hestōta ton tetherapeumenon, ouden eichon anteipein. 15 keleusantes de autous exō tou synedriou apelthein, syneballon pros allēlous 16 legontes Ti poiēsōmen tois anthrōpois toutois? hoti men gar gnōston sēmeion gegonen di’ autōn, pasin tois katoikousin Hierousalēm phaneron, kai ou dynametha arneisthai; 17 all’ hina mē epi pleion dianemēthē eis ton laon, apeilēsōmetha autois mēketi lalein epi tō onomati toutō mēdeni anthrōpōn. 18 kai kalesantes autous parēngeilan katholou mē phthengesthai mēde didaskein epi tō onomati tou Iēsou. 19 ho de Petros kai Iōanēs apokrithentes eipon pros autous Ei dikaion estin enōpion tou Theou, hymōn akouein mallon ē tou Theou, krinate; 20 ou dynametha gar hēmeis ha eidamen kai ēkousamen mē lalein. 21 hoi de prosapeilēsamenoi apelysan autous, mēden heuriskontes to pōs kolasōntai autous, dia ton laon, hoti pantes edoxazon ton Theon epi tō gegonoti; 22 etōn gar ēn pleionōn tesserakonta ho anthrōpos eph’ hon gegonei to sēmeion touto tēs iaseōs. 23 Apolythentes de ēlthon pros tous idious kai apēngeilan hosa pros autous hoi archiereis kai hoi presbyteroi eipan. 24 hoi de akousantes homothymadon ēran phōnēn pros ton Theon kai eipan Despota, sy ho poiēsas ton ouranon kai tēn gēn kai tēn thalassan kai panta ta en autois, 25 ho tou patros hēmōn dia Pneumatos Hagiou stomatos Daueid paidos sou eipōn

Hina ti ephryaxan ethnē

kai laoi emeletēsan kena?

26 parestēsan hoi basileis tēs gēs

kai hoi archontes synēchthēsan epi to auto

kata tou Kyriou kai kata tou Christou autou.

27 synēchthēsan gar ep’ alētheias en tē polei tautē epi ton hagion Paida sou Iēsoun, hon echrisas, Hērōdēs te kai Pontios Peilatos syn ethnesin kai laois Israēl, 28 poiēsai hosa hē cheir sou kai hē boulē proōrisen genesthai. 29 kai ta nyn, Kyrie, epide epi tas apeilas autōn, kai dos tois doulois sou meta parrēsias pasēs lalein ton logon sou, 30 en tō tēn cheira ekteinein se eis iasin kai sēmeia kai terata ginesthai dia tou onomatos tou hagiou Paidos sou Iēsou. 31 kai deēthentōn autōn esaleuthē ho topos en hō ēsan synēgmenoi, kai eplēsthēsan hapantes tou Hagiou Pneumatos, kai elaloun ton logon tou Theou meta parrēsias.

32 Tou de plēthous tōn pisteusantōn ēn kardia kai psychē mia, kai oude heis ti tōn hyparchontōn autō elegen idion einai, all’ ēn autois panta koina. 33 kai dynamei megalē apedidoun to martyrion hoi apostoloi tou Kyriou Iēsou tēs anastaseōs, charis te megalē ēn epi pantas autous. 34 oude gar endeēs tis ēn en autois; hosoi gar ktētores chōriōn ē oikiōn hypērchon, pōlountes epheron tas timas tōn pipraskomenōn 35 kai etithoun para tous podas tōn apostolōn; diedideto de hekastō kathoti an tis chreian eichen. 36 Iōsēph de ho epiklētheis Barnabas apo tōn apostolōn, ho estin methermēneuomenon Huios paraklēseōs, Leueitēs, Kyprios tō genei, 37 hyparchontos autō agrou, pōlēsas ēnenken to chrēma kai ethēken pros tous podas tōn apostolōn.

 

5: 1 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα, 2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. 3 εἶπεν δὲ ὁ Πέτρος Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; 4 οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ. 5 ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας. 6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν. 7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. 8 ἀπεκρίθη δὲ πρὸς αὐτὴν Πέτρος Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν Ναί, τοσούτου. 9 ὁ δὲ Πέτρος πρὸς αὐτήν Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε. 10 ἔπεσεν δὲ παραχρῆμα πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 Καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.

12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν πάντες ἐν τῇ στοᾷ Σολομῶντος· 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· 15 ὥστε καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.

17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 Ἄγγελος δὲ Κυρίου διὰ νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν 20 Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς Ζωῆς ταύτης. 21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. 22 οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν 23 λέγοντες ὅτι Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. 24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. 25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. 26 Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἦγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, μὴ λιθασθῶσιν· 27 ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς 28 λέγων Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. 29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. 30 ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου· 31 τοῦτον ὁ Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. 32 καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. 33 οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς. 34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι, 35 εἶπέν τε πρὸς αὐτούς Ἄνδρες Ἰσραηλεῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. 36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς, μή ποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ, 40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν. 41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ Ὀνόματος ἀτιμασθῆναι· 42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.

 

5: 1 Anēr de tis Ananias onomati syn Sappheirē tē gynaiki autou epōlēsen ktēma, 2 kai enosphisato apo tēs timēs, syneiduiēs kai tēs gynaikos, kai enenkas meros ti para tous podas tōn apostolōn ethēken. 3 eipen de ho Petros Anania, dia ti eplērōsen ho Satanas tēn kardian sou, pseusasthai se to Pneuma to Hagion kai nosphisasthai apo tēs timēs tou chōriou? 4 ouchi menon soi emenen kai prathen en tē sē exousia hypērchen? ti hoti ethou en tē kardia sou to pragma touto? ouk epseusō anthrōpois alla tō Theō. 5 akouōn de ho Ananias tous logous toutous pesōn exepsyxen; kai egeneto phobos megas epi pantas tous akouontas. 6 anastantes de hoi neōteroi synesteilan auton kai exenenkantes ethapsan. 7 Egeneto de hōs hōrōn triōn diastēma kai hē gynē autou mē eiduia to gegonos eisēlthen. 8 apekrithē de pros autēn Petros Eipe moi, ei tosoutou to chōrion apedosthe? hē de eipen Nai, tosoutou. 9 ho de Petros pros autēn Ti hoti synephōnēthē hymin peirasai to Pneuma Kyriou? idou hoi podes tōn thapsantōn ton andra sou epi tē thyra kai exoisousin se. 10 epesen de parachrēma pros tous podas autou kai exepsyxen; eiselthontes de hoi neaniskoi heuron autēn nekran, kai exenenkantes ethapsan pros ton andra autēs. 11 Kai egeneto phobos megas eph’ holēn tēn ekklēsian kai epi pantas tous akouontas tauta.

12 Dia de tōn cheirōn tōn apostolōn egineto sēmeia kai terata polla en tō laō; kai ēsan homothymadon pantes en tē stoa Solomōntos; 13 tōn de loipōn oudeis etolma kollasthai autois, all’ emegalynen autous ho laos; 14 mallon de prosetithento pisteuontes tō Kyriō, plēthē andrōn te kai gynaikōn; 15 hōste kai eis tas plateias ekpherein tous astheneis kai tithenai epi klinariōn kai krabattōn, hina erchomenou Petrou kan hē skia episkiasē tini autōn. 16 synērcheto de kai to plēthos tōn perix poleōn Hierousalēm, pherontes astheneis kai ochloumenous hypo pneumatōn akathartōn, hoitines etherapeuonto hapantes.

17 Anastas de ho archiereus kai pantes hoi syn autō, hē ousa hairesis tōn Saddoukaiōn, eplēsthēsan zēlou 18 kai epebalon tas cheiras epi tous apostolous kai ethento autous en tērēsei dēmosia. 19 Angelos de Kyriou dia nyktos ēnoixe tas thyras tēs phylakēs exagagōn te autous eipen 20 Poreuesthe kai stathentes laleite en tō hierō tō laō panta ta rhēmata tēs Zōēs tautēs. 21 akousantes de eisēlthon hypo ton orthron eis to hieron kai edidaskon. Paragenomenos de ho archiereus kai hoi syn autō synekalesan to synedrion kai pasan tēn gerousian tōn huiōn Israēl, kai apesteilan eis to desmōtērion achthēnai autous. 22 hoi de paragenomenoi hypēretai ouch heuron autous en tē phylakē; anastrepsantes de apēngeilan 23 legontes hoti To desmōtērion heuromen kekleismenon en pasē asphaleia kai tous phylakas hestōtas epi tōn thyrōn, anoixantes de esō oudena heuromen. 24 hōs de ēkousan tous logous toutous ho te stratēgos tou hierou kai hoi archiereis, diēporoun peri autōn ti an genoito touto. 25 paragenomenos de tis apēngeilen autois hoti Idou hoi andres, hous ethesthe en tē phylakē, eisin en tō hierō hestōtes kai didaskontes ton laon. 26 Tote apelthōn ho stratēgos syn tois hypēretais ēgen autous, ou meta bias, ephobounto gar ton laon, mē lithasthōsin; 27 agagontes de autous estēsan en tō synedriō. kai epērōtēsen autous ho archiereus 28 legōn Parangelia parēngeilamen hymin mē didaskein epi tō onomati toutō, kai idou peplērōkate tēn Hierousalēm tēs didachēs hymōn, kai boulesthe epagagein eph’ hēmas to haima tou anthrōpou toutou. 29 apokritheis de Petros kai hoi apostoloi eipan Peitharchein dei Theō mallon ē anthrōpois. 30 ho Theos tōn paterōn hēmōn ēgeiren Iēsoun, hon hymeis diecheirisasthe kremasantes epi xylou; 31 touton ho Theos Archēgon kai Sōtēra hypsōsen tē dexia autou tou dounai metanoian tō Israēl kai aphesin hamartiōn. 32 kai hēmeis esmen martyres tōn rhēmatōn toutōn, kai to Pneuma to Hagion ho edōken ho Theos tois peitharchousin autō. 33 hoi de akousantes dieprionto kai eboulonto anelein autous. 34 Anastas de tis en tō synedriō Pharisaios onomati Gamaliēl, nomodidaskalos timios panti tō laō, ekeleusen exō brachy tous anthrōpous poiēsai, 35 eipen te pros autous Andres Israēleitai, prosechete heautois epi tois anthrōpois toutois ti mellete prassein. 36 pro gar toutōn tōn hēmerōn anestē Theudas, legōn einai tina heauton, hō proseklithē andrōn arithmos hōs tetrakosiōn; hos anērethē, kai pantes hosoi epeithonto autō dielythēsan kai egenonto eis ouden. 37 meta touton anestē Ioudas ho Galilaios en tais hēmerais tēs apographēs kai apestēsen laon opisō autou; kakeinos apōleto, kai pantes hosoi epeithonto autō dieskorpisthēsan. 38 kai ta nyn legō hymin, apostēte apo tōn anthrōpōn toutōn kai aphete autous; hoti ean ē ex anthrōpōn hē boulē hautē ē to ergon touto, katalythēsetai; 39 ei de ek Theou estin, ou dynēsesthe katalysai autous, mē pote kai theomachoi heurethēte. epeisthēsan de autō, 40 kai proskalesamenoi tous apostolous deirantes parēngeilan mē lalein epi tō onomati tou Iēsou kai apelysan. 41 HOi men oun eporeuonto chairontes apo prosōpou tou synedriou, hoti katēxiōthēsan hyper tou Onomatos atimasthēnai; 42 pasan te hēmeran en tō hierō kai kat’ oikon ouk epauonto didaskontes kai euangelizomenoi ton Christon Iēsoun.

 

6: 1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπαν Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε δέ, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ πλήρεις Πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους, καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.

7 Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ πίστει.

8 Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συνζητοῦντες τῷ Στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

 

6: 1 En de tais hēmerais tautais plēthynontōn tōn mathētōn egeneto gongysmos tōn Hellēnistōn pros tous Hebraious, hoti paretheōrounto en tē diakonia tē kathēmerinē hai chērai autōn. 2 proskalesamenoi de hoi dōdeka to plēthos tōn mathētōn eipan Ouk areston estin hēmas kataleipsantas ton logon tou Theou diakonein trapezais. 3 episkepsasthe de, adelphoi, andras ex hymōn martyroumenous hepta plēreis Pneumatos kai sophias, hous katastēsomen epi tēs chreias tautēs; 4 hēmeis de tē proseuchē kai tē diakonia tou logou proskarterēsomen. 5 kai ēresen ho logos enōpion pantos tou plēthous, kai exelexanto Stephanon, andra plērē pisteōs kai Pneumatos Hagiou, kai Philippon kai Prochoron kai Nikanora kai Timōna kai Parmenan kai Nikolaon prosēlyton Antiochea, 6 hous estēsan enōpion tōn apostolōn, kai proseuxamenoi epethēkan autois tas cheiras.

7 Kai ho logos tou Theou ēuxanen, kai eplēthyneto ho arithmos tōn mathētōn en Hierousalēm sphodra, polys te ochlos tōn hiereōn hypēkouon tē pistei.

8 Stephanos de plērēs charitos kai dynameōs epoiei terata kai sēmeia megala en tō laō. 9 anestēsan de tines tōn ek tēs synagōgēs tēs legomenēs Libertinōn kai Kyrēnaiōn kai Alexandreōn kai tōn apo Kilikias kai Asias synzētountes tō Stephanō, 10 kai ouk ischyon antistēnai tē sophia kai tō Pneumati hō elalei. 11 tote hypebalon andras legontas hoti Akēkoamen autou lalountos rhēmata blasphēma eis Mōusēn kai ton Theon; 12 synekinēsan te ton laon kai tous presbyterous kai tous grammateis, kai epistantes synērpasan auton kai ēgagon eis to synedrion, 13 estēsan te martyras pseudeis legontas HO anthrōpos houtos ou pauetai lalōn rhēmata kata tou topou tou hagiou kai tou nomou; 14 akēkoamen gar autou legontos hoti Iēsous ho Nazōraios houtos katalysei ton topon touton kai allaxei ta ethē ha paredōken hēmin Mōusēs. 15 kai atenisantes eis auton pantes hoi kathezomenoi en tō synedriō eidon to prosōpon autou hōsei prosōpon angelou.

 

7: 1 Εἶπεν δὲ ὁ ἀρχιερεύς Εἰ ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη

Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3 καὶ εἶπεν πρὸς αὐτόν Ἔξελθε ἐκ τῆς γῆς σου καὶ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, 5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6 ἐλάλησεν δὲ οὕτως ὁ Θεὸς, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· 7 καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσουσιν κρινῶ ἐγώ, ὁ Θεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. 8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας. 9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ’ αὐτοῦ, 10 καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11 ἦλθεν δὲ λιμὸς ἐφ’ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. 12 ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· 13 καὶ ἐν τῷ δευτέρῳ ἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ. 14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε. 15 καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, 16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὼρ ἐν Συχέμ. 17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι. 20 Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· 21 ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. 23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταέτης χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο, καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. 25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς· οἱ δὲ οὐ συνῆκαν. 26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών Ἄνδρες, ἀδελφοί ἐστε· ἵνα τί ἀδικεῖτε ἀλλήλους; 27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; 28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον; 29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο. 30 Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος ἐν φλογὶ πυρὸς βάτου. 31 ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζεν τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ Κυρίου 32 Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33 εἶπεν δὲ αὐτῷ ὁ Κύριος Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ’ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς Αἴγυπτον. 35 Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα. 37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ Προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. 38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν, 39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, 40 εἰπόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ. 41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 ἔστρεψεν δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν

Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι

ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ,

43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ

καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥομφά,

τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς;

καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.

44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει· 45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυείδ· 46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ οἴκῳ Ἰακώβ. 47 Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον. 48 ἀλλ’ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει

49 Ὁ οὐρανός μοι θρόνος,

ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου·

ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος,

ἢ τίς τόπος τῆς καταπαύσεώς μου;

50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;

51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε, 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ’ αὐτόν. 55 ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, 56 καὶ εἶπεν Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ. 57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ’ αὐτόν, 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. 59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. 60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

 

7: 1 Eipen de ho archiereus Ei tauta houtōs echei? 2 ho de ephē

Andres adelphoi kai pateres, akousate. HO Theos tēs doxēs ōphthē tō patri hēmōn Abraam onti en tē Mesopotamia prin ē katoikēsai auton en Charran, 3 kai eipen pros auton Exelthe ek tēs gēs sou kai tēs syngeneias sou, kai deuro eis tēn gēn hēn an soi deixō. 4 tote exelthōn ek gēs Chaldaiōn katōkēsen en Charran. kakeithen meta to apothanein ton patera autou metōkisen auton eis tēn gēn tautēn eis hēn hymeis nyn katoikeite, 5 kai ouk edōken autō klēronomian en autē oude bēma podos, kai epēngeilato dounai autō eis kataschesin autēn kai tō spermati autou met’ auton, ouk ontos autō teknou. 6 elalēsen de houtōs ho Theos, hoti estai to sperma autou paroikon en gē allotria, kai doulōsousin auto kai kakōsousin etē tetrakosia; 7 kai to ethnos hō ean douleusousin krinō egō, ho Theos eipen, kai meta tauta exeleusontai kai latreusousin moi en tō topō toutō. 8 kai edōken autō diathēkēn peritomēs; kai houtōs egennēsen ton Isaak kai perietemen auton tē hēmera tē ogdoē, kai Isaak ton Iakōb, kai Iakōb tous dōdeka patriarchas. 9 Kai hoi patriarchai zēlōsantes ton Iōsēph apedonto eis Aigypton; kai ēn ho Theos met’ autou, 10 kai exeilato auton ek pasōn tōn thlipseōn autou, kai edōken autō charin kai sophian enantion Pharaō basileōs Aigyptou, kai katestēsen auton hēgoumenon ep’ Aigypton kai holon ton oikon autou. 11 ēlthen de limos eph’ holēn tēn Aigypton kai Chanaan kai thlipsis megalē, kai ouch hēuriskon chortasmata hoi pateres hēmōn. 12 akousas de Iakōb onta sitia eis Aigypton exapesteilen tous pateras hēmōn prōton; 13 kai en tō deuterō egnōristhē Iōsēph tois adelphois autou, kai phaneron egeneto tō Pharaō to genos Iōsēph. 14 aposteilas de Iōsēph metekalesato Iakōb ton patera autou kai pasan tēn syngeneian en psychais hebdomēkonta pente. 15 kai katebē Iakōb eis Aigypton, kai eteleutēsen autos kai hoi pateres hēmōn, 16 kai metetethēsan eis Sychem kai etethēsan en tō mnēmati hō ōnēsato Abraam timēs argyriou para tōn huiōn Emmōr en Sychem. 17 Kathōs de ēngizen ho chronos tēs epangelias hēs hōmologēsen ho Theos tō Abraam, ēuxēsen ho laos kai eplēthynthē en Aigyptō, 18 achri hou anestē basileus heteros ep’ Aigypton, hos ouk ēdei ton Iōsēph. 19 houtos katasophisamenos to genos hēmōn ekakōsen tous pateras tou poiein ta brephē ektheta autōn eis to mē zōogoneisthai. 20 En hō kairō egennēthē Mōusēs, kai ēn asteios tō Theō; hos anetraphē mēnas treis en tō oikō tou patros; 21 ektethentos de autou aneilato auton hē thygatēr Pharaō kai anethrepsato auton heautē eis huion. 22 kai epaideuthē Mōusēs pasē sophia Aigyptiōn, ēn de dynatos en logois kai ergois autou. 23 Hōs de eplērouto autō tesserakontaetēs chronos, anebē epi tēn kardian autou episkepsasthai tous adelphous autou tous huious Israēl. 24 kai idōn tina adikoumenon ēmynato, kai epoiēsen ekdikēsin tō kataponoumenō pataxas ton Aigyption. 25 enomizen de synienai tous adelphous hoti ho Theos dia cheiros autou didōsin sōtērian autois; hoi de ou synēkan. 26 tē te epiousē hēmera ōphthē autois machomenois, kai synēllassen autous eis eirēnēn eipōn Andres, adelphoi este; hina ti adikeite allēlous? 27 ho de adikōn ton plēsion apōsato auton eipōn Tis se katestēsen archonta kai dikastēn eph’ hēmōn? 28 mē anelein me sy theleis hon tropon aneiles echthes ton Aigyption? 29 ephygen de Mōusēs en tō logō toutō, kai egeneto paroikos en gē Madiam, hou egennēsen huious dyo. 30 Kai plērōthentōn etōn tesserakonta ōphthē autō en tē erēmō tou orous Sina angelos en phlogi pyros batou. 31 ho de Mōusēs idōn ethaumazen to horama; proserchomenou de autou katanoēsai egeneto phōnē Kyriou 32 Egō ho Theos tōn paterōn sou, ho Theos Abraam kai Isaak kai Iakōb. entromos de genomenos Mōusēs ouk etolma katanoēsai. 33 eipen de autō ho Kyrios Lyson to hypodēma tōn podōn sou; ho gar topos eph’ hō hestēkas gē hagia estin. 34 idōn eidon tēn kakōsin tou laou mou tou en Aigyptō, kai tou stenagmou autou ēkousa, kai katebēn exelesthai autous; kai nyn deuro aposteilō se eis Aigypton. 35 Touton ton Mōusēn, hon ērnēsanto eipontes Tis se katestēsen archonta kai dikastēn? touton ho Theos kai archonta kai lytrōtēn apestalken syn cheiri angelou tou ophthentos autō en tē batō. 36 houtos exēgagen autous poiēsas terata kai sēmeia en gē Aigyptō kai en Erythra Thalassē kai en tē erēmō etē tesserakonta. 37 houtos estin ho Mōusēs ho eipas tois huiois Israēl Prophētēn hymin anastēsei ho Theos ek tōn adelphōn hymōn hōs eme. 38 houtos estin ho genomenos en tē ekklēsia en tē erēmō meta tou angelou tou lalountos autō en tō orei Sina kai tōn paterōn hēmōn, hos edexato logia zōnta dounai hymin, 39 hō ouk ēthelēsan hypēkooi genesthai hoi pateres hēmōn, alla apōsanto kai estraphēsan en tais kardiais autōn eis Aigypton, 40 eipontes tō Aarōn Poiēson hēmin theous hoi proporeusontai hēmōn; ho gar Mōusēs houtos, hos exēgagen hēmas ek gēs Aigyptou, ouk oidamen ti egeneto autō. 41 kai emoschopoiēsan en tais hēmerais ekeinais kai anēgagon thysian tō eidōlō, kai euphrainonto en tois ergois tōn cheirōn autōn. 42 estrepsen de ho Theos kai paredōken autous latreuein tē stratia tou ouranou, kathōs gegraptai en biblō tōn prophētōn

Mē sphagia kai thysias prosēnenkate moi

etē tesserakonta en tē erēmō, oikos Israēl,

43 kai anelabete tēn skēnēn tou Moloch

kai to astron tou theou Rhompha,

tous typous hous epoiēsate proskynein autois?

kai metoikiō hymas epekeina Babylōnos.

44 HĒ skēnē tou martyriou ēn tois patrasin hēmōn en tē erēmō, kathōs dietaxato ho lalōn tō Mōusē poiēsai autēn kata ton typon hon heōrakei; 45 hēn kai eisēgagon diadexamenoi hoi pateres hēmōn meta Iēsou en tē kataschesei tōn ethnōn, hōn exōsen ho Theos apo prosōpou tōn paterōn hēmōn heōs tōn hēmerōn Daueid; 46 hos heuren charin enōpion tou Theou kai ētēsato heurein skēnōma tō oikō Iakōb. 47 Solomōn de oikodomēsen autō oikon. 48 all’ ouch ho Hypsistos en cheiropoiētois katoikei; kathōs ho prophētēs legei

49 HO ouranos moi thronos,

hē de gē hypopodion tōn podōn mou;

poion oikon oikodomēsete moi, legei Kyrios,

ē tis topos tēs katapauseōs mou?

50 ouchi hē cheir mou epoiēsen tauta panta?

51 Sklērotrachēloi kai aperitmētoi kardiais kai tois ōsin, hymeis aei tō Pneumati tō Hagiō antipiptete, hōs hoi pateres hymōn kai hymeis. 52 tina tōn prophētōn ouk ediōxan hoi pateres hymōn? kai apekteinan tous prokatangeilantas peri tēs eleuseōs tou Dikaiou hou nyn hymeis prodotai kai phoneis egenesthe, 53 hoitines elabete ton nomon eis diatagas angelōn, kai ouk ephylaxate.

54 Akouontes de tauta dieprionto tais kardiais autōn kai ebrychon tous odontas ep’ auton. 55 hyparchōn de plērēs Pneumatos Hagiou atenisas eis ton ouranon eiden doxan Theou kai Iēsoun hestōta ek dexiōn tou Theou, 56 kai eipen Idou theōrō tous ouranous diēnoigmenous kai ton Huion tou anthrōpou ek dexiōn hestōta tou Theou. 57 kraxantes de phōnē megalē syneschon ta ōta autōn, kai hōrmēsan homothymadon ep’ auton, 58 kai ekbalontes exō tēs poleōs elithoboloun. kai hoi martyres apethento ta himatia autōn para tous podas neaniou kaloumenou Saulou. 59 kai elithoboloun ton Stephanon, epikaloumenon kai legonta Kyrie Iēsou, dexai to pneuma mou. 60 theis de ta gonata ekraxen phōnē megalē Kyrie, mē stēsēs autois tautēn tēn hamartian. kai touto eipōn ekoimēthē.

 

8: 1 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρίας πλὴν τῶν ἀποστόλων. 2 συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ. 3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.

 

 

4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. 5 Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρίας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. 6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. 7 πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο· πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· 8 ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ. 9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρίας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, 10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ καλουμένη Μεγάλη. 11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγίαις ἐξεστακέναι αὐτούς. 12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο. 14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάνην, 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν Πνεῦμα Ἅγιον· 16 οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. 17 τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον. 18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα 19 λέγων Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα Ἅγιον. 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ. 22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε. 25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο.

26 Ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, 28 ἦν δὲ ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἡσαΐαν. 29 εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἡσαΐαν τὸν προφήτην, καὶ εἶπεν Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; 31 ὁ δὲ εἶπεν Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη

Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη,

καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος,

οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

33 Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη·

τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;

ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.

34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; 35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος Ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; 38 καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. 40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάριαν.

 

8: 1 Saulos de ēn syneudokōn tē anairesei autou.

Egeneto de en ekeinē tē hēmera diōgmos megas epi tēn ekklēsian tēn en Hierosolymois; pantes de diesparēsan kata tas chōras tēs Ioudaias kai Samarias plēn tōn apostolōn. 2 synekomisan de ton Stephanon andres eulabeis kai epoiēsan kopeton megan ep’ autō. 3 Saulos de elymaineto tēn ekklēsian kata tous oikous eisporeuomenos, syrōn te andras kai gynaikas paredidou eis phylakēn.

4 HOi men oun diasparentes diēlthon euangelizomenoi ton logon. 5 Philippos de katelthōn eis tēn polin tēs Samarias ekēryssen autois ton Christon. 6 proseichon de hoi ochloi tois legomenois hypo tou Philippou homothymadon en tō akouein autous kai blepein ta sēmeia ha epoiei. 7 polloi gar tōn echontōn pneumata akatharta boōnta phōnē megalē exērchonto; polloi de paralelymenoi kai chōloi etherapeuthēsan; 8 egeneto de pollē chara en tē polei ekeinē. 9 Anēr de tis onomati Simōn proupērchen en tē polei mageuōn kai existanōn to ethnos tēs Samarias, legōn einai tina heauton megan, 10 hō proseichon pantes apo mikrou heōs megalou legontes Houtos estin hē dynamis tou Theou hē kaloumenē Megalē. 11 proseichon de autō dia to hikanō chronō tais magiais exestakenai autous. 12 hote de episteusan tō Philippō euangelizomenō peri tēs basileias tou Theou kai tou onomatos Iēsou Christou, ebaptizonto andres te kai gynaikes. 13 ho de Simōn kai autos episteusen, kai baptistheis ēn proskarterōn tō Philippō, theōrōn te sēmeia kai dynameis megalas ginomenas existato. 14 Akousantes de hoi en Hierosolymois apostoloi hoti dedektai hē Samaria ton logon tou Theou, apesteilan pros autous Petron kai Iōanēn, 15 hoitines katabantes prosēuxanto peri autōn hopōs labōsin Pneuma Hagion; 16 oudepō gar ēn ep’ oudeni autōn epipeptōkos, monon de bebaptismenoi hypērchon eis to onoma tou kyriou Iēsou. 17 tote epetithesan tas cheiras ep’ autous, kai elambanon Pneuma Hagion. 18 idōn de ho Simōn hoti dia tēs epitheseōs tōn cheirōn tōn apostolōn didotai to Pneuma, prosēnenken autois chrēmata 19 legōn Dote kamoi tēn exousian tautēn hina hō ean epithō tas cheiras lambanē Pneuma Hagion. 20 Petros de eipen pros auton To argyrion sou syn soi eiē eis apōleian, hoti tēn dōrean tou Theou enomisas dia chrēmatōn ktasthai. 21 ouk estin soi meris oude klēros en tō logō toutō; hē gar kardia sou ouk estin eutheia enanti tou Theou. 22 metanoēson oun apo tēs kakias sou tautēs, kai deēthēti tou Kyriou ei ara aphethēsetai soi hē epinoia tēs kardias sou; 23 eis gar cholēn pikrias kai syndesmon adikias horō se onta. 24 apokritheis de ho Simōn eipen Deēthēte hymeis hyper emou pros ton Kyrion, hopōs mēden epelthē ep’ eme hōn eirēkate. 25 HOi men oun diamartyramenoi kai lalēsantes ton logon tou Kyriou hypestrephon eis Hierosolyma, pollas te kōmas tōn Samareitōn euēngelizonto.

26 Angelos de Kyriou elalēsen pros Philippon legōn Anastēthi kai poreuou kata mesēmbrian epi tēn hodon tēn katabainousan apo Ierousalēm eis Gazan; hautē estin erēmos. 27 kai anastas eporeuthē. kai idou anēr Aithiops eunouchos dynastēs Kandakēs basilissēs Aithiopōn, hos ēn epi pasēs tēs gazēs autēs, hos elēlythei proskynēsōn eis Hierousalēm, 28 ēn de hypostrephōn kai kathēmenos epi tou harmatos autou kai aneginōsken ton prophētēn Hēsaian. 29 eipen de to Pneuma tō Philippō Proselthe kai kollēthēti tō harmati toutō. 30 prosdramōn de ho Philippos ēkousen autou anaginōskontos Hēsaian ton prophētēn, kai eipen Ara ge ginōskeis ha anaginōskeis? 31 ho de eipen Pōs gar an dynaimēn ean mē tis hodēgēsei me? parekalesen te ton Philippon anabanta kathisai syn autō. 32 hē de periochē tēs graphēs hēn aneginōsken ēn hautē

Hōs probaton epi sphagēn ēchthē,

kai hōs amnos enantion tou keirontos auton aphōnos,

houtōs ouk anoigei to stoma autou.

33 En tē tapeinōsei hē krisis autou ērthē;

tēn genean autou tis diēgēsetai?

hoti airetai apo tēs gēs hē zōē autou.

34 apokritheis de ho eunouchos tō Philippō eipen Deomai sou, peri tinos ho prophētēs legei touto? peri heautou ē peri heterou tinos? 35 anoixas de ho Philippos to stoma autou kai arxamenos apo tēs graphēs tautēs euēngelisato autō ton Iēsoun. 36 hōs de eporeuonto kata tēn hodon, ēlthon epi ti hydōr, kai phēsin ho eunouchos Idou hydōr; ti kōlyei me baptisthēnai? 38 kai ekeleusen stēnai to harma, kai katebēsan amphoteroi eis to hydōr, ho te Philippos kai ho eunouchos, kai ebaptisen auton. 39 hote de anebēsan ek tou hydatos, Pneuma Kyriou hērpasen ton Philippon, kai ouk eiden auton ouketi ho eunouchos, eporeueto gar tēn hodon autou chairōn. 40 Philippos de heurethē eis Azōton, kai dierchomenos euēngelizeto tas poleis pasas heōs tou elthein auton eis Kaisarian.

 

9: 1 Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ 2 ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς Ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. 3 Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ, 4 καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις; 5 εἶπεν δέ Τίς εἶ, Κύριε; ὁ δέ Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 6 ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν. 7 οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. 8 ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. 9 καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ Κύριος Ἀνανία. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ, Κύριε. 11 ὁ δὲ Κύριος πρὸς αὐτόν Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδεν ἄνδρα Ἀνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας, ὅπως ἀναβλέψῃ. 13 ἀπεκρίθη δὲ Ἀνανίας Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἱερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Κύριος Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17 Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. 18 καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη, 19 καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

 

Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς, 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον Οὐχ οὗτός ἐστιν ὁ πορθήσας εἰς Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός. 23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· 25 λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι. 26 Παραγενόμενος δὲ εἰς Ἱερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν Κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ. 28 καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἱερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου, 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν. 30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάριαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.

31 Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρίας εἶχεν εἰρήνην οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνετο.

32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. 33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος. 34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη. 35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. 36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβειθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν ἐν ὑπερῴῳ. 38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν. 39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς. 40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν Ταβειθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. 41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42 γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν Κύριον. 43 Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

 

9: 1 HO de Saulos eti empneōn apeilēs kai phonou eis tous mathētas tou Kyriou, proselthōn tō archierei 2 ētēsato par’ autou epistolas eis Damaskon pros tas synagōgas, hopōs ean tinas heurē tēs Hodou ontas, andras te kai gynaikas, dedemenous agagē eis Hierousalēm. 3 En de tō poreuesthai egeneto auton engizein tē Damaskō, exaiphnēs te auton periēstrapsen phōs ek tou ouranou, 4 kai pesōn epi tēn gēn ēkousen phōnēn legousan autō Saoul Saoul, ti me diōkeis? 5 eipen de Tis ei, Kyrie? ho de Egō eimi Iēsous hon sy diōkeis; 6 alla anastēthi kai eiselthe eis tēn polin, kai lalēthēsetai soi ho ti se dei poiein. 7 hoi de andres hoi synodeuontes autō heistēkeisan eneoi, akouontes men tēs phōnēs, mēdena de theōrountes. 8 ēgerthē de Saulos apo tēs gēs, aneōgmenōn de tōn ophthalmōn autou ouden eblepen; cheiragōgountes de auton eisēgagon eis Damaskon. 9 kai ēn hēmeras treis mē blepōn, kai ouk ephagen oude epien.

10 Ēn de tis mathētēs en Damaskō onomati Ananias, kai eipen pros auton en horamati ho Kyrios Anania. ho de eipen Idou egō, Kyrie. 11 ho de Kyrios pros auton Anastas poreuthēti epi tēn rhymēn tēn kaloumenēn Eutheian kai zētēson en oikia Iouda Saulon onomati Tarsea; idou gar proseuchetai, 12 kai eiden andra Ananian onomati eiselthonta kai epithenta autō cheiras, hopōs anablepsē. 13 apekrithē de Ananias Kyrie, ēkousa apo pollōn peri tou andros toutou, hosa kaka tois hagiois sou epoiēsen en Hierousalēm; 14 kai hōde echei exousian para tōn archiereōn dēsai pantas tous epikaloumenous to onoma sou. 15 eipen de pros auton ho Kyrios Poreuou, hoti skeuos eklogēs estin moi houtos tou bastasai to onoma mou enōpion ethnōn te kai basileōn huiōn te Israēl; 16 egō gar hypodeixō autō hosa dei auton hyper tou onomatos mou pathein. 17 Apēlthen de Ananias kai eisēlthen eis tēn oikian, kai epitheis ep’ auton tas cheiras eipen Saoul adelphe, ho Kyrios apestalken me, Iēsous ho ophtheis soi en tē hodō hē ērchou, hopōs anablepsēs kai plēsthēs Pneumatos Hagiou. 18 kai eutheōs apepesan autou apo tōn ophthalmōn hōs lepides, aneblepsen te, kai anastas ebaptisthē, 19 kai labōn trophēn enischysen.

Egeneto de meta tōn en Damaskō mathētōn hēmeras tinas, 20 kai eutheōs en tais synagōgais ekēryssen ton Iēsoun, hoti houtos estin ho Huios tou Theou. 21 existanto de pantes hoi akouontes kai elegon Ouch houtos estin ho porthēsas eis Hierousalēm tous epikaloumenous to onoma touto, kai hōde eis touto elēlythei, hina dedemenous autous agagē epi tous archiereis? 22 Saulos de mallon enedynamouto kai synechynnen Ioudaious tous katoikountas en Damaskō, symbibazōn hoti houtos estin ho Christos. 23 Hōs de eplērounto hēmerai hikanai, synebouleusanto hoi Ioudaioi anelein auton; 24 egnōsthē de tō Saulō hē epiboulē autōn. paretērounto de kai tas pylas hēmeras te kai nyktos hopōs auton anelōsin; 25 labontes de hoi mathētai autou nyktos dia tou teichous kathēkan auton chalasantes en spyridi. 26 Paragenomenos de eis Hierousalēm epeirazen kollasthai tois mathētais; kai pantes ephobounto auton, mē pisteuontes hoti estin mathētēs. 27 Barnabas de epilabomenos auton ēgagen pros tous apostolous, kai diēgēsato autois pōs en tē hodō eiden ton Kyrion kai hoti elalēsen autō, kai pōs en Damaskō eparrēsiasato en tō onomati Iēsou. 28 kai ēn met’ autōn eisporeuomenos kai ekporeuomenos eis Hierousalēm, parrēsiazomenos en tō onomati tou Kyriou, 29 elalei te kai synezētei pros tous Hellēnistas; hoi de epecheiroun anelein auton. 30 epignontes de hoi adelphoi katēgagon auton eis Kaisarian kai exapesteilan auton eis Tarson.

31 HĒ men oun ekklēsia kath’ holēs tēs Ioudaias kai Galilaias kai Samarias eichen eirēnēn oikodomoumenē kai poreuomenē tō phobō tou Kyriou, kai tē paraklēsei tou Hagiou Pneumatos eplēthyneto.

32 Egeneto de Petron dierchomenon dia pantōn katelthein kai pros tous hagious tous katoikountas Lydda. 33 heuren de ekei anthrōpon tina onomati Ainean ex etōn oktō katakeimenon epi krabattou, hos ēn paralelymenos. 34 kai eipen autō ho Petros Ainea, iatai se Iēsous Christos; anastēthi kai strōson seautō. kai eutheōs anestē. 35 kai eidan auton pantes hoi katoikountes Lydda kai ton Sarōna, hoitines epestrepsan epi ton Kyrion. 36 En Ioppē de tis ēn mathētria onomati Tabeitha, hē diermēneuomenē legetai Dorkas; hautē ēn plērēs ergōn agathōn kai eleēmosynōn hōn epoiei. 37 egeneto de en tais hēmerais ekeinais asthenēsasan autēn apothanein; lousantes de ethēkan en hyperōō. 38 engys de ousēs Lyddas tē Ioppē hoi mathētai akousantes hoti Petros estin en autē apesteilan dyo andras pros auton parakalountes Mē oknēsēs dielthein heōs hēmōn. 39 anastas de Petros synēlthen autois; hon paragenomenon anēgagon eis to hyperōon, kai parestēsan autō pasai hai chērai klaiousai kai epideiknymenai chitōnas kai himatia, hosa epoiei met’ autōn ousa hē Dorkas. 40 ekbalōn de exō pantas ho Petros kai theis ta gonata prosēuxato, kai epistrepsas pros to sōma eipen Tabeitha, anastēthi. hē de ēnoixen tous ophthalmous autēs, kai idousa ton Petron anekathisen. 41 dous de autē cheira anestēsen autēn; phōnēsas de tous hagious kai tas chēras parestēsen autēn zōsan. 42 gnōston de egeneto kath’ holēs tēs Ioppēs, kai episteusan polloi epi ton Kyrion. 43 Egeneto de hēmeras hikanas meinai en Ioppē para tini Simōni byrsei.

 

10: 1 Ἀνὴρ δέ τις ἐν Καισαρίᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, 2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός, 3 εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ Κορνήλιε. 4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν Τί ἐστιν, Κύριε; εἶπεν δὲ αὐτῷ Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ. 5 καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος· 6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. 7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν αὐτῷ, φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, 8 καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. 9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. 10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς, 12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ. 13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14 ὁ δὲ Πέτρος εἶπεν Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. 15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν Ἃ ὁ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. 16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. 17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται. 19 Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν τὸ Πνεῦμα Ἰδοὺ ἄνδρες δύο ζητοῦντές σε· 20 ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς. 21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι’ ἣν πάρεστε; 22 οἱ δὲ εἶπαν Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. 23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ. 24 τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάριαν· ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συνκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. 26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων Ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι. 27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, 28 ἔφη τε πρὸς αὐτούς Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ ὁ Θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· 29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν Τίνι λόγῳ μετεπέμψασθέ με. 30 Καὶ ὁ Κορνήλιος ἔφη Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 31 καὶ φησίν Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. 32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν. 33 ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου. 34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν Ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ Θεός, 35 ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν· 36 τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν πάντων Κύριος. 37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάνης, 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτοῦ· 39 καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου. 40 τοῦτον ὁ Θεὸς ἤγειρεν ἐν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· 42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ Κριτὴς ζώντων καὶ νεκρῶν. 43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. 44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται· 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν. τότε ἀπεκρίθη Πέτρος 47 Μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; 48 προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

 

10: 1 Anēr de tis en Kaisaria onomati Kornēlios, hekatontarchēs ek speirēs tēs kaloumenēs Italikēs, 2 eusebēs kai phoboumenos ton Theon syn panti tō oikō autou, poiōn eleēmosynas pollas tō laō kai deomenos tou Theou dia pantos, 3 eiden en horamati phanerōs, hōsei peri hōran enatēn tēs hēmeras, angelon tou Theou eiselthonta pros auton kai eiponta autō Kornēlie. 4 ho de atenisas autō kai emphobos genomenos eipen Ti estin, Kyrie? eipen de autō HAi proseuchai sou kai hai eleēmosynai sou anebēsan eis mnēmosynon emprosthen tou Theou. 5 kai nyn pempson andras eis Ioppēn kai metapempsai Simōna tina hos epikaleitai Petros; 6 houtos xenizetai para tini Simōni byrsei, hō estin oikia para thalassan. 7 hōs de apēlthen ho angelos ho lalōn autō, phōnēsas dyo tōn oiketōn kai stratiōtēn eusebē tōn proskarterountōn autō, 8 kai exēgēsamenos hapanta autois apesteilen autous eis tēn Ioppēn. 9 Tē de epaurion hodoiporountōn ekeinōn kai tē polei engizontōn anebē Petros epi to dōma proseuxasthai peri hōran hektēn. 10 egeneto de prospeinos kai ēthelen geusasthai; paraskeuazontōn de autōn egeneto ep’ auton ekstasis, 11 kai theōrei ton ouranon aneōgmenon kai katabainon skeuos ti hōs othonēn megalēn, tessarsin archais kathiemenon epi tēs gēs, 12 en hō hypērchen panta ta tetrapoda kai herpeta tēs gēs kai peteina tou ouranou. 13 kai egeneto phōnē pros auton Anastas, Petre, thyson kai phage. 14 ho de Petros eipen Mēdamōs, Kyrie, hoti oudepote ephagon pan koinon kai akatharton. 15 kai phōnē palin ek deuterou pros auton HA ho Theos ekatharisen sy mē koinou. 16 touto de egeneto epi tris, kai euthys anelēmphthē to skeuos eis ton ouranon. 17 Hōs de en heautō diēporei ho Petros ti an eiē to horama ho eiden, idou hoi andres hoi apestalmenoi hypo tou Kornēliou dierōtēsantes tēn oikian tou Simōnos epestēsan epi ton pylōna, 18 kai phōnēsantes epynthanonto ei Simōn ho epikaloumenos Petros enthade xenizetai. 19 Tou de Petrou dienthymoumenou peri tou horamatos eipen to Pneuma Idou andres dyo zētountes se; 20 alla anastas katabēthi, kai poreuou syn autois mēden diakrinomenos, hoti egō apestalka autous. 21 katabas de Petros pros tous andras eipen Idou egō eimi hon zēteite; tis hē aitia di’ hēn pareste? 22 hoi de eipan Kornēlios hekatontarchēs, anēr dikaios kai phoboumenos ton Theon, martyroumenos te hypo holou tou ethnous tōn Ioudaiōn, echrēmatisthē hypo angelou hagiou metapempsasthai se eis ton oikon autou kai akousai rhēmata para sou. 23 eiskalesamenos oun autous exenisen. Tē de epaurion anastas exēlthen syn autois, kai tines tōn adelphōn tōn apo Ioppēs synēlthon autō. 24 tē de epaurion eisēlthen eis tēn Kaisarian; ho de Kornēlios ēn prosdokōn autous, synkalesamenos tous syngeneis autou kai tous anankaious philous. 25 Hōs de egeneto tou eiselthein ton Petron, synantēsas autō ho Kornēlios pesōn epi tous podas prosekynēsen. 26 ho de Petros ēgeiren auton legōn Anastēthi; kai egō autos anthrōpos eimi. 27 kai synomilōn autō eisēlthen, kai heuriskei synelēlythotas pollous, 28 ephē te pros autous Hymeis epistasthe hōs athemiton estin andri Ioudaiō kollasthai ē proserchesthai allophylō; kamoi ho Theos edeixen mēdena koinon ē akatharton legein anthrōpon; 29 dio kai anantirrētōs ēlthon metapemphtheis. pynthanomai oun Tini logō metepempsasthe me. 30 Kai ho Kornēlios ephē Apo tetartēs hēmeras mechri tautēs tēs hōras ēmēn tēn enatēn proseuchomenos en tō oikō mou, kai idou anēr estē enōpion mou en esthēti lampra, 31 kai phēsin Kornēlie, eisēkousthē sou hē proseuchē kai hai eleēmosynai sou emnēsthēsan enōpion tou Theou. 32 pempson oun eis Ioppēn kai metakalesai Simōna hos epikaleitai Petros; houtos xenizetai en oikia Simōnos byrseōs para thalassan. 33 exautēs oun epempsa pros se, sy te kalōs epoiēsas paragenomenos. nyn oun pantes hēmeis enōpion tou Theou paresmen akousai panta ta prostetagmena soi hypo tou Kyriou. 34 Anoixas de Petros to stoma eipen Ep’ alētheias katalambanomai hoti ouk estin prosōpolēmptēs ho Theos, 35 all’ en panti ethnei ho phoboumenos auton kai ergazomenos dikaiosynēn dektos autō estin; 36 ton logon hon apesteilen tois huiois Israēl euangelizomenos eirēnēn dia Iēsou Christou; houtos estin pantōn Kyrios. 37 hymeis oidate to genomenon rhēma kath’ holēs tēs Ioudaias, arxamenos apo tēs Galilaias meta to baptisma ho ekēryxen Iōanēs, 38 Iēsoun ton apo Nazareth, hōs echrisen auton ho Theos Pneumati Hagiō kai dynamei, hos diēlthen euergetōn kai iōmenos pantas tous katadynasteuomenous hypo tou diabolou, hoti ho Theos ēn met’ autou; 39 kai hēmeis martyres pantōn hōn epoiēsen en te tē chōra tōn Ioudaiōn kai Hierousalēm; hon kai aneilan kremasantes epi xylou. 40 touton ho Theos ēgeiren en tē tritē hēmera kai edōken auton emphanē genesthai, 41 ou panti tō laō, alla martysin tois prokecheirotonēmenois hypo tou Theou, hēmin, hoitines synephagomen kai synepiomen autō meta to anastēnai auton ek nekrōn; 42 kai parēngeilen hēmin kēryxai tō laō kai diamartyrasthai hoti houtos estin ho hōrismenos hypo tou Theou Kritēs zōntōn kai nekrōn. 43 toutō pantes hoi prophētai martyrousin, aphesin hamartiōn labein dia tou onomatos autou panta ton pisteuonta eis auton. 44 Eti lalountos tou Petrou ta rhēmata tauta epepesen to Pneuma to Hagion epi pantas tous akouontas ton logon. 45 kai exestēsan hoi ek peritomēs pistoi hosoi synēlthan tō Petrō, hoti kai epi ta ethnē hē dōrea tou Hagiou Pneumatos ekkechytai; 46 ēkouon gar autōn lalountōn glōssais kai megalynontōn ton Theon. tote apekrithē Petros 47 Mēti to hydōr dynatai kōlysai tis tou mē baptisthēnai toutous, hoitines to Pneuma to Hagion elabon hōs kai hēmeis? 48 prosetaxen de autous en tō onomati Iēsou Christou baptisthēnai. tote ērōtēsan auton epimeinai hēmeras tinas.

 

11: 1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. 2 Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἱερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς 3 λέγοντες ὅτι Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς. 4 ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων 5 Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ· 6 εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 7 ἤκουσα δὲ καὶ φωνῆς λεγούσης μοι Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 8 εἶπον δέ Μηδαμῶς, Κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. 9 ἀπεκρίθη δὲ ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ Ἃ ὁ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου. 10 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν. 11 καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἦμεν, ἀπεσταλμένοι ἀπὸ Καισαρίας πρός με. 12 εἶπεν δὲ τὸ Πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. 13 ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα· Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, 14 ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. 15 ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτοὺς ὥσπερ καὶ ἐφ’ ἡμᾶς ἐν ἀρχῇ. 16 ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν Ἰωάνης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ. 17 εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν, πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; 18 ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν, καὶ ἐδόξασαν τὸν Θεὸν λέγοντες Ἄρα καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.

19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς Ἕλληνας, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21 καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς ὁ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἱερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν ἕως Ἀντιοχείας· 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25 ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον, 26 καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.

 

 

27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἅγαβος ἐσήμαινεν διὰ τοῦ Πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου. 29 τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

 

11: 1 Ēkousan de hoi apostoloi kai hoi adelphoi hoi ontes kata tēn Ioudaian hoti kai ta ethnē edexanto ton logon tou Theou. 2 Hote de anebē Petros eis Hierousalēm, diekrinonto pros auton hoi ek peritomēs 3 legontes hoti Eisēlthes pros andras akrobystian echontas kai synephages autois. 4 arxamenos de Petros exetitheto autois kathexēs legōn 5 Egō ēmēn en polei Ioppē proseuchomenos, kai eidon en ekstasei horama, katabainon skeuos ti hōs othonēn megalēn tessarsin archais kathiemenēn ek tou ouranou, kai ēlthen achri emou; 6 eis hēn atenisas katenooun, kai eidon ta tetrapoda tēs gēs kai ta thēria kai ta herpeta kai ta peteina tou ouranou. 7 ēkousa de kai phōnēs legousēs moi Anastas, Petre, thyson kai phage. 8 eipon de Mēdamōs, Kyrie, hoti koinon ē akatharton oudepote eisēlthen eis to stoma mou. 9 apekrithē de ek deuterou phōnē ek tou ouranou HA ho Theos ekatharisen sy mē koinou. 10 touto de egeneto epi tris, kai anespasthē palin hapanta eis ton ouranon. 11 kai idou exautēs treis andres epestēsan epi tēn oikian en hē ēmen, apestalmenoi apo Kaisarias pros me. 12 eipen de to Pneuma moi synelthein autois mēden diakrinanta. ēlthon de syn emoi kai hoi hex adelphoi houtoi, kai eisēlthomen eis ton oikon tou andros. 13 apēngeilen de hēmin pōs eiden ton angelon en tō oikō autou stathenta kai eiponta; Aposteilon eis Ioppēn kai metapempsai Simōna ton epikaloumenon Petron, 14 hos lalēsei rhēmata pros se en hois sōthēsē sy kai pas ho oikos sou. 15 en de tō arxasthai me lalein epepesen to Pneuma to Hagion ep’ autous hōsper kai eph’ hēmas en archē. 16 emnēsthēn de tou rhēmatos tou Kyriou, hōs elegen Iōanēs men ebaptisen hydati, hymeis de baptisthēsesthe en Pneumati Hagiō. 17 ei oun tēn isēn dōrean edōken autois ho Theos hōs kai hēmin, pisteusasin epi ton Kyrion Iēsoun Christon, egō tis ēmēn dynatos kōlysai ton Theon? 18 akousantes de tauta hēsychasan, kai edoxasan ton Theon legontes Ara kai tois ethnesin ho Theos tēn metanoian eis zōēn edōken.

19 HOi men oun diasparentes apo tēs thlipseōs tēs genomenēs epi Stephanō diēlthon heōs Phoinikēs kai Kyprou kai Antiocheias, mēdeni lalountes ton logon ei mē monon Ioudaiois. 20 Ēsan de tines ex autōn andres Kyprioi kai Kyrēnaioi, hoitines elthontes eis Antiocheian elaloun kai pros tous Hellēnas, euangelizomenoi ton Kyrion Iēsoun. 21 kai ēn cheir Kyriou met’ autōn, polys te arithmos ho pisteusas epestrepsen epi ton Kyrion. 22 Ēkousthē de ho logos eis ta ōta tēs ekklēsias tēs ousēs en Hierousalēm peri autōn, kai exapesteilan Barnaban heōs Antiocheias; 23 hos paragenomenos kai idōn tēn charin tēn tou Theou echarē, kai parekalei pantas tē prothesei tēs kardias prosmenein tō Kyriō, 24 hoti ēn anēr agathos kai plērēs Pneumatos Hagiou kai pisteōs. kai prosetethē ochlos hikanos tō Kyriō. 25 exēlthen de eis Tarson anazētēsai Saulon, 26 kai heurōn ēgagen eis Antiocheian. egeneto de autois kai eniauton holon synachthēnai en tē ekklēsia kai didaxai ochlon hikanon, chrēmatisai te prōtōs en Antiocheia tous mathētas Christianous.

27 En tautais de tais hēmerais katēlthon apo Hierosolymōn prophētai eis Antiocheian; 28 anastas de heis ex autōn onomati Hagabos esēmainen dia tou Pneumatos limon megalēn mellein esesthai eph’ holēn tēn oikoumenēn; hētis egeneto epi Klaudiou. 29 tōn de mathētōn kathōs euporeito tis, hōrisan hekastos autōn eis diakonian pempsai tois katoikousin en tē Ioudaia adelphois; 30 ho kai epoiēsan aposteilantes pros tous presbyterous dia cheiros Barnaba kai Saulou.

 

12: 1 Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. 2 ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάνου μαχαίρῃ. 3 ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον, ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων, 4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. 5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν περὶ αὐτοῦ. 6 Ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7 καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων Ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8 εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. 9 καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ. 11 καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. 12 συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας τῆς μητρὸς Ἰωάνου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. 13 κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη, 14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15 οἱ δὲ πρὸς αὐτὴν εἶπαν Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον Ὁ ἄγγελός ἐστιν αὐτοῦ. 16 ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν. 17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν τε Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. 18 Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. 19 Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάριαν διέτριβεν. 20 Ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. 21 τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς· 22 ὁ δὲ δῆμος ἐπεφώνει Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου. 23 παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν. 24 Ὁ δὲ λόγος τοῦ Κυρίου ηὔξανεν καὶ ἐπληθύνετο.

25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν, ἐξ Ἱερουσαλὴμ, πληρώσαντες τὴν διακονίαν, συνπαραλαβόντες Ἰωάνην τὸν ἐπικληθέντα Μάρκον.

 

12: 1 Kat’ ekeinon de ton kairon epebalen Hērōdēs ho basileus tas cheiras kakōsai tinas tōn apo tēs ekklēsias. 2 aneilen de Iakōbon ton adelphon Iōanou machairē. 3 idōn de hoti areston estin tois Ioudaiois prosetheto syllabein kai Petron, ēsan de hēmerai tōn azymōn, 4 hon kai piasas etheto eis phylakēn, paradous tessarsin tetradiois stratiōtōn phylassein auton, boulomenos meta to pascha anagagein auton tō laō. 5 ho men oun Petros etēreito en tē phylakē; proseuchē de ēn ektenōs ginomenē hypo tēs ekklēsias pros ton Theon peri autou. 6 Hote de ēmellen proagagein auton ho Hērōdēs, tē nykti ekeinē ēn ho Petros koimōmenos metaxy dyo stratiōtōn dedemenos halysesin dysin, phylakes te pro tēs thyras etēroun tēn phylakēn. 7 kai idou angelos Kyriou epestē, kai phōs elampsen en tō oikēmati; pataxas de tēn pleuran tou Petrou ēgeiren auton legōn Anasta en tachei. kai exepesan autou hai halyseis ek tōn cheirōn. 8 eipen de ho angelos pros auton Zōsai kai hypodēsai ta sandalia sou. epoiēsen de houtōs. kai legei autō Peribalou to himation sou kai akolouthei moi. 9 kai exelthōn ēkolouthei, kai ouk ēdei hoti alēthes estin to ginomenon dia tou angelou, edokei de horama blepein. 10 dielthontes de prōtēn phylakēn kai deuteran ēlthan epi tēn pylēn tēn sidēran tēn pherousan eis tēn polin, hētis automatē ēnoigē autois, kai exelthontes proēlthon rhymēn mian, kai eutheōs apestē ho angelos ap’ autou. 11 kai ho Petros en heautō genomenos eipen Nyn oida alēthōs hoti exapesteilen ho Kyrios ton angelon autou kai exeilato me ek cheiros Hērōdou kai pasēs tēs prosdokias tou laou tōn Ioudaiōn. 12 synidōn te ēlthen epi tēn oikian tēs Marias tēs mētros Iōanou tou epikaloumenou Markou, hou ēsan hikanoi synēthroismenoi kai proseuchomenoi. 13 krousantos de autou tēn thyran tou pylōnos prosēlthen paidiskē hypakousai onomati Rhodē, 14 kai epignousa tēn phōnēn tou Petrou apo tēs charas ouk ēnoixen ton pylōna, eisdramousa de apēngeilen hestanai ton Petron pro tou pylōnos. 15 hoi de pros autēn eipan Mainē. hē de diischyrizeto houtōs echein. hoi de elegon HO angelos estin autou. 16 ho de Petros epemenen krouōn; anoixantes de eidan auton kai exestēsan. 17 kataseisas de autois tē cheiri sigan diēgēsato autois pōs ho Kyrios auton exēgagen ek tēs phylakēs, eipen te Apangeilate Iakōbō kai tois adelphois tauta. kai exelthōn eporeuthē eis heteron topon. 18 Genomenēs de hēmeras ēn tarachos ouk oligos en tois stratiōtais, ti ara ho Petros egeneto. 19 Hērōdēs de epizētēsas auton kai mē heurōn, anakrinas tous phylakas ekeleusen apachthēnai, kai katelthōn apo tēs Ioudaias eis Kaisarian dietriben. 20 Ēn de thymomachōn Tyriois kai Sidōniois; homothymadon de parēsan pros auton, kai peisantes Blaston ton epi tou koitōnos tou basileōs ētounto eirēnēn, dia to trephesthai autōn tēn chōran apo tēs basilikēs. 21 taktē de hēmera ho Hērōdēs endysamenos esthēta basilikēn kathisas epi tou bēmatos edēmēgorei pros autous; 22 ho de dēmos epephōnei Theou phōnē kai ouk anthrōpou. 23 parachrēma de epataxen auton angelos Kyriou anth’ hōn ouk edōken tēn doxan tō Theō, kai genomenos skōlēkobrōtos exepsyxen. 24 HO de logos tou Kyriou ēuxanen kai eplēthyneto.

25 Barnabas de kai Saulos hypestrepsan, ex Hierousalēm, plērōsantes tēn diakonian, synparalabontes Iōanēn ton epiklēthenta Markon.

 

13: 1 Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος. 2 Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς· 3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.

4 Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος κατῆλθον εἰς Σελεύκιαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον, 5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάνην ὑπηρέτην. 6 διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· 8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου ἀτενίσας εἰς αὐτὸν 10 εἶπεν Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς τοῦ Κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάνης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ ἐλθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. 15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες Ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν Ἄνδρες Ἰσραηλεῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. 17 ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, 18 καί ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, 19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν 20 ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ προφήτου. 21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κείς, ἄνδρα ἐκ φυλῆς Βενιαμείν, ἔτη τεσσεράκοντα· 22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυεὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας Εὗρον Δαυεὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν, 24 προκηρύξαντος Ἰωάνου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. 25 ὡς δὲ ἐπλήρου Ἰωάνης τὸν δρόμον, ἔλεγεν Τί ἐμὲ ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. 26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. 27 οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, 28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πειλᾶτον ἀναιρεθῆναι αὐτόν· 29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. 30 ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, 33 ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυεὶδ τὰ πιστά. 35 διότι καὶ ἐν ἑτέρῳ λέγει Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. 36 Δαυεὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν· 37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν. 38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, 39 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 40 βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις

41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε,

ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν,

ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.

42 Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. 43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ. 44 Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες. 46 παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπαν Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος

Τέθεικά σε εἰς φῶς ἐθνῶν

τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· 49 διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας. 50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, 52 οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.

 

13: 1 Ēsan de en Antiocheia kata tēn ousan ekklēsian prophētai kai didaskaloi ho te Barnabas kai Symeōn ho kaloumenos Niger, kai Loukios ho Kyrēnaios, Manaēn te Hērōdou tou tetraarchou syntrophos kai Saulos. 2 Leitourgountōn de autōn tō Kyriō kai nēsteuontōn eipen to Pneuma to Hagion Aphorisate dē moi ton Barnaban kai Saulon eis to ergon ho proskeklēmai autous; 3 tote nēsteusantes kai proseuxamenoi kai epithentes tas cheiras autois apelysan.

4 Autoi men oun ekpemphthentes hypo tou Hagiou Pneumatos katēlthon eis Seleukian, ekeithen te apepleusan eis Kypron, 5 kai genomenoi en Salamini katēngellon ton logon tou Theou en tais synagōgais tōn Ioudaiōn; eichon de kai Iōanēn hypēretēn. 6 dielthontes de holēn tēn nēson achri Paphou heuron andra tina magon pseudoprophētēn Ioudaion hō onoma Bariēsous, 7 hos ēn syn tō anthypatō Sergiō Paulō, andri synetō. houtos proskalesamenos Barnaban kai Saulon epezētēsen akousai ton logon tou Theou; 8 anthistato de autois Elymas ho magos, houtōs gar methermēneuetai to onoma autou, zētōn diastrepsai ton anthypaton apo tēs pisteōs. 9 Saulos de, ho kai Paulos, plēstheis Pneumatos Hagiou atenisas eis auton 10 eipen Ō plērēs pantos dolou kai pasēs rhadiourgias, huie diabolou, echthre pasēs dikaiosynēs, ou pausē diastrephōn tas hodous tou Kyriou tas eutheias? 11 kai nyn idou cheir Kyriou epi se, kai esē typhlos mē blepōn ton hēlion achri kairou. parachrēma de epesen ep’ auton achlys kai skotos, kai periagōn ezētei cheiragōgous. 12 tote idōn ho anthypatos to gegonos episteusen, ekplēssomenos epi tē didachē tou Kyriou.

13 Anachthentes de apo tēs Paphou hoi peri Paulon ēlthon eis Pergēn tēs Pamphylias; Iōanēs de apochōrēsas ap’ autōn hypestrepsen eis Hierosolyma. 14 Autoi de dielthontes apo tēs Pergēs paregenonto eis Antiocheian tēn Pisidian, kai elthontes eis tēn synagōgēn tē hēmera tōn sabbatōn ekathisan. 15 meta de tēn anagnōsin tou nomou kai tōn prophētōn apesteilan hoi archisynagōgoi pros autous legontes Andres adelphoi, ei tis estin en hymin logos paraklēseōs pros ton laon, legete. 16 anastas de Paulos kai kataseisas tē cheiri eipen Andres Israēleitai kai hoi phoboumenoi ton Theon, akousate. 17 ho Theos tou laou toutou Israēl exelexato tous pateras hēmōn, kai ton laon hypsōsen en tē paroikia en gē Aigyptou, kai meta brachionos hypsēlou exēgagen autous ex autēs, 18 kai hōs tesserakontaetē chronon etropophorēsen autous en tē erēmō, 19 kai kathelōn ethnē hepta en gē Chanaan kateklēronomēsen tēn gēn autōn 20 hōs etesin tetrakosiois kai pentēkonta. kai meta tauta edōken kritas heōs Samouēl prophētou. 21 kakeithen ētēsanto basilea, kai edōken autois ho Theos ton Saoul huion Keis, andra ek phylēs Beniamein, etē tesserakonta; 22 kai metastēsas auton ēgeiren ton Daueid autois eis basilea, hō kai eipen martyrēsas Heuron Daueid ton tou Iessai, andra kata tēn kardian mou, hos poiēsei panta ta thelēmata mou. 23 toutou ho Theos apo tou spermatos kat’ epangelian ēgagen tō Israēl Sōtēra Iēsoun, 24 prokēryxantos Iōanou pro prosōpou tēs eisodou autou baptisma metanoias panti tō laō Israēl. 25 hōs de eplērou Iōanēs ton dromon, elegen Ti eme hyponoeite einai, ouk eimi egō; all’ idou erchetai met’ eme hou ouk eimi axios to hypodēma tōn podōn lysai. 26 Andres adelphoi, huioi genous Abraam kai hoi en hymin phoboumenoi ton Theon, hēmin ho logos tēs sōtērias tautēs exapestalē. 27 hoi gar katoikountes en Hierousalēm kai hoi archontes autōn touton agnoēsantes kai tas phōnas tōn prophētōn tas kata pan sabbaton anaginōskomenas krinantes eplērōsan, 28 kai mēdemian aitian thanatou heurontes ētēsanto Peilaton anairethēnai auton; 29 hōs de etelesan panta ta peri autou gegrammena, kathelontes apo tou xylou ethēkan eis mnēmeion. 30 ho de Theos ēgeiren auton ek nekrōn; 31 hos ōphthē epi hēmeras pleious tois synanabasin autō apo tēs Galilaias eis Ierousalēm, hoitines nyn eisin martyres autou pros ton laon. 32 kai hēmeis hymas euangelizometha tēn pros tous pateras epangelian genomenēn, 33 hoti tautēn ho Theos ekpeplērōken tois teknois hēmōn anastēsas Iēsoun, hōs kai en tō psalmō gegraptai tō deuterō Huios mou ei sy, egō sēmeron gegennēka se. 34 hoti de anestēsen auton ek nekrōn mēketi mellonta hypostrephein eis diaphthoran, houtōs eirēken hoti Dōsō hymin ta hosia Daueid ta pista. 35 dioti kai en heterō legei Ou dōseis ton Hosion sou idein diaphthoran. 36 Daueid men gar idia genea hypēretēsas tē tou Theou boulē ekoimēthē kai prosetethē pros tous pateras autou kai eiden diaphthoran; 37 hon de ho Theos ēgeiren, ouk eiden diaphthoran. 38 gnōston oun estō hymin, andres adelphoi, hoti dia toutou hymin aphesis hamartiōn katangelletai, kai apo pantōn hōn ouk ēdynēthēte en nomō Mōuseōs dikaiōthēnai, 39 en toutō pas ho pisteuōn dikaioutai. 40 blepete oun mē epelthē to eirēmenon en tois prophētais

41 Idete, hoi kataphronētai, kai thaumasate kai aphanisthēte,

hoti ergon ergazomai egō en tais hēmerais hymōn,

ergon ho ou mē pisteusēte ean tis ekdiēgētai hymin.

42 Exiontōn de autōn parekaloun eis to metaxy sabbaton lalēthēnai autois ta rhēmata tauta. 43 lytheisēs de tēs synagōgēs ēkolouthēsan polloi tōn Ioudaiōn kai tōn sebomenōn prosēlytōn tō Paulō kai tō Barnaba, hoitines proslalountes autois epeithon autous prosmenein tē chariti tou Theou. 44 Tō de erchomenō sabbatō schedon pasa hē polis synēchthē akousai ton logon tou Theou. 45 idontes de hoi Ioudaioi tous ochlous eplēsthēsan zēlou, kai antelegon tois hypo Paulou laloumenois blasphēmountes. 46 parrēsiasamenoi te ho Paulos kai ho Barnabas eipan Hymin ēn anankaion prōton lalēthēnai ton logon tou Theou; epeidē apōtheisthe auton kai ouk axious krinete heautous tēs aiōniou zōēs, idou strephometha eis ta ethnē. 47 houtōs gar entetaltai hēmin ho Kyrios

Tetheika se eis phōs ethnōn

tou einai se eis sōtērian heōs eschatou tēs gēs.

48 akouonta de ta ethnē echairon kai edoxazon ton logon tou Kyriou, kai episteusan hosoi ēsan tetagmenoi eis zōēn aiōnion; 49 diephereto de ho logos tou Kyriou di’ holēs tēs chōras. 50 hoi de Ioudaioi parōtrynan tas sebomenas gynaikas tas euschēmonas kai tous prōtous tēs poleōs, kai epēgeiran diōgmon epi ton Paulon kai Barnaban, kai exebalon autous apo tōn horiōn autōn. 51 hoi de ektinaxamenoi ton koniorton tōn podōn ep’ autous ēlthon eis Ikonion, 52 hoi te mathētai eplērounto charas kai Pneumatos Hagiou.

 

14: 1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. 2 οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. 3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι ἐπὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. 4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. 5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, 6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον· 7 κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν. 8 Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὃς οὐδέποτε περιεπάτησεν. 9 οὗτος ἤκουεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι, 10 εἶπεν μεγάλῃ φωνῇ Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει. 11 οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς, 12 ἐκάλουν τε τὸν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες 15 καὶ λέγοντες Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 17 καίτοι οὐκ ἀμάρτυρον αὑτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. 18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. 19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι. 20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. Καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. 21 εὐαγγελιζόμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 23 χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24 καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν, 25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀτταλίαν, 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ἀνήγγελλον ὅσα ἐποίησεν ὁ Θεὸς μετ’ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

 

14: 1 Egeneto de en Ikoniō kata to auto eiselthein autous eis tēn synagōgēn tōn Ioudaiōn kai lalēsai houtōs hōste pisteusai Ioudaiōn te kai Hellēnōn poly plēthos. 2 hoi de apeithēsantes Ioudaioi epēgeiran kai ekakōsan tas psychas tōn ethnōn kata tōn adelphōn. 3 hikanon men oun chronon dietripsan parrēsiazomenoi epi tō Kyriō tō martyrounti epi tō logō tēs charitos autou, didonti sēmeia kai terata ginesthai dia tōn cheirōn autōn. 4 eschisthē de to plēthos tēs poleōs, kai hoi men ēsan syn tois Ioudaiois, hoi de syn tois apostolois. 5 hōs de egeneto hormē tōn ethnōn te kai Ioudaiōn syn tois archousin autōn hybrisai kai lithobolēsai autous, 6 synidontes katephygon eis tas poleis tēs Lykaonias Lystran kai Derbēn kai tēn perichōron; 7 kakei euangelizomenoi ēsan. 8 Kai tis anēr adynatos en Lystrois tois posin ekathēto, chōlos ek koilias mētros autou hos oudepote periepatēsen. 9 houtos ēkouen tou Paulou lalountos; hos atenisas autō kai idōn hoti echei pistin tou sōthēnai, 10 eipen megalē phōnē Anastēthi epi tous podas sou orthos. kai hēlato kai periepatei. 11 hoi te ochloi idontes ho epoiēsen Paulos epēran tēn phōnēn autōn Lykaonisti legontes HOi theoi homoiōthentes anthrōpois katebēsan pros hēmas, 12 ekaloun te ton Barnaban Dia, ton de Paulon Hermēn, epeidē autos ēn ho hēgoumenos tou logou. 13 ho te hiereus tou Dios tou ontos pro tēs poleōs, taurous kai stemmata epi tous pylōnas enenkas, syn tois ochlois ēthelen thyein. 14 akousantes de hoi apostoloi Barnabas kai Paulos, diarrēxantes ta himatia heautōn exepēdēsan eis ton ochlon, krazontes 15 kai legontes Andres, ti tauta poieite? kai hēmeis homoiopatheis esmen hymin anthrōpoi, euangelizomenoi hymas apo toutōn tōn mataiōn epistrephein epi theon zōnta, hos epoiēsen ton ouranon kai tēn gēn kai tēn thalassan kai panta ta en autois; 16 hos en tais parōchēmenais geneais eiasen panta ta ethnē poreuesthai tais hodois autōn; 17 kaitoi ouk amartyron hauton aphēken agathourgōn, ouranothen hymin hyetous didous kai kairous karpophorous, empiplōn trophēs kai euphrosynēs tas kardias hymōn. 18 kai tauta legontes molis katepausan tous ochlous tou mē thyein autois. 19 Epēlthan de apo Antiocheias kai Ikoniou Ioudaioi, kai peisantes tous ochlous kai lithasantes ton Paulon esyron exō tēs poleōs, nomizontes auton tethnēkenai. 20 kyklōsantōn de tōn mathētōn auton anastas eisēlthen eis tēn polin. Kai tē epaurion exēlthen syn tō Barnaba eis Derbēn. 21 euangelizomenoi te tēn polin ekeinēn kai mathēteusantes hikanous hypestrepsan eis tēn Lystran kai eis Ikonion kai eis Antiocheian, 22 epistērizontes tas psychas tōn mathētōn, parakalountes emmenein tē pistei, kai hoti dia pollōn thlipseōn dei hēmas eiselthein eis tēn basileian tou Theou. 23 cheirotonēsantes de autois kat’ ekklēsian presbyterous, proseuxamenoi meta nēsteiōn parethento autous tō Kyriō eis hon pepisteukeisan. 24 kai dielthontes tēn Pisidian ēlthon eis tēn Pamphylian, 25 kai lalēsantes en Pergē ton logon katebēsan eis Attalian, 26 kakeithen apepleusan eis Antiocheian, hothen ēsan paradedomenoi tē chariti tou Theou eis to ergon ho eplērōsan. 27 Paragenomenoi de kai synagagontes tēn ekklēsian, anēngellon hosa epoiēsen ho Theos met’ autōn, kai hoti ēnoixen tois ethnesin thyran pisteōs. 28 dietribon de chronon ouk oligon syn tois mathētais.

 

15: 1 Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτμηθῆτε τῷ ἔθει τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. 2 γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. 3 Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάριαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. 4 παραγενόμενοι δὲ εἰς Ἱεροσόλυμα παρεδέχθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησεν μετ’ αὐτῶν. 5 Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.

6 Συνήχθησάν τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. 7 Πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ Θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι. 8 καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ Πνεῦμα τὸ Ἅγιον καθὼς καὶ ἡμῖν, 9 καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11 ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι. 12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν. 13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. 14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ. 15 καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται

16 Μετὰ ταῦτα ἀναστρέψω

καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτωκυῖαν,

καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω

καὶ ἀνορθώσω αὐτήν,

17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον,

καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς,

λέγει Κύριος ποιῶν ταῦτα 18 γνωστὰ ἀπ’ αἰῶνος.

19 διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν, 20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ πνικτοῦ καὶ τοῦ αἵματος. 21 Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. 22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, 23 γράψαντες διὰ χειρὸς αὐτῶν Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. 24 Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, 25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, 26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 27 ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28 ἔδοξεν γὰρ τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες, 29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. Ἔρρωσθε.

30 Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν. 31 ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32 Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· 33 ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. 35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ Κυρίου. 36 Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρνάβαν Παῦλος Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν. 37 Βαρνάβας δὲ ἐβούλετο συνπαραλαβεῖν καὶ τὸν Ἰωάνην τὸν καλούμενον Μάρκον· 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συνπαραλαμβάνειν τοῦτον. 39 ἐγένετο δὲ παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον. 40 Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι τοῦ Κυρίου ὑπὸ τῶν ἀδελφῶν· 41 διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

 

15: 1 Kai tines katelthontes apo tēs Ioudaias edidaskon tous adelphous hoti Ean mē peritmēthēte tō ethei tō Mōuseōs, ou dynasthe sōthēnai. 2 genomenēs de staseōs kai zētēseōs ouk oligēs tō Paulō kai tō Barnaba pros autous, etaxan anabainein Paulon kai Barnaban kai tinas allous ex autōn pros tous apostolous kai presbyterous eis Hierousalēm peri tou zētēmatos toutou. 3 HOi men oun propemphthentes hypo tēs ekklēsias diērchonto tēn te Phoinikēn kai Samarian ekdiēgoumenoi tēn epistrophēn tōn ethnōn, kai epoioun charan megalēn pasin tois adelphois. 4 paragenomenoi de eis Hierosolyma paredechthēsan apo tēs ekklēsias kai tōn apostolōn kai tōn presbyterōn, anēngeilan te hosa ho Theos epoiēsen met’ autōn. 5 Exanestēsan de tines tōn apo tēs haireseōs tōn Pharisaiōn pepisteukotes, legontes hoti dei peritemnein autous parangellein te tērein ton nomon Mōuseōs.

6 Synēchthēsan te hoi apostoloi kai hoi presbyteroi idein peri tou logou toutou. 7 Pollēs de zētēseōs genomenēs anastas Petros eipen pros autous Andres adelphoi, hymeis epistasthe hoti aph’ hēmerōn archaiōn en hymin exelexato ho Theos dia tou stomatos mou akousai ta ethnē ton logon tou euangeliou kai pisteusai. 8 kai ho kardiognōstēs Theos emartyrēsen autois dous to Pneuma to Hagion kathōs kai hēmin, 9 kai outhen diekrinen metaxy hēmōn te kai autōn, tē pistei katharisas tas kardias autōn. 10 nyn oun ti peirazete ton Theon, epitheinai zygon epi ton trachēlon tōn mathētōn, hon oute hoi pateres hēmōn oute hēmeis ischysamen bastasai? 11 alla dia tēs charitos tou Kyriou Iēsou pisteuomen sōthēnai kath’ hon tropon kakeinoi. 12 Esigēsen de pan to plēthos, kai ēkouon Barnaba kai Paulou exēgoumenōn hosa epoiēsen ho Theos sēmeia kai terata en tois ethnesin di’ autōn. 13 Meta de to sigēsai autous apekrithē Iakōbos legōn Andres adelphoi, akousate mou. 14 Symeōn exēgēsato kathōs prōton ho Theos epeskepsato labein ex ethnōn laon tō onomati autou. 15 kai toutō symphōnousin hoi logoi tōn prophētōn, kathōs gegraptai

16 Meta tauta anastrepsō

kai anoikodomēsō tēn skēnēn Daueid tēn peptōkuian,

kai ta katestrammena autēs anoikodomēsō

kai anorthōsō autēn,

17 hopōs an ekzētēsōsin hoi kataloipoi tōn anthrōpōn ton Kyrion,

kai panta ta ethnē eph’ hous epikeklētai to onoma mou ep’ autous,

legei Kyrios poiōn tauta 18 gnōsta ap’ aiōnos.

19 dio egō krinō mē parenochlein tois apo tōn ethnōn epistrephousin epi ton Theon, 20 alla episteilai autois tou apechesthai tōn alisgēmatōn tōn eidōlōn kai tēs porneias kai pniktou kai tou haimatos. 21 Mōusēs gar ek geneōn archaiōn kata polin tous kēryssontas auton echei en tais synagōgais kata pan sabbaton anaginōskomenos. 22 Tote edoxe tois apostolois kai tois presbyterois syn holē tē ekklēsia eklexamenous andras ex autōn pempsai eis Antiocheian syn tō Paulō kai Barnaba, Ioudan ton kaloumenon Barsabban kai Silan, andras hēgoumenous en tois adelphois, 23 grapsantes dia cheiros autōn HOi apostoloi kai hoi presbyteroi adelphoi tois kata tēn Antiocheian kai Syrian kai Kilikian adelphois tois ex ethnōn chairein. 24 Epeidē ēkousamen hoti tines ex hēmōn etaraxan hymas logois anaskeuazontes tas psychas hymōn, hois ou diesteilametha, 25 edoxen hēmin genomenois homothymadon, eklexamenous andras pempsai pros hymas syn tois agapētois hēmōn Barnaba kai Paulō, 26 anthrōpois paradedōkosi tas psychas autōn hyper tou onomatos tou Kyriou hēmōn Iēsou Christou. 27 apestalkamen oun Ioudan kai Silan, kai autous dia logou apangellontas ta auta. 28 edoxen gar tō Pneumati tō Hagiō kai hēmin mēden pleon epitithesthai hymin baros plēn toutōn tōn epanankes, 29 apechesthai eidōlothytōn kai haimatos kai pniktōn kai porneias; ex hōn diatērountes heautous eu praxete. Errōsthe.

30 HOi men oun apolythentes katēlthon eis Antiocheian, kai synagagontes to plēthos epedōkan tēn epistolēn. 31 anagnontes de echarēsan epi tē paraklēsei. 32 Ioudas te kai Silas, kai autoi prophētai ontes, dia logou pollou parekalesan tous adelphous kai epestērixan; 33 poiēsantes de chronon apelythēsan met’ eirēnēs apo tōn adelphōn pros tous aposteilantas autous. 35 Paulos de kai Barnabas dietribon en Antiocheia, didaskontes kai euangelizomenoi meta kai heterōn pollōn ton logon tou Kyriou. 36 Meta de tinas hēmeras eipen pros Barnaban Paulos Epistrepsantes dē episkepsōmetha tous adelphous kata polin pasan en hais katēngeilamen ton logon tou Kyriou, pōs echousin. 37 Barnabas de ebouleto synparalabein kai ton Iōanēn ton kaloumenon Markon; 38 Paulos de ēxiou, ton apostanta ap’ autōn apo Pamphylias kai mē synelthonta autois eis to ergon, mē synparalambanein touton. 39 egeneto de paroxysmos, hōste apochōristhēnai autous ap’ allēlōn, ton te Barnaban paralabonta ton Markon ekpleusai eis Kypron. 40 Paulos de epilexamenos Silan exēlthen, paradotheis tē chariti tou Kyriou hypo tōn adelphōn; 41 diērcheto de tēn Syrian kai Kilikian epistērizōn tas ekklēsias.

 

16: 1 Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς πατρὸς δὲ Ἕλληνος, 2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. 3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν. 4 Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις. 5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν.

6 Διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ· 7 ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ· 8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. 9 καὶ ὅραμα διὰ νυκτὸς τῷ Παύλῳ ὤφθη, ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. 10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Θεὸς εὐαγγελίσασθαι αὐτούς.

11 Ἀναχθέντες δὲ ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν, 12 κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. Ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. 13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. 14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν, ἧς ὁ Κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ Παύλου. 15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε· καὶ παρεβιάσατο ἡμᾶς. 16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη. 17 αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας. 18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. 19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. 22 καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, 23 πολλάς δὲ ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον. 25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· 26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28 ἐφώνησεν δὲ Παῦλος μεγάλῃ φωνῇ λέγων Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 29 αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ Σιλᾷ, 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31 οἱ δὲ εἶπαν Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Θεοῦ σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ἅπαντες παραχρῆμα, 34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ Θεῷ. 35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. 36 ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε. νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. 37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς Δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. 38 ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα. ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, 39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως. 40 ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.

 

16: 1 Katēntēsen de kai eis Derbēn kai eis Lystran. kai idou mathētēs tis ēn ekei onomati Timotheos, huios gynaikos Ioudaias pistēs patros de Hellēnos, 2 hos emartyreito hypo tōn en Lystrois kai Ikoniō adelphōn. 3 touton ēthelēsen ho Paulos syn autō exelthein, kai labōn perietemen auton dia tous Ioudaious tous ontas en tois topois ekeinois; ēdeisan gar hapantes hoti Hellēn ho patēr autou hypērchen. 4 Hōs de dieporeuonto tas poleis, paredidosan autois phylassein ta dogmata ta kekrimena hypo tōn apostolōn kai presbyterōn tōn en Hierosolymois. 5 HAi men oun ekklēsiai estereounto tē pistei kai eperisseuon tō arithmō kath’ hēmeran.

6 Diēlthon de tēn Phrygian kai Galatikēn chōran, kōlythentes hypo tou Hagiou Pneumatos lalēsai ton logon en tē Asia; 7 elthontes de kata tēn Mysian epeirazon eis tēn Bithynian poreuthēnai, kai ouk eiasen autous to Pneuma Iēsou; 8 parelthontes de tēn Mysian katebēsan eis Trōada. 9 kai horama dia nyktos tō Paulō ōphthē, anēr Makedōn tis ēn hestōs kai parakalōn auton kai legōn Diabas eis Makedonian boēthēson hēmin. 10 hōs de to horama eiden, eutheōs ezētēsamen exelthein eis Makedonian, symbibazontes hoti proskeklētai hēmas ho Theos euangelisasthai autous.

11 Anachthentes de apo Trōados euthydromēsamen eis Samothrakēn, tē de epiousē eis Nean Polin, 12 kakeithen eis Philippous, hētis estin prōtē tēs meridos Makedonias polis, kolōnia. Ēmen de en tautē tē polei diatribontes hēmeras tinas. 13 tē te hēmera tōn sabbatōn exēlthomen exō tēs pylēs para potamon hou enomizomen proseuchēn einai, kai kathisantes elaloumen tais synelthousais gynaixin. 14 kai tis gynē onomati Lydia, porphyropōlis poleōs Thyateirōn, sebomenē ton Theon, ēkouen, hēs ho Kyrios diēnoixen tēn kardian prosechein tois laloumenois hypo Paulou. 15 hōs de ebaptisthē kai ho oikos autēs, parekalesen legousa Ei kekrikate me pistēn tō Kyriō einai, eiselthontes eis ton oikon mou menete; kai parebiasato hēmas. 16 Egeneto de poreuomenōn hēmōn eis tēn proseuchēn, paidiskēn tina echousan pneuma Pythōna hypantēsai hēmin, hētis ergasian pollēn pareichen tois kyriois autēs manteuomenē. 17 hautē katakolouthousa tō Paulō kai hēmin ekrazen legousa Houtoi hoi anthrōpoi douloi tou Theou tou Hypsistou eisin, hoitines katangellousin hymin hodon sōtērias. 18 touto de epoiei epi pollas hēmeras. diaponētheis de Paulos kai epistrepsas tō pneumati eipen Parangellō soi en onomati Iēsou Christou exelthein ap’ autēs; kai exēlthen autē tē hōra. 19 Idontes de hoi kyrioi autēs hoti exēlthen hē elpis tēs ergasias autōn, epilabomenoi ton Paulon kai ton Silan heilkysan eis tēn agoran epi tous archontas, 20 kai prosagagontes autous tois stratēgois eipan Houtoi hoi anthrōpoi ektarassousin hēmōn tēn polin, Ioudaioi hyparchontes, 21 kai katangellousin ethē ha ouk exestin hēmin paradechesthai oude poiein Rhōmaiois ousin. 22 kai synepestē ho ochlos kat’ autōn, kai hoi stratēgoi perirēxantes autōn ta himatia ekeleuon rhabdizein, 23 pollas de epithentes autois plēgas ebalon eis phylakēn, parangeilantes tō desmophylaki asphalōs tērein autous; 24 hos parangelian toiautēn labōn ebalen autous eis tēn esōteran phylakēn kai tous podas ēsphalisato autōn eis to xylon. 25 Kata de to mesonyktion Paulos kai Silas proseuchomenoi hymnoun ton Theon, epēkroōnto de autōn hoi desmioi; 26 aphnō de seismos egeneto megas, hōste saleuthēnai ta themelia tou desmōtēriou; ēneōchthēsan de parachrēma hai thyrai pasai, kai pantōn ta desma anethē. 27 exypnos de genomenos ho desmophylax kai idōn aneōgmenas tas thyras tēs phylakēs, spasamenos tēn machairan ēmellen heauton anairein, nomizōn ekpepheugenai tous desmious. 28 ephōnēsen de Paulos megalē phōnē legōn Mēden praxēs seautō kakon, hapantes gar esmen enthade. 29 aitēsas de phōta eisepēdēsen kai entromos genomenos prosepesen tō Paulō kai Sila, 30 kai proagagōn autous exō ephē Kyrioi, ti me dei poiein hina sōthō? 31 hoi de eipan Pisteuson epi ton Kyrion Iēsoun, kai sōthēsē sy kai ho oikos sou. 32 kai elalēsan autō ton logon tou Theou syn pasin tois en tē oikia autou. 33 kai paralabōn autous en ekeinē tē hōra tēs nyktos elousen apo tōn plēgōn, kai ebaptisthē autos kai hoi autou hapantes parachrēma, 34 anagagōn te autous eis ton oikon parethēken trapezan, kai ēgalliasato panoikei pepisteukōs tō Theō. 35 Hēmeras de genomenēs apesteilan hoi stratēgoi tous rhabdouchous legontes Apolyson tous anthrōpous ekeinous. 36 apēngeilen de ho desmophylax tous logous toutous pros ton Paulon, hoti Apestalkan hoi stratēgoi hina apolythēte. nyn oun exelthontes poreuesthe en eirēnē. 37 ho de Paulos ephē pros autous Deirantes hēmas dēmosia akatakritous, anthrōpous Rhōmaious hyparchontas, ebalan eis phylakēn; kai nyn lathra hēmas ekballousin? ou gar, alla elthontes autoi hēmas exagagetōsan. 38 apēngeilan de tois stratēgois hoi rhabdouchoi ta rhēmata tauta. ephobēthēsan de akousantes hoti Rhōmaioi eisin, 39 kai elthontes parekalesan autous, kai exagagontes ērōtōn apelthein apo tēs poleōs. 40 exelthontes de apo tēs phylakēs eisēlthon pros tēn Lydian, kai idontes parekalesan tous adelphous kai exēlthan.

 

17: 1 Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων. 2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, 3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, ὁ Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. 4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. 5 Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον· 6 μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, 7 οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν. 8 ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, 9 καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς. 10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν· 11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ’ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. 12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους. 14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ. 15 οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.

16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. 17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18 τινὲς δὲ καὶ τῶν Ἐπικουρίων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. 19 ἐπιλαβόμενοί δὲ αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι. 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον. 22 Σταθεὶς δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. 23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ΑΓΝΩΣΤΩ ΘΕΩ. ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν. 24 ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, 25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· 26 ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27 ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν

Τοῦ γὰρ καὶ γένος ἐσμέν.

 

29 γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν, χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ Θεῖον εἶναι ὅμοιον. 30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν ἀπαγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, 31 καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. 32 ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν. 33 οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. 34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγείτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.

 

17: 1 Diodeusantes de tēn Amphipolin kai tēn Apollōnian ēlthon eis Thessalonikēn, hopou ēn synagōgē tōn Ioudaiōn. 2 kata de to eiōthos tō Paulō eisēlthen pros autous, kai epi sabbata tria dielexato autois apo tōn graphōn, 3 dianoigōn kai paratithemenos hoti ton Christon edei pathein kai anastēnai ek nekrōn, kai hoti houtos estin ho Christos, ho Iēsous, hon egō katangellō hymin. 4 kai tines ex autōn epeisthēsan kai proseklērōthēsan tō Paulō kai tō Sila, tōn te sebomenōn Hellēnōn plēthos poly, gynaikōn te tōn prōtōn ouk oligai. 5 Zēlōsantes de hoi Ioudaioi kai proslabomenoi tōn agoraiōn andras tinas ponērous kai ochlopoiēsantes ethoryboun tēn polin, kai epistantes tē oikia Iasonos ezētoun autous proagagein eis ton dēmon; 6 mē heurontes de autous esyron Iasona kai tinas adelphous epi tous politarchas, boōntes hoti HOi tēn oikoumenēn anastatōsantes houtoi kai enthade pareisin, 7 hous hypodedektai Iasōn; kai houtoi pantes apenanti tōn dogmatōn Kaisaros prassousin, basilea heteron legontes einai Iēsoun. 8 etaraxan de ton ochlon kai tous politarchas akouontas tauta, 9 kai labontes to hikanon para tou Iasonos kai tōn loipōn apelysan autous. 10 HOi de adelphoi eutheōs dia nyktos exepempsan ton te Paulon kai ton Silan eis Beroian, hoitines paragenomenoi eis tēn synagōgēn tōn Ioudaiōn apēesan; 11 houtoi de ēsan eugenesteroi tōn en Thessalonikē, hoitines edexanto ton logon meta pasēs prothymias, to kath’ hēmeran anakrinontes tas graphas ei echoi tauta houtōs. 12 polloi men oun ex autōn episteusan, kai tōn Hellēnidōn gynaikōn tōn euschēmonōn kai andrōn ouk oligoi. 13 Hōs de egnōsan hoi apo tēs Thessalonikēs Ioudaioi hoti kai en tē Beroia katēngelē hypo tou Paulou ho logos tou Theou, ēlthon kakei saleuontes kai tarassontes tous ochlous. 14 eutheōs de tote ton Paulon exapesteilan hoi adelphoi poreuesthai heōs epi tēn thalassan; hypemeinan te ho te Silas kai ho Timotheos ekei. 15 hoi de kathistanontes ton Paulon ēgagon heōs Athēnōn, kai labontes entolēn pros ton Silan kai ton Timotheon hina hōs tachista elthōsin pros auton exēesan.

 

16 En de tais Athēnais ekdechomenou autous tou Paulou, parōxyneto to pneuma autou en autō theōrountos kateidōlon ousan tēn polin. 17 dielegeto men oun en tē synagōgē tois Ioudaiois kai tois sebomenois kai en tē agora kata pasan hēmeran pros tous paratynchanontas. 18 tines de kai tōn Epikouriōn kai Stoikōn philosophōn syneballon autō, kai tines elegon Ti an theloi ho spermologos houtos legein? hoi de; Xenōn daimoniōn dokei katangeleus einai; hoti ton Iēsoun kai tēn anastasin euēngelizeto. 19 epilabomenoi de autou epi ton Areion pagon ēgagon, legontes Dynametha gnōnai tis hē kainē hautē hē hypo sou laloumenē didachē? 20 xenizonta gar tina eisphereis eis tas akoas hēmōn; boulometha oun gnōnai tina thelei tauta einai. 21 Athēnaioi de pantes kai hoi epidēmountes xenoi eis ouden heteron ēukairoun ē legein ti ē akouein ti kainoteron. 22 Statheis de Paulos en mesō tou Areiou Pagou ephē Andres Athēnaioi, kata panta hōs deisidaimonesterous hymas theōrō. 23 dierchomenos gar kai anatheōrōn ta sebasmata hymōn heuron kai bōmon en hō epegegrapto AGNŌSTŌ THEŌ. ho oun agnoountes eusebeite, touto egō katangellō hymin. 24 ho Theos ho poiēsas ton kosmon kai panta ta en autō, houtos ouranou kai gēs hyparchōn Kyrios ouk en cheiropoiētois naois katoikei, 25 oude hypo cheirōn anthrōpinōn therapeuetai prosdeomenos tinos, autos didous pasi zōēn kai pnoēn kai ta panta; 26 epoiēsen te ex henos pan ethnos anthrōpōn katoikein epi pantos prosōpou tēs gēs, horisas prostetagmenous kairous kai tas horothesias tēs katoikias autōn, 27 zētein ton Theon, ei ara ge psēlaphēseian auton kai heuroien, kai ge ou makran apo henos hekastou hēmōn hyparchonta. 28 en autō gar zōmen kai kinoumetha kai esmen, hōs kai tines tōn kath’ hymas poiētōn eirēkasin

Tou gar kai genos esmen.

29 genos oun hyparchontes tou Theou ouk opheilomen nomizein, chrysō ē argyrō ē lithō, charagmati technēs kai enthymēseōs anthrōpou, to Theion einai homoion. 30 tous men oun chronous tēs agnoias hyperidōn ho Theos ta nyn apangellei tois anthrōpois pantas pantachou metanoein, 31 kathoti estēsen hēmeran en hē mellei krinein tēn oikoumenēn en dikaiosynē, en andri hō hōrisen, pistin paraschōn pasin anastēsas auton ek nekrōn. 32 akousantes de anastasin nekrōn, hoi men echleuazon, hoi de eipan Akousometha sou peri toutou kai palin. 33 houtōs ho Paulos exēlthen ek mesou autōn. 34 tines de andres kollēthentes autō episteusan, en hois kai Dionysios ho Areopageitēs kai gynē onomati Damaris kai heteroi syn autois.

 

18: 1 Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. 2 καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, 3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ’ αὐτοῖς, καὶ ἠργάζοντο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. 4 διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. 5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν Χριστὸν Ἰησοῦν. 6 ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. 7 καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. 9 Εἶπεν δὲ ὁ Κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, 10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11 Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. 12 Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13 λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. 14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους Εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· 15 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17 ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν. 18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλήν· εἶχεν γὰρ εὐχήν. 19 κατήντησαν δὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις. 20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν, 21 ἀλλὰ ἀποταξάμενος καὶ εἰπών Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, 22 καὶ κατελθὼν εἰς Καισάριαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς.

24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάνου· 26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ. 27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.

 

18: 1 Meta tauta chōristheis ek tōn Athēnōn ēlthen eis Korinthon. 2 kai heurōn tina Ioudaion onomati Akylan, Pontikon tō genei, prosphatōs elēlythota apo tēs Italias kai Priskillan gynaika autou, dia to diatetachenai Klaudion chōrizesthai pantas tous Ioudaious apo tēs Rhōmēs, prosēlthen autois, 3 kai dia to homotechnon einai emenen par’ autois, kai ērgazonto; ēsan gar skēnopoioi tē technē. 4 dielegeto de en tē synagōgē kata pan sabbaton, epeithen te Ioudaious kai Hellēnas. 5 Hōs de katēlthon apo tēs Makedonias ho te Silas kai ho Timotheos, syneicheto tō logō ho Paulos, diamartyromenos tois Ioudaiois einai ton Christon Iēsoun. 6 antitassomenōn de autōn kai blasphēmountōn ektinaxamenos ta himatia eipen pros autous To haima hymōn epi tēn kephalēn hymōn; katharos egō; apo tou nyn eis ta ethnē poreusomai. 7 kai metabas ekeithen ēlthen eis oikian tinos onomati Titiou Ioustou sebomenou ton Theon, hou hē oikia ēn synomorousa tē synagōgē. 8 Krispos de ho archisynagōgos episteusen tō Kyriō syn holō tō oikō autou, kai polloi tōn Korinthiōn akouontes episteuon kai ebaptizonto. 9 Eipen de ho Kyrios en nykti di’ horamatos tō Paulō Mē phobou, alla lalei kai mē siōpēsēs, 10 dioti egō eimi meta sou kai oudeis epithēsetai soi tou kakōsai se, dioti laos esti moi polys en tē polei tautē. 11 Ekathisen de eniauton kai mēnas hex didaskōn en autois ton logon tou Theou. 12 Galliōnos de anthypatou ontos tēs Achaias katepestēsan homothymadon hoi Ioudaioi tō Paulō kai ēgagon auton epi to bēma, 13 legontes hoti Para ton nomon anapeithei houtos tous anthrōpous sebesthai ton Theon. 14 mellontos de tou Paulou anoigein to stoma eipen ho Galliōn pros tous Ioudaious Ei men ēn adikēma ti ē rhadiourgēma ponēron, ō Ioudaioi, kata logon an aneschomēn hymōn; 15 ei de zētēmata estin peri logou kai onomatōn kai nomou tou kath’ hymas, opsesthe autoi; kritēs egō toutōn ou boulomai einai. 16 kai apēlasen autous apo tou bēmatos. 17 epilabomenoi de pantes Sōsthenēn ton archisynagōgon etypton emprosthen tou bēmatos; kai ouden toutōn tō Galliōni emelen. 18 HO de Paulos eti prosmeinas hēmeras hikanas, tois adelphois apotaxamenos exeplei eis tēn Syrian, kai syn autō Priskilla kai Akylas, keiramenos en Kenchreais tēn kephalēn; eichen gar euchēn. 19 katēntēsan de eis Epheson, kakeinous katelipen autou, autos de eiselthōn eis tēn synagōgēn dielexato tois Ioudaiois. 20 erōtōntōn de autōn epi pleiona chronon meinai ouk epeneusen, 21 alla apotaxamenos kai eipōn Palin anakampsō pros hymas tou Theou thelontos, anēchthē apo tēs Ephesou, 22 kai katelthōn eis Kaisarian, anabas kai aspasamenos tēn ekklēsian, katebē eis Antiocheian, 23 kai poiēsas chronon tina exēlthen, dierchomenos kathexēs tēn Galatikēn chōran kai Phrygian, stērizōn pantas tous mathētas.

24 Ioudaios de tis Apollōs onomati, Alexandreus tō genei, anēr logios, katēntēsen eis Epheson, dynatos ōn en tais graphais. 25 houtos ēn katēchēmenos tēn hodon tou Kyriou, kai zeōn tō pneumati elalei kai edidasken akribōs ta peri tou Iēsou, epistamenos monon to baptisma Iōanou; 26 houtos te ērxato parrēsiazesthai en tē synagōgē. akousantes de autou Priskilla kai Akylas proselabonto auton kai akribesteron autō exethento tēn hodon tou Theou. 27 boulomenou de autou dielthein eis tēn Achaian protrepsamenoi hoi adelphoi egrapsan tois mathētais apodexasthai auton; hos paragenomenos synebaleto poly tois pepisteukosin dia tēs charitos; 28 eutonōs gar tois Ioudaiois diakatēlencheto dēmosia epideiknys dia tōn graphōn einai ton Christon Iēsoun.

 

19: 1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον καὶ εὑρεῖν τινας μαθητάς, 2 εἶπέν τε πρὸς αὐτούς Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ πρὸς αὐτόν Ἀλλ’ οὐδ’ εἰ Πνεῦμα Ἅγιον ἔστιν ἠκούσαμεν. 3 εἶπέν τε Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν Εἰς τὸ Ἰωάνου βάπτισμα. 4 εἶπεν δὲ Παῦλος Ἰωάνης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν. 5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ· 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δώδεκα. 8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν Ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου. 10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας. 11 Δυνάμεις τε οὐ τὰς τυχούσας ὁ Θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, 12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐκπορεύεσθαι. 13 Ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ λέγοντες Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν ὃν Παῦλος κηρύσσει. 14 ἦσαν δέ τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ υἱοὶ τοῦτο ποιοῦντες. 15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν αὐτοῖς Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι· ὑμεῖς δὲ τίνες ἐστέ; 16 καὶ ἐφαλόμενος ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ’ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ· 18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. 19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. 20 Οὕτως κατὰ κράτος τοῦ Κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.

21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς Ἱεροσόλυμα, εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν. 22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. 23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς Ὁδοῦ. 24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, 25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν, 26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. 28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 29 καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. 30 Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· 31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. 33 ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων· ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κράζοντες Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 35 καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; 36 ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. 37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν. 38 εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. 39 εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.

 

19: 1 Egeneto de en tō ton Apollō einai en Korinthō Paulon dielthonta ta anōterika merē elthein eis Epheson kai heurein tinas mathētas, 2 eipen te pros autous Ei Pneuma Hagion elabete pisteusantes? hoi de pros auton All’ oud’ ei Pneuma Hagion estin ēkousamen. 3 eipen te Eis ti oun ebaptisthēte? hoi de eipan Eis to Iōanou baptisma. 4 eipen de Paulos Iōanēs ebaptisen baptisma metanoias, tō laō legōn eis ton erchomenon met’ auton hina pisteusōsin, tout’ estin eis ton Iēsoun. 5 akousantes de ebaptisthēsan eis to onoma tou Kyriou Iēsou; 6 kai epithentos autois tou Paulou cheiras ēlthe to Pneuma to Hagion ep’ autous, elaloun te glōssais kai eprophēteuon. 7 ēsan de hoi pantes andres hōsei dōdeka. 8 Eiselthōn de eis tēn synagōgēn eparrēsiazeto epi mēnas treis dialegomenos kai peithōn peri tēs basileias tou Theou. 9 hōs de tines esklērynonto kai ēpeithoun kakologountes tēn Hodon enōpion tou plēthous, apostas ap’ autōn aphōrisen tous mathētas, kath’ hēmeran dialegomenos en tē scholē Tyrannou. 10 touto de egeneto epi etē dyo, hōste pantas tous katoikountas tēn Asian akousai ton logon tou Kyriou, Ioudaious te kai Hellēnas. 11 Dynameis te ou tas tychousas ho Theos epoiei dia tōn cheirōn Paulou, 12 hōste kai epi tous asthenountas apopheresthai apo tou chrōtos autou soudaria ē simikinthia kai apallassesthai ap’ autōn tas nosous, ta te pneumata ta ponēra ekporeuesthai. 13 Epecheirēsan de tines kai tōn perierchomenōn Ioudaiōn exorkistōn onomazein epi tous echontas ta pneumata ta ponēra to onoma tou Kyriou Iēsou legontes Horkizō hymas ton Iēsoun hon Paulos kēryssei. 14 ēsan de tinos Skeua Ioudaiou archiereōs hepta huioi touto poiountes. 15 apokrithen de to pneuma to ponēron eipen autois Ton Iēsoun ginōskō kai ton Paulon epistamai; hymeis de tines este? 16 kai ephalomenos ho anthrōpos ep’ autous, en hō ēn to pneuma to ponēron, katakyrieusas amphoterōn ischysen kat’ autōn, hōste gymnous kai tetraumatismenous ekphygein ek tou oikou ekeinou. 17 touto de egeneto gnōston pasin Ioudaiois te kai Hellēsin tois katoikousin tēn Epheson, kai epepesen phobos epi pantas autous, kai emegalyneto to onoma tou Kyriou Iēsou; 18 polloi te tōn pepisteukotōn ērchonto exomologoumenoi kai anangellontes tas praxeis autōn. 19 hikanoi de tōn ta perierga praxantōn synenenkantes tas biblous katekaion enōpion pantōn; kai synepsēphisan tas timas autōn kai heuron argyriou myriadas pente. 20 Houtōs kata kratos tou Kyriou ho logos ēuxanen kai ischyen.

21 Hōs de eplērōthē tauta, etheto ho Paulos en tō pneumati dielthōn tēn Makedonian kai Achaian poreuesthai eis Hierosolyma, eipōn hoti Meta to genesthai me ekei dei me kai Rhōmēn idein. 22 aposteilas de eis tēn Makedonian dyo tōn diakonountōn autō, Timotheon kai Eraston, autos epeschen chronon eis tēn Asian. 23 Egeneto de kata ton kairon ekeinon tarachos ouk oligos peri tēs Hodou. 24 Dēmētrios gar tis onomati, argyrokopos, poiōn naous argyrous Artemidos pareicheto tois technitais ouk oligēn ergasian, 25 hous synathroisas kai tous peri ta toiauta ergatas eipen Andres, epistasthe hoti ek tautēs tēs ergasias hē euporia hēmin estin, 26 kai theōreite kai akouete hoti ou monon Ephesou alla schedon pasēs tēs Asias ho Paulos houtos peisas metestēsen hikanon ochlon, legōn hoti ouk eisin theoi hoi dia cheirōn ginomenoi. 27 ou monon de touto kindyneuei hēmin to meros eis apelegmon elthein, alla kai to tēs megalēs theas Artemidos hieron eis outhen logisthēnai, mellein te kai kathaireisthai tēs megaleiotētos autēs, hēn holē hē Asia kai hē oikoumenē sebetai. 28 Akousantes de kai genomenoi plēreis thymou ekrazon legontes Megalē hē Artemis Ephesiōn. 29 kai eplēsthē hē polis tēs synchyseōs, hōrmēsan te homothymadon eis to theatron, synarpasantes Gaion kai Aristarchon Makedonas, synekdēmous Paulou. 30 Paulou de boulomenou eiselthein eis ton dēmon ouk eiōn auton hoi mathētai; 31 tines de kai tōn Asiarchōn, ontes autō philoi, pempsantes pros auton parekaloun mē dounai heauton eis to theatron. 32 alloi men oun allo ti ekrazon; ēn gar hē ekklēsia synkechymenē, kai hoi pleious ouk ēdeisan tinos heneka synelēlytheisan. 33 ek de tou ochlou synebibasan Alexandron, probalontōn auton tōn Ioudaiōn; ho de Alexandros kataseisas tēn cheira ēthelen apologeisthai tō dēmō. 34 epignontes de hoti Ioudaios estin, phōnē egeneto mia ek pantōn, hōs epi hōras dyo krazontes Megalē hē Artemis Ephesiōn. 35 katasteilas de ho grammateus ton ochlon phēsin Andres Ephesioi, tis gar estin anthrōpōn hos ou ginōskei tēn Ephesiōn polin neōkoron ousan tēs megalēs Artemidos kai tou diopetous? 36 anantirrētōn oun ontōn toutōn deon estin hymas katestalmenous hyparchein kai mēden propetes prassein. 37 ēgagete gar tous andras toutous oute hierosylous oute blasphēmountas tēn theon hēmōn. 38 ei men oun Dēmētrios kai hoi syn autō technitai echousi pros tina logon, agoraioi agontai kai anthypatoi eisin, enkaleitōsan allēlois. 39 ei de ti peraiterō epizēteite, en tē ennomō ekklēsia epilythēsetai. 40 kai gar kindyneuomen enkaleisthai staseōs peri tēs sēmeron, mēdenos aitiou hyparchontos, peri hou ou dynēsometha apodounai logon peri tēs systrophēs tautēs. kai tauta eipōn apelysen tēn ekklēsian.

 

20: 1 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας, ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν. 2 διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα, 3 ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. 4 συνείπετο δὲ αὐτῷ Σώπατρος Πύρρου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος· 5 οὗτοι δὲ προελθόντες ἔμενον ἡμᾶς ἐν Τρῳάδι· 6 ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ὅπου διετρίψαμεν ἡμέρας ἑπτά. 7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ἡμῶν κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. 8 ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι. 9 καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 10 καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11 ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος, ἐφ’ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. 12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. 13 Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ διατεταγμένος ἦν, μέλλων αὐτὸς πεζεύειν. 14 ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην· 15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον. 16 κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γὰρ, εἰ δυνατὸν εἴη αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.

17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, 20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους, 21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν. 22 καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ἐμοὶ μὴ εἰδώς, 23 πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. 24 ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ ὡς τελειώσω τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. 25 καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν. 26 διότι μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων· 27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ ὑμῖν. 28 προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου. 29 ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν. 31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ Κυρίῳ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. 36 καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37 ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

 

20: 1 Meta de to pausasthai ton thorybon metapempsamenos ho Paulos tous mathētas kai parakalesas, aspasamenos exēlthen poreuesthai eis Makedonian. 2 dielthōn de ta merē ekeina kai parakalesas autous logō pollō ēlthen eis tēn Hellada, 3 poiēsas te mēnas treis, genomenēs epiboulēs autō hypo tōn Ioudaiōn mellonti anagesthai eis tēn Syrian, egeneto gnōmēs tou hypostrephein dia Makedonias. 4 syneipeto de autō Sōpatros Pyrrou Beroiaios, Thessalonikeōn de Aristarchos kai Sekoundos, kai Gaios Derbaios kai Timotheos, Asianoi de Tychikos kai Trophimos; 5 houtoi de proelthontes emenon hēmas en Trōadi; 6 hēmeis de exepleusamen meta tas hēmeras tōn azymōn apo Philippōn, kai ēlthomen pros autous eis tēn Trōada achri hēmerōn pente, hopou dietripsamen hēmeras hepta. 7 En de tē mia tōn sabbatōn synēgmenōn hēmōn klasai arton ho Paulos dielegeto autois, mellōn exienai tē epaurion, pareteinen te ton logon mechri mesonyktiou. 8 ēsan de lampades hikanai en tō hyperōō hou ēmen synēgmenoi. 9 kathezomenos de tis neanias onomati Eutychos epi tēs thyridos, katapheromenos hypnō bathei, dialegomenou tou Paulou epi pleion, katenechtheis apo tou hypnou epesen apo tou tristegou katō kai ērthē nekros. 10 katabas de ho Paulos epepesen autō kai symperilabōn eipen Mē thorybeisthe; hē gar psychē autou en autō estin. 11 anabas de kai klasas ton arton kai geusamenos, eph’ hikanon te homilēsas achri augēs, houtōs exēlthen. 12 ēgagon de ton paida zōnta, kai pareklēthēsan ou metriōs. 13 Hēmeis de proelthontes epi to ploion anēchthēmen epi tēn Asson, ekeithen mellontes analambanein ton Paulon; houtōs gar diatetagmenos ēn, mellōn autos pezeuein. 14 hōs de syneballen hēmin eis tēn Asson, analabontes auton ēlthomen eis Mitylēnēn; 15 kakeithen apopleusantes tē epiousē katēntēsamen antikrys Chiou, tē de hetera parebalomen eis Samon, tē de echomenē ēlthomen eis Milēton. 16 kekrikei gar ho Paulos parapleusai tēn Epheson, hopōs mē genētai autō chronotribēsai en tē Asia; espeuden gar, ei dynaton eiē autō, tēn hēmeran tēs Pentēkostēs genesthai eis Hierosolyma.

17 Apo de tēs Milētou pempsas eis Epheson metekalesato tous presbyterous tēs ekklēsias. 18 hōs de paregenonto pros auton, eipen autois Hymeis epistasthe, apo prōtēs hēmeras aph’ hēs epebēn eis tēn Asian, pōs meth’ hymōn ton panta chronon egenomēn, 19 douleuōn tō Kyriō meta pasēs tapeinophrosynēs kai dakryōn kai peirasmōn tōn symbantōn moi en tais epiboulais tōn Ioudaiōn, 20 hōs ouden hypesteilamēn tōn sympherontōn tou mē anangeilai hymin kai didaxai hymas dēmosia kai kat’ oikous, 21 diamartyromenos Ioudaiois te kai Hellēsin tēn eis Theon metanoian kai pistin eis ton Kyrion hēmōn Iēsoun. 22 kai nyn idou dedemenos egō tō pneumati poreuomai eis Hierousalēm, ta en autē synantēsonta emoi mē eidōs, 23 plēn hoti to Pneuma to Hagion kata polin diamartyretai moi legon hoti desma kai thlipseis me menousin. 24 all’ oudenos logou poioumai tēn psychēn timian emautō hōs teleiōsō ton dromon mou kai tēn diakonian hēn elabon para tou Kyriou Iēsou, diamartyrasthai to euangelion tēs charitos tou Theou. 25 kai nyn idou egō oida hoti ouketi opsesthe to prosōpon mou hymeis pantes en hois diēlthon kēryssōn tēn basileian. 26 dioti martyromai hymin en tē sēmeron hēmera hoti katharos eimi apo tou haimatos pantōn; 27 ou gar hypesteilamēn tou mē anangeilai pasan tēn boulēn tou Theou hymin. 28 prosechete heautois kai panti tō poimniō, en hō hymas to Pneuma to Hagion etheto episkopous, poimainein tēn ekklēsian tou Theou, hēn periepoiēsato dia tou haimatos tou idiou. 29 egō oida hoti eiseleusontai meta tēn aphixin mou lykoi bareis eis hymas mē pheidomenoi tou poimniou, 30 kai ex hymōn autōn anastēsontai andres lalountes diestrammena tou apospan tous mathētas opisō heautōn. 31 dio grēgoreite, mnēmoneuontes hoti trietian nykta kai hēmeran ouk epausamēn meta dakryōn nouthetōn hena hekaston. 32 kai ta nyn paratithemai hymas tō Kyriō kai tō logō tēs charitos autou tō dynamenō oikodomēsai kai dounai tēn klēronomian en tois hēgiasmenois pasin. 33 argyriou ē chrysiou ē himatismou oudenos epethymēsa; 34 autoi ginōskete hoti tais chreiais mou kai tois ousin met’ emou hypēretēsan hai cheires hautai. 35 panta hypedeixa hymin, hoti houtōs kopiōntas dei antilambanesthai tōn asthenountōn, mnēmoneuein te tōn logōn tou Kyriou Iēsou, hoti autos eipen Makarion estin mallon didonai ē lambanein. 36 kai tauta eipōn, theis ta gonata autou syn pasin autois prosēuxato. 37 hikanos de klauthmos egeneto pantōn, kai epipesontes epi ton trachēlon tou Paulou katephiloun auton, 38 odynōmenoi malista epi tō logō hō eirēkei, hoti ouketi mellousin to prosōpon autou theōrein. proepempon de auton eis to ploion.

 

21: 1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ’ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον κἀκεῖθεν εἰς Πάταρα· 2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν. 3 ἀναφάναντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήλθομεν εἰς Τύρον· ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον. 4 ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα. 5 ὅτε δὲ ἐγένετο ἐξαρτίσαι ἡμᾶς τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι 6 ἀπησπασάμεθα ἀλλήλους, καὶ ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. 7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ’ αὐτοῖς. 8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθομεν εἰς Καισαρίαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρ’ αὐτῷ. 9 τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι. 10 Ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος, 11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ. 13 τότε ἀπεκρίθη ὁ Παῦλος Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. 14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες Τοῦ Κυρίου τὸ θέλημα γινέσθω.

15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα· 16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρίας σὺν ἡμῖν, ἄγοντες παρ’ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. 17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. 18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. 19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ’ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. 20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεόν, εἶπάν τε αὐτῷ Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· 21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. 22 τί οὖν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυθας. 23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ’ ἑαυτῶν· 24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ’ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον. 25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. 26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.

27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλαν ἐπ’ αὐτὸν τὰς χεῖρας, 28 κράζοντες Ἄνδρες Ἰσραηλεῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. 29 ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. 30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. 31 Ζητούντων τε αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συνχύννεται Ἱερουσαλήμ· 32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ’ αὐτούς· οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. 33 τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς. 34 ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. 35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου· 36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες Αἶρε αὐτόν. 37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρὸς σέ; ὁ δὲ ἔφη Ἑλληνιστὶ γινώσκεις; 38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; 39 εἶπεν δὲ ὁ Παῦλος Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. 40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων

 

21: 1 Hōs de egeneto anachthēnai hēmas apospasthentas ap’ autōn, euthydromēsantes ēlthomen eis tēn Kō, tē de hexēs eis tēn Rhodon kakeithen eis Patara; 2 kai heurontes ploion diaperōn eis Phoinikēn, epibantes anēchthēmen. 3 anaphanantes de tēn Kypron kai katalipontes autēn euōnymon epleomen eis Syrian, kai katēlthomen eis Tyron; ekeise gar to ploion ēn apophortizomenon ton gomon. 4 aneurontes de tous mathētas epemeinamen autou hēmeras hepta; hoitines tō Paulō elegon dia tou Pneumatos mē epibainein eis Hierosolyma. 5 hote de egeneto exartisai hēmas tas hēmeras, exelthontes eporeuometha propempontōn hēmas pantōn syn gynaixi kai teknois heōs exō tēs poleōs, kai thentes ta gonata epi ton aigialon proseuxamenoi 6 apēspasametha allēlous, kai enebēmen eis to ploion, ekeinoi de hypestrepsan eis ta idia. 7 Hēmeis de ton ploun dianysantes apo Tyrou katēntēsamen eis Ptolemaida, kai aspasamenoi tous adelphous emeinamen hēmeran mian par’ autois. 8 tē de epaurion exelthontes ēlthomen eis Kaisarian, kai eiselthontes eis ton oikon Philippou tou euangelistou ontos ek tōn hepta emeinamen par’ autō. 9 toutō de ēsan thygateres tessares parthenoi prophēteuousai. 10 Epimenontōn de hēmeras pleious katēlthen tis apo tēs Ioudaias prophētēs onomati Agabos, 11 kai elthōn pros hēmas kai aras tēn zōnēn tou Paulou, dēsas heautou tous podas kai tas cheiras eipen Tade legei to Pneuma to Hagion Ton andra hou estin hē zōnē hautē houtōs dēsousin en Hierousalēm hoi Ioudaioi kai paradōsousin eis cheiras ethnōn. 12 hōs de ēkousamen tauta, parekaloumen hēmeis te kai hoi entopioi tou mē anabainein auton eis Hierousalēm. 13 tote apekrithē ho Paulos Ti poieite klaiontes kai synthryptontes mou tēn kardian? egō gar ou monon dethēnai alla kai apothanein eis Hierousalēm hetoimōs echō hyper tou onomatos tou Kyriou Iēsou. 14 mē peithomenou de autou hēsychasamen eipontes Tou Kyriou to thelēma ginesthō.

 

 

15 Meta de tas hēmeras tautas episkeuasamenoi anebainomen eis Hierosolyma; 16 synēlthon de kai tōn mathētōn apo Kaisarias syn hēmin, agontes par’ hō xenisthōmen Mnasōni tini Kypriō, archaiō mathētē. 17 Genomenōn de hēmōn eis Hierosolyma asmenōs apedexanto hēmas hoi adelphoi. 18 tē de epiousē eisēei ho Paulos syn hēmin pros Iakōbon, pantes te paregenonto hoi presbyteroi. 19 kai aspasamenos autous exēgeito kath’ hen hekaston hōn epoiēsen ho Theos en tois ethnesin dia tēs diakonias autou. 20 hoi de akousantes edoxazon ton Theon, eipan te autō Theōreis, adelphe, posai myriades eisin en tois Ioudaiois tōn pepisteukotōn, kai pantes zēlōtai tou nomou hyparchousin; 21 katēchēthēsan de peri sou hoti apostasian didaskeis apo Mōuseōs tous kata ta ethnē pantas Ioudaious, legōn mē peritemnein autous ta tekna mēde tois ethesin peripatein. 22 ti oun estin? pantōs akousontai hoti elēlythas. 23 touto oun poiēson ho soi legomen; eisin hēmin andres tessares euchēn echontes eph’ heautōn; 24 toutous paralabōn hagnisthēti syn autois, kai dapanēson ep’ autois hina xyrēsontai tēn kephalēn, kai gnōsontai pantes hoti hōn katēchēntai peri sou ouden estin, alla stoicheis kai autos phylassōn ton nomon. 25 peri de tōn pepisteukotōn ethnōn hēmeis epesteilamen krinantes phylassesthai autous to te eidōlothyton kai haima kai pnikton kai porneian. 26 tote ho Paulos paralabōn tous andras tē echomenē hēmera syn autois hagnistheis eisēei eis to hieron, diangellōn tēn ekplērōsin tōn hēmerōn tou hagnismou, heōs hou prosēnechthē hyper henos hekastou autōn hē prosphora.

27 Hōs de emellon hai hepta hēmerai synteleisthai, hoi apo tēs Asias Ioudaioi theasamenoi auton en tō hierō synecheon panta ton ochlon, kai epebalan ep’ auton tas cheiras, 28 krazontes Andres Israēleitai, boētheite; houtos estin ho anthrōpos ho kata tou laou kai tou nomou kai tou topou toutou pantas pantachē didaskōn, eti te kai Hellēnas eisēgagen eis to hieron kai kekoinōken ton hagion topon touton. 29 ēsan gar proeōrakotes Trophimon ton Ephesion en tē polei syn autō, hon enomizon hoti eis to hieron eisēgagen ho Paulos. 30 ekinēthē te hē polis holē kai egeneto syndromē tou laou, kai epilabomenoi tou Paulou heilkon auton exō tou hierou, kai eutheōs ekleisthēsan hai thyrai. 31 Zētountōn te auton apokteinai anebē phasis tō chiliarchō tēs speirēs hoti holē synchynnetai Hierousalēm; 32 hos exautēs paralabōn stratiōtas kai hekatontarchas katedramen ep’ autous; hoi de idontes ton chiliarchon kai tous stratiōtas epausanto typtontes ton Paulon. 33 tote engisas ho chiliarchos epelabeto autou kai ekeleusen dethēnai halysesi dysi, kai epynthaneto tis eiē kai ti estin pepoiēkōs. 34 alloi de allo ti epephōnoun en tō ochlō; mē dynamenou de autou gnōnai to asphales dia ton thorybon, ekeleusen agesthai auton eis tēn parembolēn. 35 hote de egeneto epi tous anabathmous, synebē bastazesthai auton hypo tōn stratiōtōn dia tēn bian tou ochlou; 36 ēkolouthei gar to plēthos tou laou krazontes Aire auton. 37 Mellōn te eisagesthai eis tēn parembolēn ho Paulos legei tō chiliarchō Ei exestin moi eipein ti pros se? ho de ephē Hellēnisti ginōskeis? 38 ouk ara sy ei ho Aigyptios ho pro toutōn tōn hēmerōn anastatōsas kai exagagōn eis tēn erēmon tous tetrakischilious andras tōn sikariōn? 39 eipen de ho Paulos Egō anthrōpos men eimi Ioudaios, Tarseus, tēs Kilikias ouk asēmou poleōs politēs; deomai de sou, epitrepson moi lalēsai pros ton laon. 40 epitrepsantos de autou ho Paulos hestōs epi tōn anabathmōn kateseisen tē cheiri tō laō; pollēs de sigēs genomenēs prosephōnēsen tē Hebraidi dialektō legōn

 

22: 1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας. 2 —ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν— 3 Ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιήλ πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον· 4 ὃς ταύτην τὴν Ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, 5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ’ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ ἵνα τιμωρηθῶσιν. 6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ, 7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι Σαοὺλ Σαούλ, τί με διώκεις; 8 ἐγὼ δὲ ἀπεκρίθην Τίς εἶ, Κύριε; εἶπέν τε πρὸς ἐμέ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. 9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, τὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι. 10 εἶπον δέ Τί ποιήσω, Κύριε; ὁ δὲ Κύριος εἶπεν πρός με Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι. 11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν. 12 Ἀνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων, 13 ἐλθὼν πρὸς ἐμὲ καὶ ἐπιστὰς εἶπέν μοι Σαοὺλ ἀδελφέ, ἀνάβλεψον. κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν. 14 ὁ δὲ εἶπεν Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν Δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ, 15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας. 16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ. 17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἱερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει 18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἱερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ. 19 κἀγὼ εἶπον Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· 20 καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν. 21 καὶ εἶπεν πρός με Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. 22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν. 23 κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα, 24 ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ. 25 ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν, εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; 26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων Τί μέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν. 27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ Λέγε μοι, σὺ Ῥωμαῖος εἶ; ὁ δὲ ἔφη Ναί. 28 ἀπεκρίθη δὲ ὁ χιλίαρχος Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη Ἐγὼ δὲ καὶ γεγέννημαι. 29 εὐθέως οὖν ἀπέστησαν ἀπ’ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς.

30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς, τὸ τί κατηγορεῖται ὑπὸ τῶν Ἰουδαίων, ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

 

22: 1 Andres adelphoi kai pateres, akousate mou tēs pros hymas nyni apologias. 2 —akousantes de hoti tē Hebraidi dialektō prosephōnei autois mallon pareschon hēsychian. kai phēsin— 3 Egō eimi anēr Ioudaios, gegennēmenos en Tarsō tēs Kilikias, anatethrammenos de en tē polei tautē, para tous podas Gamaliēl pepaideumenos kata akribeian tou patrōou nomou, zēlōtēs hyparchōn tou Theou kathōs pantes hymeis este sēmeron; 4 hos tautēn tēn Hodon ediōxa achri thanatou, desmeuōn kai paradidous eis phylakas andras te kai gynaikas, 5 hōs kai ho archiereus martyrei moi kai pan to presbyterion; par’ hōn kai epistolas dexamenos pros tous adelphous eis Damaskon eporeuomēn, axōn kai tous ekeise ontas dedemenous eis Hierousalēm hina timōrēthōsin. 6 Egeneto de moi poreuomenō kai engizonti tē Damaskō peri mesēmbrian exaiphnēs ek tou ouranou periastrapsai phōs hikanon peri eme, 7 epesa te eis to edaphos kai ēkousa phōnēs legousēs moi Saoul Saoul, ti me diōkeis? 8 egō de apekrithēn Tis ei, Kyrie? eipen te pros eme Egō eimi Iēsous ho Nazōraios, hon sy diōkeis. 9 hoi de syn emoi ontes to men phōs etheasanto, tēn de phōnēn ouk ēkousan tou lalountos moi. 10 eipon de Ti poiēsō, Kyrie? ho de Kyrios eipen pros me Anastas poreuou eis Damaskon, kakei soi lalēthēsetai peri pantōn hōn tetaktai soi poiēsai. 11 hōs de ouk eneblepon apo tēs doxēs tou phōtos ekeinou, cheiragōgoumenos hypo tōn synontōn moi ēlthon eis Damaskon. 12 Ananias de tis anēr eulabēs kata ton nomon, martyroumenos hypo pantōn tōn katoikountōn Ioudaiōn, 13 elthōn pros eme kai epistas eipen moi Saoul adelphe, anablepson. kagō autē tē hōra aneblepsa eis auton. 14 ho de eipen HO Theos tōn paterōn hēmōn proecheirisato se gnōnai to thelēma autou kai idein ton Dikaion kai akousai phōnēn ek tou stomatos autou, 15 hoti esē martys autō pros pantas anthrōpous hōn heōrakas kai ēkousas. 16 kai nyn ti melleis? anastas baptisai kai apolousai tas hamartias sou, epikalesamenos to onoma autou. 17 Egeneto de moi hypostrepsanti eis Hierousalēm kai proseuchomenou mou en tō hierō genesthai me en ekstasei 18 kai idein auton legonta moi Speuson kai exelthe en tachei ex Hierousalēm, dioti ou paradexontai sou martyrian peri emou. 19 kagō eipon Kyrie, autoi epistantai hoti egō ēmēn phylakizōn kai derōn kata tas synagōgas tous pisteuontas epi se; 20 kai hote exechynneto to haima Stephanou tou martyros sou, kai autos ēmēn ephestōs kai syneudokōn kai phylassōn ta himatia tōn anairountōn auton. 21 kai eipen pros me Poreuou, hoti egō eis ethnē makran exapostelō se. 22 Ēkouon de autou achri toutou tou logou, kai epēran tēn phōnēn autōn legontes Aire apo tēs gēs ton toiouton; ou gar kathēken auton zēn. 23 kraugazontōn te autōn kai rhiptountōn ta himatia kai koniorton ballontōn eis ton aera, 24 ekeleusen ho chiliarchos eisagesthai auton eis tēn parembolēn, eipas mastixin anetazesthai auton, hina epignō di’ hēn aitian houtōs epephōnoun autō. 25 hōs de proeteinan auton tois himasin, eipen pros ton hestōta hekatontarchon ho Paulos Ei anthrōpon Rhōmaion kai akatakriton exestin hymin mastizein? 26 akousas de ho hekatontarchēs proselthōn tō chiliarchō apēngeilen legōn Ti melleis poiein? ho gar anthrōpos houtos Rhōmaios estin. 27 proselthōn de ho chiliarchos eipen autō Lege moi, sy Rhōmaios ei? ho de ephē Nai. 28 apekrithē de ho chiliarchos Egō pollou kephalaiou tēn politeian tautēn ektēsamēn. ho de Paulos ephē Egō de kai gegennēmai. 29 eutheōs oun apestēsan ap’ autou hoi mellontes auton anetazein; kai ho chiliarchos de ephobēthē epignous hoti Rhōmaios estin kai hoti auton ēn dedekōs.

30 Tē de epaurion boulomenos gnōnai to asphales, to ti katēgoreitai hypo tōn Ioudaiōn, elysen auton, kai ekeleusen synelthein tous archiereis kai pan to synedrion, kai katagagōn ton Paulon estēsen eis autous.

 

23: 1 ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2 ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. 3 τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; 4 οἱ δὲ παρεστῶτες εἶπαν Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; 5 ἔφη τε ὁ Παῦλος Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. 6 γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν κρίνομαι. 7 τοῦτο δὲ αὐτοῦ λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8 Σαδδουκαῖοι γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. 9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος; 10 πολλῆς δὲ γινομένης στάσεως φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν. 11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπεν Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. 12 Γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. 13 ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι· 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. 16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὴν ἐνέδραν, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ. 17 προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ. 18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ’ ἰδίαν ἐπυνθάνετο Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; 20 εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον ὡς μέλλων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22 ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον, παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ. 23 Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν εἶπεν Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρίας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, 25 γράψας ἐπιστολὴν ἔχουσαν τὸν τύπον τοῦτον 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ’ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλάμην, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν· 28 βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι’ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον εἰς τὸ συνέδριον αὐτῶν· 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου ἢ δεσμῶν ἔχοντα ἔγκλημα. 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν πρὸς αὐτὸν ἐπὶ σοῦ. 31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα· 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ἀπέρχεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισαρίαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 ἀναγνοὺς δὲ καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχείας ἐστὶν, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου φυλάσσεσθαι αὐτόν.

 

23: 1 atenisas de ho Paulos tō synedriō eipen Andres adelphoi, egō pasē syneidēsei agathē pepoliteumai tō Theō achri tautēs tēs hēmeras. 2 ho de archiereus Ananias epetaxen tois parestōsin autō typtein autou to stoma. 3 tote ho Paulos pros auton eipen Typtein se mellei ho Theos, toiche kekoniamene; kai sy kathē krinōn me kata ton nomon, kai paranomōn keleueis me typtesthai? 4 hoi de parestōtes eipan Ton archierea tou Theou loidoreis? 5 ephē te ho Paulos Ouk ēdein, adelphoi, hoti estin archiereus; gegraptai gar hoti Archonta tou laou sou ouk ereis kakōs. 6 gnous de ho Paulos hoti to hen meros estin Saddoukaiōn to de heteron Pharisaiōn ekrazen en tō synedriō Andres adelphoi, egō Pharisaios eimi, huios Pharisaiōn; peri elpidos kai anastaseōs nekrōn krinomai. 7 touto de autou lalountos egeneto stasis tōn Pharisaiōn kai Saddoukaiōn, kai eschisthē to plēthos. 8 Saddoukaioi gar legousin mē einai anastasin mēte angelon mēte pneuma, Pharisaioi de homologousin ta amphotera. 9 egeneto de kraugē megalē, kai anastantes tines tōn grammateōn tou merous tōn Pharisaiōn diemachonto legontes Ouden kakon heuriskomen en tō anthrōpō toutō; ei de pneuma elalēsen autō ē angelos? 10 pollēs de ginomenēs staseōs phobētheis ho chiliarchos mē diaspasthē ho Paulos hyp’ autōn, ekeleusen to strateuma kataban harpasai auton ek mesou autōn agein te eis tēn parembolēn. 11 Tē de epiousē nykti epistas autō ho Kyrios eipen Tharsei; hōs gar diemartyrō ta peri emou eis Hierousalēm houtō se dei kai eis Rhōmēn martyrēsai. 12 Genomenēs de hēmeras poiēsantes systrophēn hoi Ioudaioi anethematisan heautous, legontes mēte phagein mēte piein heōs hou apokteinōsin ton Paulon. 13 ēsan de pleious tesserakonta hoi tautēn tēn synōmosian poiēsamenoi; 14 hoitines proselthontes tois archiereusin kai tois presbyterois eipan Anathemati anethematisamen heautous mēdenos geusasthai heōs hou apokteinōmen ton Paulon. 15 nyn oun hymeis emphanisate tō chiliarchō syn tō synedriō hopōs katagagē auton eis hymas hōs mellontas diaginōskein akribesteron ta peri autou; hēmeis de pro tou engisai auton hetoimoi esmen tou anelein auton. 16 Akousas de ho huios tēs adelphēs Paulou tēn enedran, paragenomenos kai eiselthōn eis tēn parembolēn apēngeilen tō Paulō. 17 proskalesamenos de ho Paulos hena tōn hekatontarchōn ephē; Ton neanian touton apage pros ton chiliarchon, echei gar apangeilai ti autō. 18 ho men oun paralabōn auton ēgagen pros ton chiliarchon kai phēsin HO desmios Paulos proskalesamenos me ērōtēsen touton ton neaniskon agagein pros se, echonta ti lalēsai soi. 19 epilabomenos de tēs cheiros autou ho chiliarchos kai anachōrēsas kat’ idian epynthaneto Ti estin ho echeis apangeilai moi? 20 eipen de hoti HOi Ioudaioi synethento tou erōtēsai se hopōs aurion ton Paulon katagagēs eis to synedrion hōs mellōn ti akribesteron pynthanesthai peri autou. 21 sy oun mē peisthēs autois; enedreuousin gar auton ex autōn andres pleious tesserakonta, hoitines anethematisan heautous mēte phagein mēte piein heōs hou anelōsin auton, kai nyn eisin hetoimoi prosdechomenoi tēn apo sou epangelian. 22 ho men oun chiliarchos apelyse ton neaniskon, parangeilas mēdeni eklalēsai hoti tauta enephanisas pros eme. 23 Kai proskalesamenos tinas dyo tōn hekatontarchōn eipen Hetoimasate stratiōtas diakosious hopōs poreuthōsin heōs Kaisarias, kai hippeis hebdomēkonta kai dexiolabous diakosious, apo tritēs hōras tēs nyktos, 24 ktēnē te parastēsai hina epibibasantes ton Paulon diasōsōsi pros Phēlika ton hēgemona, 25 grapsas epistolēn echousan ton typon touton 26 Klaudios Lysias tō kratistō hēgemoni Phēliki chairein. 27 Ton andra touton syllēmphthenta hypo tōn Ioudaiōn kai mellonta anaireisthai hyp’ autōn epistas syn tō strateumati exeilamēn, mathōn hoti Rhōmaios estin; 28 boulomenos te epignōnai tēn aitian di’ hēn enekaloun autō, katēgagon eis to synedrion autōn; 29 hon heuron enkaloumenon peri zētēmatōn tou nomou autōn, mēden de axion thanatou ē desmōn echonta enklēma. 30 mēnytheisēs de moi epiboulēs eis ton andra esesthai, exautēs epempsa pros se, parangeilas kai tois katēgorois legein pros auton epi sou. 31 HOi men oun stratiōtai kata to diatetagmenon autois analabontes ton Paulon ēgagon dia nyktos eis tēn Antipatrida; 32 tē de epaurion easantes tous hippeis aperchesthai syn autō, hypestrepsan eis tēn parembolēn; 33 hoitines eiselthontes eis tēn Kaisarian kai anadontes tēn epistolēn tō hēgemoni, parestēsan kai ton Paulon autō. 34 anagnous de kai eperōtēsas ek poias eparcheias estin, kai pythomenos hoti apo Kilikias 35 Diakousomai sou, ephē, hotan kai hoi katēgoroi sou paragenōntai; keleusas en tō praitōriō tou Hērōdou phylassesthai auton.

 

24: 1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. 2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, 3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. 4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐνκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. 5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, 6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν, 8 παρ’ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. 9 συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν. 10 Ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ’ ἧς ἀνέβην προσκυνήσων εἰς Ἱερουσαλήμ, 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 13 οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου. 14 ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν Ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, 15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων. 16 ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 δι’ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς, 18 ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, 19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ. 20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου, 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ’ ὑμῶν. 22 Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ, εἴπας Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ’ ὑμᾶς· 23 διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ. 24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως. 25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. 27 Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.

 

24: 1 Meta de pente hēmeras katebē ho archiereus Ananias meta presbyterōn tinōn kai rhētoros Tertyllou tinos, hoitines enephanisan tō hēgemoni kata tou Paulou. 2 klēthentos de autou ērxato katēgorein ho Tertyllos legōn Pollēs eirēnēs tynchanontes dia sou kai diorthōmatōn ginomenōn tō ethnei toutō dia tēs sēs pronoias, 3 pantē te kai pantachou apodechometha, kratiste Phēlix, meta pasēs eucharistias. 4 hina de mē epi pleion se enkoptō, parakalō akousai se hēmōn syntomōs tē sē epieikeia. 5 heurontes gar ton andra touton loimon kai kinounta staseis pasin tois Ioudaiois tois kata tēn oikoumenēn prōtostatēn te tēs tōn Nazōraiōn haireseōs, 6 hos kai to hieron epeirasen bebēlōsai, hon kai ekratēsamen, 8 par’ hou dynēsē autos anakrinas peri pantōn toutōn epignōnai hōn hēmeis katēgoroumen autou. 9 synepethento de kai hoi Ioudaioi phaskontes tauta houtōs echein. 10 Apekrithē te ho Paulos, neusantos autō tou hēgemonos legein Ek pollōn etōn onta se kritēn tō ethnei toutō epistamenos euthymōs ta peri emautou apologoumai, 11 dynamenou sou epignōnai hoti ou pleious eisin moi hēmerai dōdeka aph’ hēs anebēn proskynēsōn eis Hierousalēm, 12 kai oute en tō hierō heuron me pros tina dialegomenon ē epistasin poiounta ochlou, oute en tais synagōgais oute kata tēn polin, 13 oude parastēsai dynantai soi peri hōn nyni katēgorousin mou. 14 homologō de touto soi, hoti kata tēn Hodon hēn legousin hairesin houtōs latreuō tō patrōō Theō, pisteuōn pasi tois kata ton nomon kai tois en tois prophētais gegrammenois, 15 elpida echōn eis ton Theon, hēn kai autoi houtoi prosdechontai, anastasin mellein esesthai dikaiōn te kai adikōn. 16 en toutō kai autos askō aproskopon syneidēsin echein pros ton Theon kai tous anthrōpous dia pantos. 17 di’ etōn de pleionōn eleēmosynas poiēsōn eis to ethnos mou paregenomēn kai prosphoras, 18 en hais heuron me hēgnismenon en tō hierō, ou meta ochlou oude meta thorybou, 19 tines de apo tēs Asias Ioudaioi, hous edei epi sou pareinai kai katēgorein ei ti echoien pros eme. 20 ē autoi houtoi eipatōsan ti heuron adikēma stantos mou epi tou synedriou, 21 ē peri mias tautēs phōnēs hēs ekekraxa en autois hestōs hoti Peri anastaseōs nekrōn egō krinomai sēmeron eph’ hymōn. 22 Anebaleto de autous ho Phēlix, akribesteron eidōs ta peri tēs Hodou, eipas Hotan Lysias ho chiliarchos katabē, diagnōsomai ta kath’ hymas; 23 diataxamenos tō hekatontarchē tēreisthai auton echein te anesin kai mēdena kōlyein tōn idiōn autou hypēretein autō. 24 Meta de hēmeras tinas paragenomenos ho Phēlix syn Drousillē tē idia gynaiki ousē Ioudaia metepempsato ton Paulon, kai ēkousen autou peri tēs eis Christon Iēsoun pisteōs. 25 dialegomenou de autou peri dikaiosynēs kai enkrateias kai tou krimatos tou mellontos emphobos genomenos ho Phēlix apekrithē To nyn echon poreuou, kairon de metalabōn metakalesomai se; 26 hama kai elpizōn hoti chrēmata dothēsetai autō hypo tou Paulou; dio kai pyknoteron auton metapempomenos hōmilei autō. 27 Dietias de plērōtheisēs elaben diadochon ho Phēlix Porkion Phēston; thelōn te charita katathesthai tois Ioudaiois ho Phēlix katelipe ton Paulon dedemenon.

 

25: 1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείῳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρίας, 2 ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν 3 αἰτούμενοι χάριν κατ’ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4 ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισαρίαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· 5 Οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συνκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον, κατηγορείτωσαν αὐτοῦ. 6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισαρίαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. 7 παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 8 τοῦ Παύλου ἀπολογουμένου ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον. 9 ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐμοῦ; 10 εἶπεν δὲ ὁ Παῦλος Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρος εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκηκα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11 εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι. 12 τότε ὁ Φῆστος συνλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.

13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισαρίαν ἀσπασάμενοι τὸν Φῆστον. 14 ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15 περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ’ αὐτοῦ καταδίκην· 16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17 συνελθόντων οὖν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν, 19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. 20 ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21 τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα. 22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ. 23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ ἐξοχὴν τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος. 24 καί φησιν ὁ Φῆστος Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συνπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι. 25 ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν. 26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω· 27 ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σημᾶναι.

 

25: 1 Phēstos oun epibas tē eparcheiō meta treis hēmeras anebē eis Hierosolyma apo Kaisarias, 2 enephanisan te autō hoi archiereis kai hoi prōtoi tōn Ioudaiōn kata tou Paulou, kai parekaloun auton 3 aitoumenoi charin kat’ autou, hopōs metapempsētai auton eis Hierousalēm, enedran poiountes anelein auton kata tēn hodon. 4 ho men oun Phēstos apekrithē tēreisthai ton Paulon eis Kaisarian, heauton de mellein en tachei ekporeuesthai; 5 HOi oun en hymin, phēsin, dynatoi synkatabantes ei ti estin en tō andri atopon, katēgoreitōsan autou. 6 Diatripsas de en autois hēmeras ou pleious oktō ē deka, katabas eis Kaisarian, tē epaurion kathisas epi tou bēmatos ekeleusen ton Paulon achthēnai. 7 paragenomenou de autou periestēsan auton hoi apo Hierosolymōn katabebēkotes Ioudaioi, polla kai barea aitiōmata katapherontes, ha ouk ischyon apodeixai, 8 tou Paulou apologoumenou hoti Oute eis ton nomon tōn Ioudaiōn oute eis to hieron oute eis Kaisara ti hēmarton. 9 ho Phēstos de thelōn tois Ioudaiois charin katathesthai, apokritheis tō Paulō eipen Theleis eis Hierosolyma anabas ekei peri toutōn krithēnai ep’ emou? 10 eipen de ho Paulos Hestōs epi tou bēmatos Kaisaros eimi, hou me dei krinesthai. Ioudaious ouden ēdikēka, hōs kai sy kallion epiginōskeis. 11 ei men oun adikō kai axion thanatou pepracha ti, ou paraitoumai to apothanein; ei de ouden estin hōn houtoi katēgorousin mou, oudeis me dynatai autois charisasthai; Kaisara epikaloumai. 12 tote ho Phēstos synlalēsas meta tou symbouliou apekrithē Kaisara epikeklēsai, epi Kaisara poreusē.

13 Hēmerōn de diagenomenōn tinōn Agrippas ho basileus kai Bernikē katēntēsan eis Kaisarian aspasamenoi ton Phēston. 14 hōs de pleious hēmeras dietribon ekei, ho Phēstos tō basilei anetheto ta kata ton Paulon legōn Anēr tis estin kataleleimmenos hypo Phēlikos desmios, 15 peri hou genomenou mou eis Hierosolyma enephanisan hoi archiereis kai hoi presbyteroi tōn Ioudaiōn, aitoumenoi kat’ autou katadikēn; 16 pros hous apekrithēn hoti ouk estin ethos Rhōmaiois charizesthai tina anthrōpon prin ē ho katēgoroumenos kata prosōpon echoi tous katēgorous topon te apologias laboi peri tou enklēmatos. 17 synelthontōn oun enthade anabolēn mēdemian poiēsamenos tē hexēs kathisas epi tou bēmatos ekeleusa achthēnai ton andra; 18 peri hou stathentes hoi katēgoroi oudemian aitian epheron hōn egō hypenooun ponērōn, 19 zētēmata de tina peri tēs idias deisidaimonias eichon pros auton kai peri tinos Iēsou tethnēkotos, hon ephasken ho Paulos zēn. 20 aporoumenos de egō tēn peri toutōn zētēsin elegon ei bouloito poreuesthai eis Hierosolyma kakei krinesthai peri toutōn. 21 tou de Paulou epikalesamenou tērēthēnai auton eis tēn tou Sebastou diagnōsin, ekeleusa tēreisthai auton heōs hou anapempsō auton pros Kaisara. 22 Agrippas de pros ton Phēston Eboulomēn kai autos tou anthrōpou akousai. Aurion, phēsin, akousē autou. 23 Tē oun epaurion elthontos tou Agrippa kai tēs Bernikēs meta pollēs phantasias kai eiselthontōn eis to akroatērion syn te chiliarchois kai andrasin tois kat’ exochēn tēs poleōs, kai keleusantos tou Phēstou ēchthē ho Paulos. 24 kai phēsin ho Phēstos Agrippa basileu kai pantes hoi synparontes hēmin andres, theōreite touton peri hou hapan to plēthos tōn Ioudaiōn enetychon moi en te Hierosolymois kai enthade, boōntes mē dein auton zēn mēketi. 25 egō de katelabomēn mēden axion auton thanatou peprachenai, autou de toutou epikalesamenou ton Sebaston ekrina pempein. 26 peri hou asphales ti grapsai tō kyriō ouk echō; dio proēgagon auton eph’ hymōn kai malista epi sou, basileu Agrippa, hopōs tēs anakriseōs genomenēs schō ti grapsō; 27 alogon gar moi dokei pemponta desmion mē kai tas kat’ autou aitias sēmanai.

 

26: 1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο 2 Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι, 3 μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου. 4 Τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε Ἱεροσολύμοις ἴσασι πάντες Ἰουδαῖοι, 5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. 6 καὶ νῦν ἐπ’ ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος, 7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ. 8 τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; 9 ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, 11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. 12 Ἐν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων, 13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· 14 πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 ἐγὼ δὲ εἶπα Τίς εἶ, Κύριε; ὁ δὲ Κύριος εἶπεν Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. 16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι, 17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε, 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. 19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21 ἕνεκα τούτων με Ἰουδαῖοι συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23 εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. 24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25 ὁ δὲ Παῦλος Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐ πείθομαι οὐθέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. 28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι. 29 ὁ δὲ Παῦλος Εὐξαίμην ἂν τῷ Θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. 30 Ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συνκαθήμενοι αὐτοῖς, 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον πράσσει ὁ ἄνθρωπος οὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

 

26: 1 Agrippas de pros ton Paulon ephē Epitrepetai soi hyper seautou legein. tote ho Paulos ekteinas tēn cheira apelogeito 2 Peri pantōn hōn enkaloumai hypo Ioudaiōn, basileu Agrippa, hēgēmai emauton makarion epi sou mellōn sēmeron apologeisthai, 3 malista gnōstēn onta se pantōn tōn kata Ioudaious ethōn te kai zētēmatōn; dio deomai makrothymōs akousai mou. 4 Tēn men oun biōsin mou ek neotētos tēn ap’ archēs genomenēn en tō ethnei mou en te Hierosolymois isasi pantes Ioudaioi, 5 proginōskontes me anōthen, ean thelōsi martyrein, hoti kata tēn akribestatēn hairesin tēs hēmeteras thrēskeias ezēsa Pharisaios. 6 kai nyn ep’ elpidi tēs eis tous pateras hēmōn epangelias genomenēs hypo tou Theou hestēka krinomenos, 7 eis hēn to dōdekaphylon hēmōn en ekteneia nykta kai hēmeran latreuon elpizei katantēsai; peri hēs elpidos enkaloumai hypo Ioudaiōn, basileu. 8 ti apiston krinetai par’ hymin ei ho Theos nekrous egeirei? 9 egō men oun edoxa emautō pros to onoma Iēsou tou Nazōraiou dein polla enantia praxai; 10 ho kai epoiēsa en Hierosolymois, kai pollous te tōn hagiōn egō en phylakais katekleisa tēn para tōn archiereōn exousian labōn, anairoumenōn te autōn katēnenka psēphon, 11 kai kata pasas tas synagōgas pollakis timōrōn autous ēnankazon blasphēmein, perissōs te emmainomenos autois ediōkon heōs kai eis tas exō poleis. 12 En hois poreuomenos eis tēn Damaskon met’ exousias kai epitropēs tēs tōn archiereōn, 13 hēmeras mesēs kata tēn hodon eidon, basileu, ouranothen hyper tēn lamprotēta tou hēliou perilampsan me phōs kai tous syn emoi poreuomenous; 14 pantōn te katapesontōn hēmōn eis tēn gēn ēkousa phōnēn legousan pros me tē Hebraidi dialektō Saoul Saoul, ti me diōkeis? sklēron soi pros kentra laktizein. 15 egō de eipa Tis ei, Kyrie? ho de Kyrios eipen Egō eimi Iēsous hon sy diōkeis. 16 alla anastēthi kai stēthi epi tous podas sou; eis touto gar ōphthēn soi, procheirisasthai se hypēretēn kai martyra hōn te eides me hōn te ophthēsomai soi, 17 exairoumenos se ek tou laou kai ek tōn ethnōn, eis hous egō apostellō se, 18 anoixai ophthalmous autōn, tou epistrepsai apo skotous eis phōs kai tēs exousias tou Satana epi ton Theon, tou labein autous aphesin hamartiōn kai klēron en tois hēgiasmenois pistei tē eis eme. 19 Hothen, basileu Agrippa, ouk egenomēn apeithēs tē ouraniō optasia, 20 alla tois en Damaskō prōton te kai Hierosolymois, pasan te tēn chōran tēs Ioudaias kai tois ethnesin apēngellon metanoein kai epistrephein epi ton Theon, axia tēs metanoias erga prassontas. 21 heneka toutōn me Ioudaioi syllabomenoi en tō hierō epeirōnto diacheirisasthai. 22 epikourias oun tychōn tēs apo tou Theou achri tēs hēmeras tautēs hestēka martyromenos mikrō te kai megalō, ouden ektos legōn hōn te hoi prophētai elalēsan mellontōn ginesthai kai Mōusēs, 23 ei pathētos ho Christos, ei prōtos ex anastaseōs nekrōn phōs mellei katangellein tō te laō kai tois ethnesin. 24 Tauta de autou apologoumenou ho Phēstos megalē tē phōnē phēsin Mainē, Paule; ta polla se grammata eis manian peritrepei. 25 ho de Paulos Ou mainomai, phēsin, kratiste Phēste, alla alētheias kai sōphrosynēs rhēmata apophthengomai. 26 epistatai gar peri toutōn ho basileus, pros hon kai parrēsiazomenos lalō; lanthanein gar auton toutōn ou peithomai outhen; ou gar estin en gōnia pepragmenon touto. 27 pisteueis, basileu Agrippa, tois prophētais? oida hoti pisteueis. 28 ho de Agrippas pros ton Paulon En oligō me peitheis Christianon poiēsai. 29 ho de Paulos Euxaimēn an tō Theō kai en oligō kai en megalō ou monon se alla kai pantas tous akouontas mou sēmeron genesthai toioutous hopoios kai egō eimi, parektos tōn desmōn toutōn. 30 Anestē te ho basileus kai ho hēgemōn hē te Bernikē kai hoi synkathēmenoi autois, 31 kai anachōrēsantes elaloun pros allēlous legontes hoti Ouden thanatou ē desmōn axion prassei ho anthrōpos houtos. 32 Agrippas de tō Phēstō ephē Apolelysthai edynato ho anthrōpos houtos ei mē epekeklēto Kaisara.

 

27: 1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ σπείρης Σεβαστῆς. 2 ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν Ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως· 3 τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, φιλανθρώπως τε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν. 4 κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, 5 τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες κατήλθαμεν εἰς Μύρρα τῆς Λυκίας. 6 Κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. 7 ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην, 8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία. 9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν Νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος 10 λέγων αὐτοῖς Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11 ὁ δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο ἢ τοῖς ὑπὸ Παύλου λεγομένοις. 12 ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. 13 Ὑποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. 14 μετ’ οὐ πολὺ δὲ ἔβαλεν κατ’ αὐτῆς ἄνεμος τυφωνικὸς ὁ καλούμενος Εὐρακύλων· 15 συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐφερόμεθα. 16 νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάφης, 17 ἣν ἄραντες βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18 σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο, 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔριψαν. 20 μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς. 21 Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22 καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου. 23 παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, ἄγγελος 24 λέγων Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25 διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ’ ὃν τρόπον λελάληταί μοι. 26 εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. 27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν. 28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε· 29 φοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι. 30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν προφάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν, 31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32 τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. 33 Ἄχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι. 34 διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεφαλῆς ἀπολεῖται. 35 εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ Θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν. 36 εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 37 ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ. 38 κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. 39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον. 40 καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41 περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναῦν, καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας. 42 Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ· 43 ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, 44 καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

 

27: 1 Hōs de ekrithē tou apoplein hēmas eis tēn Italian, paredidoun ton te Paulon kai tinas heterous desmōtas hekatontarchē onomati Iouliō speirēs Sebastēs. 2 epibantes de ploiō Adramyttēnō mellonti plein eis tous kata tēn Asian topous anēchthēmen, ontos syn hēmin Aristarchou Makedonos Thessalonikeōs; 3 tē te hetera katēchthēmen eis Sidōna, philanthrōpōs te ho Ioulios tō Paulō chrēsamenos epetrepsen pros tous philous poreuthenti epimeleias tychein. 4 kakeithen anachthentes hypepleusamen tēn Kypron dia to tous anemous einai enantious, 5 to te pelagos to kata tēn Kilikian kai Pamphylian diapleusantes katēlthamen eis Myrra tēs Lykias. 6 Kakei heurōn ho hekatontarchēs ploion Alexandrinon pleon eis tēn Italian enebibasen hēmas eis auto. 7 en hikanais de hēmerais bradyploountes kai molis genomenoi kata tēn Knidon, mē proseōntos hēmas tou anemou, hypepleusamen tēn Krētēn kata Salmōnēn, 8 molis te paralegomenoi autēn ēlthomen eis topon tina kaloumenon Kalous Limenas, hō engys ēn polis Lasaia. 9 Hikanou de chronou diagenomenou kai ontos ēdē episphalous tou ploos dia to kai tēn Nēsteian ēdē parelēlythenai, parēnei ho Paulos 10 legōn autois Andres, theōrō hoti meta hybreōs kai pollēs zēmias ou monon tou phortiou kai tou ploiou alla kai tōn psychōn hēmōn mellein esesthai ton ploun. 11 ho de hekatontarchēs tō kybernētē kai tō nauklērō mallon epeitheto ē tois hypo Paulou legomenois. 12 aneuthetou de tou limenos hyparchontos pros paracheimasian hoi pleiones ethento boulēn anachthēnai ekeithen, ei pōs dynainto katantēsantes eis Phoinika paracheimasai, limena tēs Krētēs bleponta kata liba kai kata chōron. 13 Hypopneusantos de notou doxantes tēs protheseōs kekratēkenai, arantes asson parelegonto tēn Krētēn. 14 met’ ou poly de ebalen kat’ autēs anemos typhōnikos ho kaloumenos Eurakylōn; 15 synarpasthentos de tou ploiou kai mē dynamenou antophthalmein tō anemō epidontes epherometha. 16 nēsion de ti hypodramontes kaloumenon Klauda ischysamen molis perikrateis genesthai tēs skaphēs, 17 hēn arantes boētheiais echrōnto, hypozōnnyntes to ploion; phoboumenoi te mē eis tēn Syrtin ekpesōsin, chalasantes to skeuos, houtōs epheronto. 18 sphodrōs de cheimazomenōn hēmōn tē hexēs ekbolēn epoiounto, 19 kai tē tritē autocheires tēn skeuēn tou ploiou eripsan. 20 mēte de hēliou mēte astrōn epiphainontōn epi pleionas hēmeras, cheimōnos te ouk oligou epikeimenou, loipon periēreito elpis pasa tou sōzesthai hēmas. 21 Pollēs te asitias hyparchousēs tote statheis ho Paulos en mesō autōn eipen Edei men, ō andres, peitharchēsantas moi mē anagesthai apo tēs Krētēs kerdēsai te tēn hybrin tautēn kai tēn zēmian. 22 kai ta nyn parainō hymas euthymein; apobolē gar psychēs oudemia estai ex hymōn plēn tou ploiou. 23 parestē gar moi tautē tē nykti tou Theou, hou eimi, hō kai latreuō, angelos 24 legōn Mē phobou, Paule; Kaisari se dei parastēnai, kai idou kecharistai soi ho Theos pantas tous pleontas meta sou. 25 dio euthymeite, andres; pisteuō gar tō Theō hoti houtōs estai kath’ hon tropon lelalētai moi. 26 eis nēson de tina dei hēmas ekpesein. 27 Hōs de tessareskaidekatē nyx egeneto diapheromenōn hēmōn en tō Adria, kata meson tēs nyktos hypenooun hoi nautai prosagein tina autois chōran. 28 kai bolisantes heuron orguias eikosi, brachy de diastēsantes kai palin bolisantes heuron orguias dekapente; 29 phoboumenoi te mē pou kata tracheis topous ekpesōmen, ek prymnēs rhipsantes ankyras tessaras ēuchonto hēmeran genesthai. 30 Tōn de nautōn zētountōn phygein ek tou ploiou kai chalasantōn tēn skaphēn eis tēn thalassan prophasei hōs ek prōrēs ankyras mellontōn ekteinein, 31 eipen ho Paulos tō hekatontarchē kai tois stratiōtais Ean mē houtoi meinōsin en tō ploiō, hymeis sōthēnai ou dynasthe. 32 tote apekopsan hoi stratiōtai ta schoinia tēs skaphēs kai eiasan autēn ekpesein. 33 Achri de hou hēmera ēmellen ginesthai, parekalei ho Paulos hapantas metalabein trophēs legōn Tessareskaidekatēn sēmeron hēmeran prosdokōntes asitoi diateleite, mēthen proslabomenoi. 34 dio parakalō hymas metalabein trophēs; touto gar pros tēs hymeteras sōtērias hyparchei; oudenos gar hymōn thrix apo tēs kephalēs apoleitai. 35 eipas de tauta kai labōn arton eucharistēsen tō Theō enōpion pantōn kai klasas ērxato esthiein. 36 euthymoi de genomenoi pantes kai autoi proselabonto trophēs. 37 ēmetha de hai pasai psychai en tō ploiō diakosiai hebdomēkonta hex. 38 koresthentes de trophēs ekouphizon to ploion ekballomenoi ton siton eis tēn thalassan. 39 Hote de hēmera egeneto, tēn gēn ouk epeginōskon, kolpon de tina katenooun echonta aigialon, eis hon ebouleuonto ei dynainto exōsai to ploion. 40 kai tas ankyras perielontes eiōn eis tēn thalassan, hama anentes tas zeuktērias tōn pēdaliōn, kai eparantes ton artemōna tē pneousē kateichon eis ton aigialon. 41 peripesontes de eis topon dithalasson epekeilan tēn naun, kai hē men prōra ereisasa emeinen asaleutos, hē de prymna elyeto hypo tēs bias. 42 Tōn de stratiōtōn boulē egeneto hina tous desmōtas apokteinōsin, mē tis ekkolymbēsas diaphygē; 43 ho de hekatontarchēs boulomenos diasōsai ton Paulon ekōlysen autous tou boulēmatos, ekeleusen te tous dynamenous kolymban aporipsantas prōtous epi tēn gēn exienai, 44 kai tous loipous hous men epi sanisin, hous de epi tinōn tōn apo tou ploiou. kai houtōs egeneto pantas diasōthēnai epi tēn gēn.

 

28: 1 Καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. 2 οἵ τε βάρβαροι παρεῖχαν οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. 3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψεν τῆς χειρὸς αὐτοῦ. 4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν. 5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν· 6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν. 7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ἡμέρας τρεῖς φιλοφρόνως ἐξένισεν. 8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. 9 τούτου δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο, 10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας.

11 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρινῷ, παρασήμῳ Διοσκούροις. 12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, 13 ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, 14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν. 15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ Θεῷ ἔλαβε θάρσος. 16 Ὅτε δὲ εἰσήλθομεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ’ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.

17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συνκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς Ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, 18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί· 19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν. 20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· εἵνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. 21 οἱ δὲ πρὸς αὐτὸν εἶπαν Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν. 22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται. 23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν· 25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν, ὅτι Καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησεν διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν 26 λέγων

Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν

Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε,

καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·

27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,

καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν,

καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·

μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς

καὶ τοῖς ὠσὶν ἀκούσωσιν

καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν,

καὶ ἰάσομαι αὐτούς.

28 γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται.

30 Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31 κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.

 

28: 1 Kai diasōthentes tote epegnōmen hoti Melitē hē nēsos kaleitai. 2 hoi te barbaroi pareichan ou tēn tychousan philanthrōpian hēmin; hapsantes gar pyran proselabonto pantas hēmas dia ton hyeton ton ephestōta kai dia to psychos. 3 systrepsantos de tou Paulou phryganōn ti plēthos kai epithentos epi tēn pyran, echidna apo tēs thermēs exelthousa kathēpsen tēs cheiros autou. 4 hōs de eidon hoi barbaroi kremamenon to thērion ek tēs cheiros autou, pros allēlous elegon Pantōs phoneus estin ho anthrōpos houtos, hon diasōthenta ek tēs thalassēs hē Dikē zēn ouk eiasen. 5 ho men oun apotinaxas to thērion eis to pyr epathen ouden kakon; 6 hoi de prosedokōn auton mellein pimprasthai ē katapiptein aphnō nekron. epi poly de autōn prosdokōntōn kai theōrountōn mēden atopon eis auton ginomenon, metabalomenoi elegon auton einai theon. 7 En de tois peri ton topon ekeinon hypērchen chōria tō prōtō tēs nēsou onomati Popliō, hos anadexamenos hēmas hēmeras treis philophronōs exenisen. 8 egeneto de ton patera tou Popliou pyretois kai dysenteriō synechomenon katakeisthai, pros hon ho Paulos eiselthōn kai proseuxamenos, epitheis tas cheiras autō iasato auton. 9 toutou de genomenou kai hoi loipoi hoi en tē nēsō echontes astheneias prosērchonto kai etherapeuonto, 10 hoi kai pollais timais etimēsan hēmas kai anagomenois epethento ta pros tas chreias.

11 Meta de treis mēnas anēchthēmen en ploiō parakecheimakoti en tē nēsō, Alexandrinō, parasēmō Dioskourois. 12 kai katachthentes eis Syrakousas epemeinamen hēmeras treis, 13 hothen perielthontes katēntēsamen eis Rhēgion. kai meta mian hēmeran epigenomenou notou deuteraioi ēlthomen eis Potiolous, 14 hou heurontes adelphous pareklēthēmen par’ autois epimeinai hēmeras hepta; kai houtōs eis tēn Rhōmēn ēlthamen. 15 kakeithen hoi adelphoi akousantes ta peri hēmōn ēlthan eis apantēsin hēmin achri Appiou Phorou kai Triōn Tabernōn, hous idōn ho Paulos eucharistēsas tō Theō elabe tharsos. 16 Hote de eisēlthomen eis Rhōmēn, epetrapē tō Paulō menein kath’ heauton syn tō phylassonti auton stratiōtē.

17 Egeneto de meta hēmeras treis synkalesasthai auton tous ontas tōn Ioudaiōn prōtous; synelthontōn de autōn elegen pros autous Egō, andres adelphoi, ouden enantion poiēsas tō laō ē tois ethesi tois patrōois, desmios ex Hierosolymōn paredothēn eis tas cheiras tōn Rhōmaiōn, 18 hoitines anakrinantes me eboulonto apolysai dia to mēdemian aitian thanatou hyparchein en emoi; 19 antilegontōn de tōn Ioudaiōn ēnankasthēn epikalesasthai Kaisara, ouch hōs tou ethnous mou echōn ti katēgorein. 20 dia tautēn oun tēn aitian parekalesa hymas idein kai proslalēsai; heineken gar tēs elpidos tou Israēl tēn halysin tautēn perikeimai. 21 hoi de pros auton eipan Hēmeis oute grammata peri sou edexametha apo tēs Ioudaias, oute paragenomenos tis tōn adelphōn apēngeilen ē elalēsen ti peri sou ponēron. 22 axioumen de para sou akousai ha phroneis; peri men gar tēs haireseōs tautēs gnōston hēmin estin hoti pantachou antilegetai. 23 Taxamenoi de autō hēmeran ēlthon pros auton eis tēn xenian pleiones, hois exetitheto diamartyromenos tēn basileian tou Theou peithōn te autous peri tou Iēsou apo te tou nomou Mōuseōs kai tōn prophētōn, apo prōi heōs hesperas. 24 kai hoi men epeithonto tois legomenois, hoi de ēpistoun; 25 asymphōnoi de ontes pros allēlous apelyonto, eipontos tou Paulou rhēma hen, hoti Kalōs to Pneuma to Hagion elalēsen dia Hēsaiou tou prophētou pros tous pateras hymōn 26 legōn

Poreuthēti pros ton laon touton kai eipon

Akoē akousete kai ou mē synēte,

kai blepontes blepsete kai ou mē idēte;

27 epachynthē gar hē kardia tou laou toutou,

kai tois ōsin bareōs ēkousan,

kai tous ophthalmous autōn ekammysan;

mē pote idōsin tois ophthalmois

kai tois ōsin akousōsin

kai tē kardia synōsin kai epistrepsōsin,

kai iasomai autous.

28 gnōston oun estō hymin hoti tois ethnesin apestalē touto to sōtērion tou Theou; autoi kai akousontai.

30 Enemeinen de dietian holēn en idiō misthōmati, kai apedecheto pantas tous eisporeuomenous pros auton, 31 kēryssōn tēn basileian tou Theou kai didaskōn ta peri tou Kyriou Iēsou Christou meta pasēs parrēsias akōlytōs.

 

Sursa Noul Testament, Eberhard Nestle, 1904

(comparat cu ediţia din 1913 – textul dintre paranteze)

https://sites.google.com/site/nestle1904/acts

Transliterarea s-a făcut pe siteul

https://transliterate.com/

Varianta transliterării

Society of Biblical Literature

 

2021, Floreşti-Cluj

 

Niciun comentariu:

Trimiteți un comentariu